Ancient Greek
Ἀρχὴ τοῦ πρώτου τμήματος
Sophonias, In Aristotelis Libros De Anima Paraphrasis 1.1
Not analysed yet
Ἡ περὶ ψυχῆς πραγματεία οὐ μόνον ὅτι καλλίστη καὶ θειοτάτη, ἀλλ’ οἷς καὶ διαφερόντως ἀνθρώποις τῶν ἄλλων οἰκεία καὶ τοῖς λογικοἶς πρεπωδεστάτη πασῶν, προὔργου πρὸς τὴν σκέψιν ἐπαίρει τοὺς φιλοπόνους καὶ τῶν ἀρίστων φιλοθεάμονας. τῶν γὰρ καλῶν καὶ τιμίων τὴν εἴδησιν ὑπολαμβάνοντες, μᾶλλον δ’ ἑτέραν ἑτέρας ἢ κατ’ ἀκρίβειαν ἢ τῷ βελτιόνων τε καὶ δαυμασιωτέρων εἶναι, εἰ δι’ ἀμφότερα ταῦτα τὴν περὶ ψυχῆς ἱστορίαν ἐν πρώτοις θείημεν, εὐλόγως ἄν ποιοῖμεν. διαφερουσῶν γὰρ τῶν ἐπιστημῶν πρὸς ἀλλήλας κατά τε τὸ εἶδος τῆς γνώσεως ἢ τὴν τοῦ ὑποκειμένου ποιότητα ἢ καὶ δι’ ἄμφω ταῦτα, κρείττων μὲν ἡ ἀύλῳ χρωμένη τῷ ὑποκειμένῳ τῆς ὑλικῷ. καὶ τῆς φθαρτῷ ἡ ἀφθάρτῳ, ἥ τε τοὺς λόγους ἀκριβοῦσα καὶ ἄρχουσα τῆς κινουμένης καὶ τὰς ἀρχὰς ἐχούσης ἑτέρωθεν, καὶ ἡ κατ’ ἄμφω νικῶσα τῆς κατ’ ἄμφω λειπομένης κρείττων. αὐτίκα ἀστρονομία μὲν ἰατρικῆς πολλῷ βελτίων· τῇ μὲν γὰρ ἀίδιόν τι τὸ ὑποκείμενον καὶ ἄφθαρτον, ὁ οὐρανός, τῇ δὲ φθαρτόν, τὰ ἀνθρώπινα σώματα· οἵ τε λόγοι τῶν λόγων ὀρθότεροι. ταὐτὸν δὲ πεπόνθασι καὶ μηχανικὴ πρὸς γεωμετρίαν καὶ πρὸς ἀριθμητικὴν ἁρμονική· αἱ ἀρχαὶ γὰρ αὐταῖς ἐκεῖθεν, καὶ ὡς σωματικαὶ καὶ ὑλικαὶ ὑπὸ τὰς ἀύλους καὶ ἀσωμάτους τετάχαται. τρίγωνα γὰρ καὶ τετράγωνα τῷ μὲν γεωμέτρῃ ἀύλως θεωρηθήσεται, σωματικῶς δὲ τούτοις ὁ μηχανικὸς προσχρήσαιτο. ἡ γοῦν περὶ ψυχῆς θεωρία τῇ τε σεμνότητι τοῦ ὑποκειμένου (νοητὸν γάρ τι τοῦτο καὶ ἄυλον καὶ ἀθάνατον) τῷ τε ἀκριβοῦσθαι τὰς αἰτίας, καὶ διὰ καιρίων ταύτῃ τοὺς λόγους προέρχεσθαι, καὶ πρὸ τούτων τῷ ἡμῶν αὐτῶν εἶναι καὶ συγγενῆ, τιμιωτάτη ἐπιστημῶν καὶ οἰκειοτάτη πασῶν. δοκεῖ δὲ καὶ πρὸς ἀλήθειαν ἅπασαν ἡ γνῶσις αὐτῆς μεγάλα συμβάλλεσθαι, μάλιστα δὲ πρὸς τὴν φύσιν καὶ τὰ φυσικὰ σώματα. ἔστι γὰρ οἷον ἀρχὴ τῶν ζώων καὶ αἰτία, καὶ τὸ τελέως φιλοσοφῆσαι ταύτῃ κατορθοῦται μόνῃ. τριττῆς γὰρ οὔσης τῆς φιλοσο- φίας, θεολογικῆς, ἠθικῆς καὶ φυσικῆς, ἐν μὲν τῇ θεολογικῇ καὶ ἠθικῇ αὐτόθεν τοῦ προκειμένου ἐστὶ θεωρία ἡ περὶ ψυχῆς θεωρία· ζητοῦσα γὰρ περὶ τοῦ οἰκείου νοῦ εἰ χωριστός, εἰ ἀθάνατος, εὐθὺς ἐπιστρέφει καὶ πρὸς τὰ νοητὰ καὶ θεῖα εἴδη (πρός τι γὰρ νοῦς καὶ νοητόν) καὶ ζητεῖ τὰς ἐκεῖ τάξεις θεολογοῦσα· τῷ τε περὶ τῶν οἰκείων διεσκέφθαι δυνάμεων, ὁπόσαι τε καὶ ποῖαι, περὶ τῆς ἠθικῆς ἀρετῆς ἐστι πραγματεύεσθαι, εἴπερ ἀρετὴ ψυχῆς, τοῦτο δ’ εὐταξία τῶν ταύτης δυνάμεων, εὖ δὲ τάξαι ταύτας ἀδύνατον τὸν μὴ τὴν φύσιν ἐπεσκεμμένον αὐτῶν. πρὸς δὲ τὴν φυσικήν, ὅτιπερ ἀρχὴ τοῖς ζώοις καὶ ὡς ποιητική κινεῖ γὰρ ταῦτα μόνῃ βουλήσει καὶ οὐ διὰ μοχλείας τινός) καὶ ὡς εἰδική κατὰ ψυχὴν γὰρ εἰδοπεποίηνται καὶ τοῦθ’ ὅπερ εἰσὶν ἔμψυχα λέγονται) καὶ ὡς τέλος· ἕνεκα γὰρ τῆς ψυχῆς τὸ σῶμα· ταύτῃ τοι καὶ ὀργανικὸν πρὸς τὰς ἐκείνης ἐνεργείας ἀπετελέσθη. ἀπιζητοῦμεν οὖν θεωρῆσαι καὶ γνῶναι τήν τε φύσιν αὐτῆς καὶ τὴν οὐσίαν, εἶθ’ ὅσα συμβέβηκεν ἐξ ἀνάγκης περὶ αὐτήν· ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκεῖ, τὰ δὲ δι’ ἐκείνην καὶ τοῖς ζώοις ὑπάρχειν, οἷον θυμός, θάρρος, αἴσθησις, νόησις καὶ τὰ ὅμοια. ἀναγκαία γὰρ ἡ περὶ αὐτῶν σκέψις πρὸς τὴν λῆψιν τοῦ ὁρισμοῦ. ἐπεὶ δ’ ἅπαξ ὅρῳ περιλαβεῖν τὴν τῆς ψυχῆς οὐσίαν προτεθυμήμεθα, δεῖ πρότερον ἀμηγέπη καθόλου περὶ ὁρισμῶν ἐπισκέψασθαι· ἧττον γὰρ ἂν παρέλκον δόξοι καὶ περιττόν· εἴ τι χρήσιμον ἐκεῖθεν τοῖς προκειμένοις φανήσεται. ἀγαπητὸν γάρ, εἰ καὶ ἰδίας τούτου τυχόντος πραγματείας ἀλλὰ μὴ κατὰ πάρεργον ἄν τις εἶχεν εὐκρινές τι λαβεῖν. πάντη γὰρ καὶ πάντως ἐστὶ χαλεπώτατον καὶ κοινῶς ἐπὶ πάντων τῶν ὄντων καὶ ἰδίως ἐπὶ ψυχῆς ἡ τῆς ὁριστικῆς μεθόδου σκέψις καὶ τὸ γνῶναι δὴ τὴν οὐσίαν ἑκάστου καὶ ὅ τι ἐστίν. ὧδε δ’ ἐπιοῦσι δῆλον · πότερον μία τίς ἐστι μέθοδος, καθ’ ἣν δυνατόν ἐστι πάντων τῶν ὄντων τοὺς ὁρισμοὺς λαβεῖν καὶ ἀποδοῦναι, ἢ πολλαί; τάχα γὰρ ἄν τῳ δόξειε μία τις εἶναι κατὰ πάντων περὶ ὧν βουλόμεθα γνῶναι τὴν οὐσίαν, ὥσπερ καὶ τῶν κατὰ συμβεβηκὸς ἰδίων ἀπόδειξις, ἣν ἀποδεικτικὴν ὀνομάζομεν. καὶ εἰ τοῦτο, ζητητέον ταύτην ἥτις ποτέ ἐστιν. εἰ δὲ μὴ μία τις καὶ κοινὴ μέθοδος ἀλλὰ πολλαί, ἔτι χαλεπώτερον γίνεται τὸ πραγματευθῆναι· δεήσει γὰρ λαβεῖν περὶ ἕκαστον, τίς ὁ τρόπος τῆς διαφορᾶς καὶ πόσαι καὶ τίνες τὸν ἀριθμὸν καὶ ποῖαι. ὅταν δὲ φανερὸν γένηται ὅτι τοσαίδε, οἷον δύο, καὶ ποῖαι, ὅτι ὑπογραφὴ αὗται καὶ ὁρισμός, ἔτι πολλὰς ἂν ἀπορίας καὶ πλάνας ὁ λόγος ἔχοι. ἑτέρα γὰρ πρὸς τούτοις τρίτη πάλιν ἡμᾶς διαδέχεται ζήτησις, ἐκ τίνων δεῖ ζητεῖν, ποίαις τῶν μεθόδων ἐπὶ ποίων πραγμάτων χρηστέον. καὶ τοῦτο εὑρόντες πάλιν ζητήσομεν· ἐπειδὴ γὰρ ὁ ὁρισμὸς ἐκ γενῶν ἐστι καὶ διαφορῶν, τί τὸ γένος τοῦ προκειμένου πράγματος καὶ τίνες αἱ διαφοραὶ καὶ πόσαι, ἃς δεῖ τῷ γένει συμπλέξαντας τὸν ὁρισμὸν ἀποδοῦναι. ἄλλαι γὰρ ἄλλων ἀρχαί, καθάπερ ἀριθμοῦ καὶ ἐπιπέδου· τοῦ μὲν γὰρ τὸ διωρισμένον, τοῦ δὲ τὸ συνεχὲς ποσὸν ἐξῃρημέναι ἀρχαί, στοιχειώδεις δὲ καὶ συντεταγμέναι καὶ ὑλικαὶ τοῦ μὲν ἡ μονὰς τοῦ δὲ τὸ σημεῖον, ἡ μὲν συντιθεμένη τὸ δὲ ῥυισκόμενον. καὶ οὕτω μὲν κοινῶς καὶ καθ’ αὑτὴν ὑπάρχει τῇ σκέψει τὸ χαλεπόν. ἰδίως δὲ ζητοῦντες περὶ ψυχῆς ἔτι μᾶλλον ἄν δυσχεραίνοιμεν· πρῶτον γὰρ ἴσως ἀναγκαῖον διελεῖν, ἐν τίνι τῶν γενῶν ἐστιν ἡ ψυχή, δέκα ὄντων τῶν πρώτων, λέγω. δὲ πότερον τόδε τί ἐστι καὶ οὐσία ἢ ποσὸν ἢ ποιὸν ἢ καί τις ἄλλη τῶν διαιρεθεισῶν κατηγοριῶν. ἄλλοι γὰρ ἄλλως περὶ αὐτῆς ἀπεφήναντο οἱ τὸν ὁρισμὸν ζητοῦντες, οἱ μὲν οὐσίαν θέμενοι, οἱ δὲ ποσόν, οἱ δὲ ποιόν· εἰσὶ δ’ οἳ καὶ ἐπὶ τὸ πρός τι ἀνήγαγον. οὐσίας δὲ ὑποτεθείσης ἔτι λείπεται ζήτησις, πότερον τῶν ἐν δυνάμει ὄντων ἐστὶν ἢ μᾶλλον ἐντελέχεια, εἴτ’ οὖν σῶμα τοῦτο γὰρ τῶν ἐν δυνάμει ἀεὶ διὰ τὴν μεταβολήν) ἢ ἀσώματον· διαφέρει γὰρ οὔτι σμικρὸν οὕτως ἢ ἐκείνως· καὶ εἰ σῶμα ἁπλοῦν ἢ σύνθετον. ἐπεὶ δὲ οὐ σῶμα, πότερον χωριστὴ καὶ ἀθάνατος ἢ ἀχώριστος· καὶ πότερον πολλαὶ ἐν ἑκάστῳ ψυχαὶ ἢ μία· καὶ εἰ πολλαί, ἀριθμῷ ἢ καὶ τῷ εἴδει· καὶ εἰ τῷ εἴδει, τούτῳ μόνῳ ἢ καὶ τῷ γένει. περὶ γὰρ πάσης ψυχῆς ἡμεῖς σκοπῆσαι προεθυμήθημεν, οὐχ ὥσπερ ἕτεροι, οἳ περὶ τῆς ἀνθρωπίνης μόνης ζητεῖν ἐοίκασιν. εἰ μὲν οὖν ἕν τι κοινὸν κα· τηγορεῖται πασῶν, εὐλαβητέον τοῦτο ὅπως μὴ λάθῃ γένος ὄν· καὶ δεῖ συνωνύμως κατηγορεῖσθαι καὶ ἕνα ἐπὶ πάσαις ἁρμόττειν λόγον. εἰ δὲ μὴ τὸ κοινὸν γένος ἀλλ’ ὁμώνυμόν τι, καὶ τοὺς λόγους δεῖ πάλιν ἑτέρους ἀνάγκῃ διαφόρους καθ’ ἑκάστην εἶναι, ὥσπερ ἀνθρώπου καθὸ ἀνθρώπου ἕτερος <ἢ> ἵππου καὶ βοὸς ὁ λόγος. παραιτούμεθα δὲ καὶ τοὺς διὰ τὰς ἰδέας πρεσβεύοντας· τὸ γὰρ καθόλου καὶ ἐν ταῖς διανοίαις ζῶον οὐδέν ἐστιν ἢ ὕστερον. εἰ δὲ μὴ πολλαὶ κατ’ εἶδος, ἀλλὰ μία ἐν ἑκάστῃ φύσει, πότερον ἀμέριστος αὕτη καὶ ἀδιαίρετος ἢ μεριστή τις καὶ πολυδύναμος. καὶ εἰ μὲν μεριστὴ καὶ διαφόροις χρῆται δυνάμεσι, τίνα πρὸς ἄλληλα καὶ πρὸς τὴν ὅλην τὰ μέρη τὴν σύνταξιν ἔχει, οἷον λογικόν, θυμικόν, ἐπιθυμητικόν, ἔτι δὲ αἰσθητικὸν καὶ νοητικὸν καὶ τἄλλα. τούτοις γὰρ πᾶσι καλῶς διαιτῆσαι χαλεπόν· ἔτι καὶ τὸ διορίσαι ποῖα τούτων πέφυκεν ἀλλήλων. λαβόντες δὲ καὶ ταῦτα ἔτι πάλιν ἐπαπορήσωμεν, πόθεν ἀρκτέον τῆς διδασκαλίας, πότερον ἐκ τῶν μορίων ἢ ἐκ τοῦ ὅλου, καὶ δεῖ πρότερον λαβεῖν τὴν ὅλην ψυχὴν ἢ τὰ μόρια· καὶ γὰρ δόξειεν ἄν ἑκάτερον εὔλογον. τό τε γὰρ τὰ ἁπλᾶ πρὸ τῶν συνθέτων γνωρίζειν σαφέστερον, καὶ ἀθρόως ἐντυχόντι πολλάκις τῷ πράγματι μᾶλλόν τι καὶ περὶ τῶν μερῶν εἰπεῖν εὐπετὲς ἐγένετο. καὶ εἰ τὰ μόρια, ἐπεὶ ταῖς δυνάμεσιν αἱ ἐνέργειαι ἕπονται πᾶσα γὰρ ἐνέργεια ἐκ δυνάμεως, καὶ δύναμις ἐξ οὐσίας) καὶ ἀδηλότεραι μὲν αἱ οὐσίαι καὶ δυνάμεις, δῆλαι δὲ αἱ ἐνέργειαι, σταθμώμεθα δὲ τὰς ἕξεις ἐκ τῶν ἐνεργειῶν, ὅταν περὶ τῶν μερῶν τῆς ψυχῆς ζητῶμεν, πρότερον αὐτὰ λάβωμεν ἢ τὰ ἔργα αὐτῶν, οἷον τὸ νοεῖν ἢ τὸν νοῦν, τὸ αἰσθάνεσθαι ἢ τὸ αἰσθητικόν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ἐὰν δὲ ἔργα πρότερον ἤτοι τὰς ἐνεργείας δεῖ λαβεῖν, αὗται δὲ τῶν τι, τι, οἷον ἡ νόησις τοῦ νοητοῦ καὶ ἡ αἴσθησις τοῦ αἰσθητοῦ καὶ τοῦ φανταστοῦ ἡ φαντασία, τὸν δὲ εἰδότα τι τῶν πρός τι συννοεῖν ἀνάγκη καὶ τὸ πρὸς ο τοῦτο λέγεται, πάλιν ἄν τις ἀπορήσειεν, ἐάν τε τὰ ἀντικείμενα πρότερον τούτων ζητητέον, οἷον τὸ αἰσθητὸν τοὐ αἰσθητικοῦ καὶ τοῦ φανταστικοῦ τὸ φανταστὸν καὶ ἐπὶ τοῖς ἄλλοις οὕτως. εἰ γὰρ σαφηνείας δεῖ, ἐκ τῶν ἀντικειμένων δεῖ· σαφέστερα γὰρ τὰ περὶ ἃ ἐνεργοῦσι τῶν ἐνεργειῶν. ὑπεξῃρήσθω δὲ τὰ περὶ τοῦ νοῦ καὶ τοῦ νοητοῦ. νοῦ γὰρ τὸ νοητὸν δυσληπτότερον· ὁ μὲν γὰρ ἡμέτερος, τὸ δὲ ὑπὲρ ἡμᾶς. τοσούτων δ’ ἂν καὶ ἔτι πλειόνων δυσχερειῶν ὁ περὶ τούτων γέμων φανείη λόγος, εἰ καθ’ ἕκαστον ἐπεξίοι τις. ἡμεῖς δὲ λεληθότως καὶ τὸν διδασκαλικὸν τῆς πραγματείας τρόπον ὑπεδηλώσαμεν, ἀεὶ κἀν τῇ διαιρέσει ὡς ἀληθὲς τὸ προσληφθὲν τιθέμενοι, καὶ ὡς ἀπὸ τῶν τελευταίων ἐπὶ τὰ πρότερα βαδιούμεθα. ἀλλ’ ἐνταῦθα στάντες ἐκεῖνο λέγομεν, ὡς οὐ μόνον τὸ τί ἐστι γνῶναι καὶ ἡ τοὐ ὁρισμοῦ λῆψις χρήσιμος πρὸς τὸ θεωρῆσαι τὰς αἰτίας τῶν συμβεβηκότων ταῖς οὐσίαις, ὥσπερ ἐν γεωμετρίᾳ πρὸ τῶν θεωρημάτων τοὺς ὅρους γινώσκομεν, οἷον εὐθὺ τί ἐστιν, οὗ τὰ μόρια ἐξ ἴσου καὶ οὗ τὸ μέσον τοῖς ἄκροις ἐπιπροσθῇ, καὶ καμπύλον τοὐναντίον καὶ γραμμὴ τόδε καὶ ἐπίπεδον τόδε, πρὸς τὸ κατιδεῖν πόσαις ὀρθαῖς αἱ τρεῖς τοῦ τριγώνου γωνίαι ἴσαι στοιχεῖα γὰρ ἐκεῖνα τῶν ἑξῆς καὶ ἀρχαὶ ἀποδείξεως), ἀλλὰ καὶ ἀνάπαλιν τὰ συμβεβηκότα συμβάλλεται μέγα μέρος πρὸς τὸ εἰδέναι τί ἐστι καὶ λαβεῖν τὸν ὁρισμόν. ἐπὰν γὰρ κατὰ διάνοιαν τὰ προσόντα ἐναργῶς τῷ πράγματι συναγάγωμεν, εἴτε ἐξ αἰσθήσεως διὰ πείρας εἴτε ἐκ τῆς κοινῆς λαβόντες ἐννοίας καὶ ὁμολογίας, καὶ ἔχωμεν ἀποδιδόναι ἐντὸς καὶ κατὰ τὴν φαντασίαν περὶ τῶν συμβεβηκότων ἢ πάντων ἢ τῶν πλείστων, τότε καὶ περὶ τῆς οὐσίας ἕξομέν τι λέγειν, ὡς ἐν ἄλλοις τε πολλοῖς καὶ ἐν τοῖς Φυσικοῖς ὁ περὶ τόπου καὶ κενοῦ τεθήρευται λόγος. πᾶσα γὰρ ἐπιστήμη τρισὶ δια- τρίβει τούτοις· ἢ γὰρ αὐτὸ τὸ πρᾶγμα ζητεῖ ἡ τὰ ἐν αὐτῷ ἢ καὶ ἄμφω, καὶ ἢ καθ’ αὑτὰ ἢ πρὸς ἕτερα. ὧν τὸ μὲν ὁρισμὸς τὸ δὲ ἀπόδειξις· ἄνω δὲ καὶ κάτω συμβεβηκὸς λέγοντας ἰστέον ὅτι διττόν, τὸ μὲν ὃ καὶ ἀντιδιῄρηται ταῖς οὐσίαις καὶ καθ’ αὑτὸ οὐχ ὑφέστηκε καὶ οὔτε παρὸν σώζει καὶ ἀπὸν οὐ φθείρει, ὃ δὴ καὶ πρὸς ἐπιστήμην ἀσυντελές, οἷον τὸ λευκόν, τὸ μέλαν· τὸ δὲ ὃ καθ’ αὑτὸ ταῖς οὐσίαις ὑπάρχει καὶ ἐξ ἀνάγκης, οἷον τὸ ζῶον τῷ ἀνθρώπῳ καὶ τῷ τριγώνῳ τὸ σχῆμα. καὶ τούτων τὰ μὲν καθ’ αὑτὸ μόνον προσεῖναι τοῖς πράγμασι λέγεται ὡς τὰ γένη καὶ αἱ ἐπὶ πλέον διαφοραί, τὰ δὲ καὶ πρώτως, ὡς τὰ οὐσιώδη ἴδια, οἷον τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τῷ ἀνθρώπῳ, καὶ τῷ τριγώνῳ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν, καὶ τὸ τριχῇ διαστατὸν τῷ σώματι. ἔτι πᾶν τὸ πρώτως καὶ καθ’ αὑτό, οὐ πᾶν δὲ τὸ καθ’ αὑτὸ ἤδη καὶ πρώτως. ἐκ δὲ τῶν πρώτως ὑπαρχόντων καὶ καθ’ αὑτὸ αἱ ἀποδείξεις προέρχονται. διττὴ δὲ καὶ ἡ ἀπόδειξις, ἥ τε κυρίως ἡ ἐκ τῶν αἰτίων πιστουμένη τὰ αἰτιατὰ καὶ ἐκ τῶν καθόλου τὰ μερικὰ καὶ ἐκ τῶν προτέρων τὰ ὕστερα, ὡς ὁ ἄνθρωπος ζῶον διὰ μέσου τοῦ λογικοῦ, καὶ ἡ τεκμηριώδης ἡ ἐκ τῶν ὑστέρων, ὡς σφαιροειδῆ τὰ οὐράνια, ὅτι καὶ ἡ σελήνη, ἡ δέ, ὅτι τοιώσδε φωτίζεται. ἐπεὶ δὲ τὰ περὶ τούτων μετρίως διῄτηται, †ἴωμεν τοῖς ἑξῆς καὶ τὴν περ ψυχῆς θεωρίαν κατὰ τὸν δεύτερον τῶν ὑφηγημένων θηρῶμεν τρόπον· ἐπεὶ γὰρ ἄδηλος εὐθὺς ἀπαντῶσιν ἡ τοῦ τί ἐστι γνῶσις, διὰ τῶν φαινομένων περὶ αὐτὴν καὶ ἐναργῶν παθημάτων τὸν ὁρισμὸν ζητῆσαι προήχθημεν. ἔχει δὲ ἀπορίαν εὐθύς, πότερον ἅπαντα ταῦτα κοινὰ καὶ τοῦ ἔχοντος εἴτ’ οὖν τοῦ συναμφοτέρου ψυχῆς καὶ σώματος, ἢ ἐστί τι καὶ τῆς ψυχῆς αὐτῆς ἴδιον μὴ κοινωνούσης σώματι· καὶ γὰρ τοῦτο λαβεῖν μὲν ἀναγκαῖον, οὐ ῥᾴδιον δέ. φαίνεται δὲ τῶν μὲν πλείστων οὐδὲν ἄνευ τοῦ σώματος πάσχειν οὐδὲ ποιεῖν, οἷον ὀργίζεσθαι, θαρρεῖν, ἐπιθυμεῖν, ὅλως αἰσθάνεσθαι. μάλιστα δὲ ἔοικεν ἴδιον τὸ νοεῖν εἰ δ’ ἐστὶ καὶ τοῦτο φαντασία τις ἢ μὴ ἄνευ φαντασίας, οὐκ ἐνδέχοιτ’ ἄν οὐδὲ τοῦτο ἄνευ σώματος εἶναι. εἰ μὲν οὖν ἐστί τι τῶν τῆς ψυχῆς ἔργων ἢ παθημάτων ἴδιον καὶ δύναται περί τι ἐνεργεῖν καὶ συνοῦσα σώματι μὴ προσχρωμένη σώματι, ἐνδέχοιτ’ ἄν αὐτὴν καὶ χωρίζεσθαι· εἰ δὲ μηθέν ἐστιν ἴδιον αὐτῆς, οὐκ ἄν εἴη χωριστή, ἀλλὰ καθάπερ τόδε τὸ εὐθὺ τὸ ἐν χαλκῷ ἢ ἐν λίθῳ, ᾗ εὐθύ, πολλὰ συμβαίνει, οἷον τὸ ἅπτεσθαι τῆς χαλκῆς σφαίρας στιγμήν οὕτω γὰρ ἐν γεωμετρίᾳ λέγεται ἅπτεσθαι τὴν εὐθεῖαν καὶ τὸ ἐπίπεδον τῆς σφαίρας καὶ τοῦ κύκλου κατὰ σημεῖον), οὐ μέντοι ἅψεται χωρισθὲν τοῦ ὑποκειμένου τὸ εὐθὺ εἴτ’ οὖν ἡ εὐθύτης αὐτή, ὅτι οὐδὲ ὑπομένει καὶ ἀχώριστος ἄλλως, ὅτι ἀεὶ μετὰ σώματος. εἰ οὖν καὶ τὰ περὶ τὴν ψυχὴν οὕτως ἔχει ἀναλογείτω γὰρ τῇ μὲν εὐθύτητι ἡ ψυχή, τὸ συναμφότερον δὲ τῷ ἀπευθυσμένῳ σώματι, τὰ δὲ αἰσθητὰ καὶ ὧν ἀντιλαμβάνεται ψυχὴ τῇ χαλκῇ σφαίρᾳ), οὐκ ἄν εἴη χωριστὴ ἡ ψυχὴ οὐδ’ ἀθάνατος, ἀλλ’ οἴχεται διαζυγεῖσα σώματος. μήποτ’ οὖν, ὥσπερ τὸ αἰσθητὸν εὐθὺ τῆς αἰσθητῆς σφαίρας ἥπτετο καὶ τὸ νοητὸν τῆς νοητῆς λέγεται γὰρ καὶ ταῦτα), ταῦτ’ ἄρα δήπου καὶ ἡ ψυχὴ ἀπαλλαγεῖσα σώματος τῶν μὲν αἰσθητῶν εἰδῶν οὐδενὸς ἀντιλήψεται, τῶν θείων δὲ μόνων καὶ νοητῶν. ἀλλ’ ὅτι μὲν ἡ λογικὴ ψυχὴ καὶ ἀθάνατος καὶ ἀνώλεθρος προιοῦσιν αποδειχθήσεται· νυνὶ δ’ ἐνταῦθα κείσθω. ἐκεῖνο δὲ δήπου φανερόν, ὡς τά |γε τοιαῦτα πάθη τῆς ψυχῆς, οἷον φόβος, πραότης, θυμός, ἔτι δὲ δήπου χαρὰ καὶ τὸ φιλεῖν τε καὶ μισεῖν καὶ ἕτερά που πλεῖστα μετὰ σώματός εἰσιν · ἅμα γὰρ τούτοις πᾶσιν ἐπιπάσχει τι τὸ σῶμα καὶ συνδιατίθεται· τῇ μὲν γὰρ ὀργῇ τὸ περὶ καρδίαν συγκινεῖται αἷμα, διαχεῖται δὲ τῇ ἐπιθυμίᾳ τὸ ἧπαρ καὶ ὑπ’ αἰδοῦς τὸ πρόσωπον ἐρυθραίνεται, ὡς περὶ τὴν ἐπιφάνειαν χυθέντος τοῦ αἵματος· ὠχρίασις δὲ τούτου ἡ πρὸς τὰ ἔνδον ἀποφυγή· μηνύει δὲ καὶ τὸ ποτὲ μὲν ὑπὸ ἰσχυρῶν καὶ ἐναργῶν παθημάτων συμβαινόντων μηδὲν παροξύνεσθαι, ἐνίοτε δὲ ὑπὸ σμικρῶν καὶ ἀμαυρῶν κινεῖσθαι, ἐὰν ὀργᾶ τὸ σῶμα καὶ οὕτως ἔχῃ ὥσπερ ὅταν ὀργίζηται. καὶ καθ’ ἕνα μὲν τρόπον ἐκ τούτων δείκνυται μὴ μόνης εἶναι ταῦτα ψυχῆς, καθ’ ἕτερον δὲ ὅτι οἱ κεκραμένοι τοιῶσδε ἐκ φύσεως, οἵαν ἴσχει τὸ σῶμα κρᾶσιν ἐν τῇ κινήσει τῶν τοιῶνδε παθῶν, τοιοίδε εἰσὶ φύσει. ἔνθεν ἐπιτήδειοι μὲν πρὸς θυμόν, ὅτι τοιώσδε κέκρανται, οἱ δὲ πρὸς φόβον, ὡς μηδενὸς φοβεροῦ συμβαίνοντος ἐν τοῖς· πάθεσιν γίνεσθαι τοῖς τοῦ φοβουμένου. καὶ μεθυσθέντες τινὲς ὀργιλώτεροι γίνονται ἢ δειλότεροι ἡ θρασύτεροι ἢ ἀναιδέστεροι, ὅπως ἂν κράσεως ἔχοιεν. καὶ ἐκ νόσου δὲ ἄν τις γένοιτο ἐπιτηδειότερος πρὸς ὀργήν. καὶ τὰ τοιάδε σιτία τὸ συνουσιαστικὸν σβεννύουσι, καὶ τὰ τοιάδε ἀνάπτουσι. καὶ ὀργιλώτεροι μὲν οἱ μελαγχολ. ικώτεροι, συνουσιαστικώτεροι δὲ οἱ πρὸς τὸ θερμότερον καὶ ὑγρότερον ῥέποντες, εὐφυεῖς δὲ καὶ ὀξεῖς πρὸς τὴν διάνοιαν οἷς ξηρότερος ὁ ἐγκέφαλος. ἐντεῦθεν οἱ φιλοσοφίας μεταποιούμενοι τὴν μετρίαν αἱροῦνται καὶ ξηροτέραν δίαιταν· τὸ γὰρ “παχεῖα γαστὴρ λεπτὸν οὐ τίκτει νόον” καὶ “ψυχὴ ξηροτέρη ἀληθῶς λέγεται. ἔνθεν καὶ τοῖς ἰατροῖς ἐπῆλθεν εἰπεῖν ἕπεσθαι τάς τῆς ψυχῆς δυνάμεις ταῖς τοῦ σώματος κράσεσιν. εἰ δ’ οὕτω, ταῦτα τὰ πάθη δῆλον ὅτι λόγοι ἔνυλοί εἰσι καὶ οὐ καθ’ αὑτά ἐν ὕλῃ δὲ τὸ εἶναι ἔχουσιν. ὥστε καὶ οἱ ὅροι τοιοῦτοι, οἷον τὸ ὀργίζεσθαι κίνησις τοῦ τοιουδὶ σώματος ἢ μέρους ἢ δυνάμεως ὑπὸ τοῦδε εἵνεκα τοῦδε· ζέσις γὰρ τοῦ περὶ καρδίαν αἵματος ὑπὸ τοῦ παροξύνοντος, δι’ ὄρεξιν ἀντιλυπήσεως. δεῖ γὰρ ἐν τοῖς τοιούτοις ὅροις μετὰ τοῦ εἴδους καὶ τὴν ὕλην παραλαμβάνεσθαι. καὶ διὰ ταῦτα φυσικοῦ τὸ θεωρῆσαι περὶ ψυχῆς ἢ πάσης, εἰ πᾶσα ἀχώριστος, ἢ τοιαύτης, τῆς μετὰ τῆς ὕλης. διαφερόντως δ’ ἂν ὁρίσαιτο ὁ φυσικός τε καὶ διαλεκτικὸς ἕκαστον αὐτῶν, λέγω δὴ τῶν τῆς ψυχῆς παθημάτων, οἷον ὀργὴ τί ἐστιν· ὁ μὲν γὰρ ἐρεῖ ὄρεξιν ἀντιλυπήσεως ἤ τι τοιοῦτον, ὁ δὲ ζέσιν τοῦ περικαρδίου αἵματος ἢ τοῦ θερμοῦ. τούτων δὲ ὁ μὲν τὴν ὕλην ἀποδίδωσιν, ὁ δὲ τὸ εἶδος καὶ τὸν λόγον. χρειωδέστερος δὲ παρὰ τούτους ὁ καὶ ἀμφότερα. εἰ γὰρ ἀνάγκη τὸν λόγον τόνδε τοῦ πράγματος ἐν ὕλῃ τοιᾷδε εἶναι, ὥσπερ εἰ οἰκίας ὁ λόγος οὗτος εἴη, σκέπασμα κωλυτικὸν φθοράς ὑπ’ ἀνέμων καὶ ὄμβρων καὶ καυμάτων, ὕλη δὲ αὐτοῦ λίθοι, πλίνθοι, ξύλα καὶ τὰ τοιαῦτα, οὐκ ἂν τούτων ἑκάτερος εἴη τέλειος οὐδὲ φυσικὸς κυρίως. οὔτε γὰρ ὁ περὶ τὴν ὕλην, τὸν δὲ λόγον ἀγνοῶν, οὔτε ὁ περὶ τὸν λόγον μόνον, ἢ μᾶλλον ὁ ἀμφοὶν. ὥστε τῶν τοιουδὶ σώματος καὶ τῆς τοιαύτης ὕλης ἔργων καὶ παθῶν περὶ μὲν τῶν κοινοτέρων καὶ καθολικῶν ὁ φυσικὸς σκέψαιτο, περὶ δὲ τῶν τινῶν καὶ μερικῶν τεχνίτης, ἄν τύχῃ, τέκτων ἢ ἰατρός· τῶν δὲ μὴ χωριστῶν <μὲν>, δὲ μὴ τοιούτου σώματος πάθη καὶ ἐξ ἀφαιρέσεως, ὁ μαθηματικός· ᾗ δὲ κεχωρισμένα, ὁ πρῶτος φιλόσοφος. εἰ δὲ δεῖ τι καὶ σαφέστερον εἰπεῖν περὶ τούτων ἐπειγομένους καὶ κατὰ πάρεργον, ὧδ’ ἂν ἔστι. τριῶν δὴ τούτων ἐν τοῖς φυσικοῖς θεωρουμένων πράγμασιν, ὕλης, εἴδους καὶ τῆς αἰτίας, καθ’ ἣν ἐν τῇ ὕλῃ τὸ εἶδος ἔνεστι, πέντε περὶ ταῦτα καταγίνονται μέθοδοι, φυσική, ἡ κατὰ μέρος τέχνη, διαλεκτική, μαθηματικὴ καὶ ἡ πρώτη φιλοσοφία. ἄλλη δὲ ἄλλως ἐπιβάλλει περὶ αὐτῶν καὶ διαφόρους τὰς ἐνεργείας ἴσχουσι. καὶ φυσικοῦ μὲν ἔργον ἡ περὶ τῶν τριῶν σκέψις· πάντα γὰρ αὐτῷ ἀνεῖται. ζητήσει γάρ, τίς ἡ ὕλη τῶν προκειμένων, οἷον τί τὴν ὕλην εἰσὶ τὰ οὐράνια, πότερον ἐκ τῶν τεσσάρων ἤ τι πέμπτον σῶμα καὶ ἕτερον καὶ τὸ εἶδος ὅτι σφαιρικά· ζητήσει δὲ καὶ τὴν αἰτίαν δι’ ἥν, ἀποδώσει δὲ καὶ σύστοιχον αὐτοῖς καὶ ἐξ · ἧς πρὸς τὰ πρὸ αὐτῶν ἔχουσι σχέσεως. ἐρεῖ γὰρ ἢ διότι πολυχωρητότατον σχημάτων καὶ διὰ τοῦτο τῷ τὰ πάντα ὑποδεξομένῳ καὶ περιάξοντι οὐρανῷ τὸ σφαιρικὸν πρεπωδέστατον, ἢ ὡς ἀιδίῳ τὸ μήτε ἀρχὴν ἔχον σχῆμα μήτε τέλος κατάλληλον· ἀφανῆ γὰρ κύκλῳ καὶ ἄμφω τὰ πέρατα. ὁριεῖται δὲ αὐτὸν καὶ ἐκ τῆς πρὸς τὰ ὑπὲρ αὐτὸν νοητὰ σχέσεως· εἴποι γὰρ ὡς διὰ τοῦτο κύκλῳ φέρεται, ὅτι μιμεῖται· νοῦ γὰρ ἡ εἰς ἑαυτὸν σύννευσις. ὁ δὲ ἐν μέρει τεχνίτης ποιεῖται μὲν καὶ αὐτὸς περὶ τῶν τριῶν τὴν διατριβήν, καθὰ δὴ καὶ ὁ φυσικός, οὐχ ὡσαύτως δέ. τῷ μὲν γὰρ τό τε ὑποκείμενον μερικόν, οἷον τῷ ἰατρῷ τὰ ἀνθρώπινα σώματα, καὶ αἱ προσεχεῖς ζητοῦνται αἰτίαι, ἐκείνου τὰς ἀνωτάτω καὶ τὴν καθόλου ἐπισκεπτομένου φύσιν. ὁ δὲ διαλεκτικὸς ἀποδώσει τοὺς ὁρισμοὺς ἔκ τε τοῦ εἴδους καὶ τῆς αἰτίας, καὶ ταῦτα ἐπιπολαίως. ὁ μέντοι μαθηματικὸς τῶν ἐξ ἀφαιρέσεως εἰδῶν · τοὺς ὁρισμοὺς πραγματευόμενος οὐδὲν ὑπολογιεῖται τὴν ὕλην οὐδὲ τῇ αἰτίᾳ προσχρήσεται ὡς αὐτὰ καθ’ αὑτὰ περαινόμενος. ἔνυλα οὖν καὶ αὐτῷ τὰ εἴδη καὶ ἄλλω ἀχώριστα ἢ τῇ ἐπινοίᾳ, ὁποῖα τὰ κοινὰ αἰσθητά. σαρκὸς γὰρ καὶ ὀστοῦ καὶ τῶν λοιπῶν ὁμοιομερῶν ἀχώριστα τῆς ὕλης τὰ εἴδη καὶ κατ’ αὐτὴν τὴν ἐπίνοιαν· τὸ γὰρ μαλθακὸν καὶ ὑγρὸν καὶ ἐρυθρὸν καὶ ἐξ ὧν ἄλλων εἰδοποεῖται σὰρξ ἅμα τῷ νοηθῆναι συνεπινοουμένην ἔχει τὴν οἰκείαν ὕλην, ὅθεν ἀφαιρουμένης τῆς ὕλης καὶ αὐτὰ συναφῄρηνται· καὶ σαρκὸς μὲν καὶ ὀστοῦ εἶδος οὐκ ἄν ἐν ἄλλῳ γένοιτ’ ἀν, ὅτι τῆς οἰκείας ὕλης σχῆμα δὲ τὸ αὐτὸ καὶ λίθῳ καὶ ξύλῳ ὑπάρξειεν ἄν. περὶ δὲ τῶν πάντη χωριστῶν καὶ ἀύλων ὁ πρῶτος φιλόσοφος διαλέξεται. ἔνεισι γὰρ οἱ τῶν ἐνύλων εἰδῶν ἐν τῇ ἡμετέρᾳ ψυχῇ λόγοι, καὶ πρὸ τούτων ἐν τῷ μιουργῷ νῷ οἱ καὶ ἐξῃρημένοι. τῶν δὲ ἐν τῇ ψυχῇ λόγων οἱ μέν εἰσι διαστατοὶ καὶ μεριστοὶ οἱ κατὰ φαντασίαν, οἱ δὲ ἀμέριστοι καὶ ἑνιαῖοι οἱ ἐν τῷ λογιστικῷ. τρίγωνα μὲν γὰρ καὶ τετράγωνα διαστατά, ἀνθρώπου δὲ λόγος καὶ ζώου ἀμερῆ. καὶ γεωμέτρης μὲν πρὸς τὰ · κατὰ τὴν φαντασίαν, ὁ πρῶτος δὲ φιλόσοφος περὶ τῶν ἐν τῷ λογιστικῷ σπουδάσεται καὶ τῶν ἐν τῷ δημιουργῷ. διαφέρουσι δὲ οὗτοι τῷ τοὺς μὲν εἰκόνας εἶναι τῶν πρώτων τοὺς ἐν τῇ ψυχῇ καὶ γνωστικοὺς τῶν πραγμάτων, τοὺς δὲ ἀρχέτυπα καὶ ποιητικούς. καὶ ὁπόταν μὲν περὶ τῶν ποιητικῶν διαλέγηται, ὡς θεωρητικὸς ἐνεργήσει, ὡς καθαρτικὸς δὲ ὅταν περὶ τῶν ἐν τῇ ψυχῇ· γὰρ πρὸς ἑαυτὸν καὶ γινώσκει τὴν ψυχήν, καὶ τοῦτο ὄντως κάθαρσις, ἡ δι’ ἐπιστήμης τῆς ἀγνοίας καὶ τῶν παθῶν ἀπολύτρωσις. ἀλλ’ ἐπανιτέον τὸν λόγον εἰς ταῦτα ἀφ’ οὗπερ ἐξήλθομεν. ἐλέγομεν οὖν ὅτι τὰ πάθη τῆς ψυχῆς οὐ χωριστὰ τῆς φυσικῆς ὕλης τῶν ζώων, ᾗ δὴ τοιαῦθ’ ὑπάρχει, θυμός, φόβος, καὶ οὐχ ὥσπερ γραμμὴ οὐδ’ ἐπίπεδον· καὶ διὰ τοῦτο φυσικῷ τῶν ἄλλων ἡ περὶ αὐτῶν ἀφώρισται πραγματεία.