Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.762-1.806
Sophocles, Αἴας μαστιγοφόρος 1.762-806
Not analysed yet
τοιοῖςδε τοῖς λόγοισιν ἀστεργῆ θεᾶς
ἐκτήσατ’ ὀργὴν, οὐ κατ’ ἄνθρωπον φρονῶν.
ἀλλ’ εἴπερ ἔστι τᾗδ’ ἔθ’ ἡμέρᾳ, τάχ’ ἂν
γενοίμεθ’ αὐτοῦ ξὺν θεῷ σωτήριοι.
τοσαῦθ’ ὁ μάντις εἶφ’· ὁ δ’ εὐθὺς ἐξ ἕδρας
πέμπει με σοὶ φέροντα τάςδ’ ἐπιστολὰς
Τεῦκρος φυλάσσειν · εἰ δ’ ἀπεστερήμεθα,
οὐκ έστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.
ὦ δαΐα Τέκμησσα, δύςιιορον γένος,
ὅρα μολοῦσα τόνδ’, ὁποῖ’ ἔπη θροεῖ.
ξυρεῖ γὰρ ὲν χρῷ τοῦτο, μὴ χαίρειν τινά.
Τί μ’ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην
κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;
Τοῦδ’ εὶςάκουε τἀνδρὸς, ὡς ἥκει φέρων
Αἴαντος ἡμῖν πρᾶξιν, ἣν ἤλγησ’ ὲγώ.
Οἴ μοι, τί φὴς, ἄνθρωπε; μῶν ὀλώλαμεν;
Οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δ’ ὅτι,
θυραῖος εἴπερ έστιν, οὐ θαρσῶ πέρι.
Καὶ μὴν θυραῖος, ὥστε μ’ ὠδίνειν τί φής;
ἐκεῖνον εἴργειν Τεῦκρος ὲξεφίεται
σκηνῆς ὕπαυλον, μηδ’ ἀφιέναι μόνον.
ποῦ d’ ἔστι Τεῦκρος; κἀπὶ τῷ λέγει τάδε;
Πάρεστ’ ἐκεῖνος ἄρτι· τήνδε δ’ ἔξοδον
ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.
Οἴ μοι τάλαινα, τοῦ ποτ’ ἀνθρώπων μαθών;
Τοῦ Θεστορεἰου μάντεως, καθ’ ἡμέραν
τὴν νῦν, ὅτ’ αὐτῷ θάνατον ἢ βίον φέρει.
Οἴ ’γὼ, φίλοι, πρόστητ’ ἀναγκαίας τύχης·
καὶ σπεύσαθ’, οἱ μὲν Τεῦκρον ὲν τάχει μολεῖν,
οἱ δ’ ἑσπέρους ἀγκῶνας, οἵ δ’ ἀντηλίους
ζητεῖτ’ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.
ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη
καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
οἴ μοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον.
ἀλλ’ εἶμι κἀγὼ κεῖσ’ ὅποιπερ ἂν σθένω.
χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμὴ,
σώζειν θέλοντες ἄνδρα γ’ ὅς σπεύδει θανεῖν.
Χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον.
τάχος γὰρ ἔργου καὶ ποδῶν ἄμ’ ἕψεται.
Ὁ μὲν σφαγεὺς ἕστηκεν, ᾗ τομώτατος
γένοιτ’ ἂν ,εἰ τῳ καὶ λογίζεσθαι σχολὴ,
δῶρον μὲν ἀνὁρὸς Ἕκτορος ξένων ἐμοὶ
μάλιστα μισηθέντος ἐχθίστου θ’ ὁρᾷν.
πέπηγε δ’ ὲν γῇ πολεμίᾳ τῇ Τρῳάδι
σιδηροβρῶτι θηγάνη νεηκονής ·