Ancient Greek
Ἀρχὴ τοῦ πρώτου τμήματος
Sophonias, In Aristotelis Libros De Anima Paraphrasis 2.1
Not analysed yet
Ἐπεὶ δὲ ἐπισκοποῦμεν περὶ ψυχῆς, ἀναγκαῖον προδιελθόντας τὰς τῶν προτέρων δόξας καὶ ἅμα ἀποροῦντας περὶ ὧν ἀπορεῖν δεῖ, συμπαραλαμβάνειν καὶ ὅσοι τι περὶ αὐτῆς ἀπεφήναντο, ὅπως τὰ μὲν εἰρημένα καλῶς λάβωμεν, εἴ τι δὲ μὴ καλῶς, τοῦτο εὐλαβηθῶμεν. μὴ λάθωμεν δὲ παρέντες καὶ ὃν ἄνωθεν ὑφηγησάμεθα τρόπον τῆς καταλήψεως, τὸν ἐκ τῶν φαινομένων τὴν οὐσίαν γνωρίζοντα. ἀλλ’ ἔστω ἀρχὴ τῆς ζητήσεως καὶ οἱονεί τινα λήμματα καὶ τοῖς περὶ ψυχῆς λόγοις τὰ μάλιστα δοκοῦντα ὑπάρχειν αὐτῇ κατὰ φύσιν καὶ ἃ τοῖς πολλοῖς ὡμολόγηται. ταῦτα δὲ τὸ κινεῖσθαι, τὸ γινώσκειν τε καὶ αἰσθάνεσθαι, καὶ πρὸς τούτοις τὸ λεπτότατόν τι αὐτὴν καὶ ἀσώματον οἴεσθαι. τούτοις γὰρ καὶ μάλιστα διαφέρει τοῦ ἀψύχου τὸ ἔμψυχον, καὶ παρὰ τῶν προγενεστέρων δὲ σχεδὸν τοσαύτας καὶ τοιαύτας δόξας περὶ ψυχῆς παρειλήφαμεν. οἱ μὲν γὰρ πρὸς τὴν κίνησιν, οἱ δὲ πρὸς τὴν γνῶ- σιν καὶ αἴσθησιν, οἱ δὲ πρὸς τὴν ἀσωματότητα ἀποβλέψαντες διωρικέναι ταύτῃ τὴν φύσιν ᾠήθησαν. φασὶν γὰρ ἔνιοι ψυχὴν εἶναι τὸ πρώτως καὶ μάλιστα κινοῦν· κινεῖ μὲν γὰρ καὶ ἡ βακτηρία τὸν λίθον καὶ ταύτην ἡ χείρ, ἀλλ’ οὐ πρώτως, ὡς ἐκεῖθεν κινούμενα καὶ παρὰ ψυχῆς. οἰηθέντες δ’ ὑπ’ ἀπειρίας τὸ μὴ κινούμενον αὐτὸ μὴ ἐνδέχεσθαι κινεῖν ἕτερον, τῶν κινουμένων τι τὴν ψυχὴν εἶναι ὑπέλαβον. ὅθεν Δημόκριτος πῦρ καὶ θερμὸν αὐτήν φησιν εἶναι· ἀπείρων γὰρ ὄντων σχημάτων καὶ ἀτόμων τὰ σφαι- ροειδῆ πῦρ καὶ ψυχὴν λέγει, οἷον ἐν τῷ ἀέρι τὰ καλούμενα ξύσματα, ἃ φαίνονται ἐν ταῖς διὰ τῶν θυρίδων ἀκτῖσιν. ὡς γὰρ τὰ κονιορτώδη ταῦτα σωμάτια εἰσὶ μέν, οὐ φαίνονται δὲ διὰ τὸ μικρομερές, εἰ μήπου περιτύχοι τῷ ἐν τῇ σκιᾷ φωτί, οὕτω κἀκεῖνα τὰ πρῶτα διὰ τὴν ὑπερβολὴν λεπτότητος ἀθεώρητα· ὧν τὸ πλῆθος καὶ τὴν πανσπερμίαν στοιχεῖα τῆς ὅλης ὡρίζετο φύσεως ἄτομοι γὰρ καὶ κενὸν κατ’ αὐτὸν τῶν φυσικῶν σωμάτων καὶ πρώτων τῶν τεσσάρων δηλαδὴ στοιχείων στοιχείων, ὥσπερ τῶν ἐξ αὐτῶν καὶ συνθέτων· οὕτω δὲ καὶ Λεύκιππος τίθεται) τούτων δὲ τὰ σφαιροειδῆ ψυχήν, διὰ τὸ μάλιστα διὰ παντὸς δύνασθαι διαδύνειν τοὺς τοιούτους ῥυσμούς εὐκινητότατον γὰρ ἡ σφαῖρα) καὶ κινεῖν τὰ λοιπὰ κινούμενα καὶ αὐτά, ὡς ὑπολαμβάνοντες μὴ δύνασθαι καὶ ἠρεμοῦσαν τὴν ψυχὴν ὅσον κατὰ τὴν τοπικὴν κίνησιν δυνάμεσί τισι κινεῖν τὸ σῶμα, ἀλλὰ τῷ αὐτὴν κινεῖσθαι κινεῖν. διὸ καὶ τοῦ ζῆν ὅρον τὴν ἀναπνοὴν ἔθεντο· συνάγοντος γὰρ τοῦ περιέχοντος ἡμᾶς ἔξωθεν καὶ πυκνοῦντος τὰ σώματα καὶ ἐκθλίβοντος τῶν σχημάτων τὰ παρέχοντα τοῖς ζώοις τὴν κίνησιν διὰ τὸ μήδ’ αὐτὰ ἠρεμεῖν μηδέποτε, βοήθειαν γίνεσθαι θύραθεν ἐπεισιόντων ἄλλων ἐν τῷ ἀναπνεῖν. κωλύει γὰρ ἡ εἰσπνοὴ αὐτά τε τὰ σφαιρικὰ καὶ τἄλλα τὰ ἐνυπάρχοντα τοῖς ζώοις ἐκκρίνεσθαι, συνανείργοντα τῇ θερμότητι τὸ συνάγον ἔξωθεν καὶ πηγνύον. ἔνθεν καὶ ὅρος ζωῆς ἡ λῆξις τῆς ἀναπνοῆς· ζῶμεν γὰρ ἕως ἂν τοῦτο ποιεῖν δυνώμεθα. ῥυσμὸς δὲ καὶ τροπὴ καὶ διαθιγή, οἷς ἀλλήλων αἱ ἄτομοι διαφέρουσιν, τὸ μὲν σχῆμα, τὸ δὲ θέσις, τὸ δὲ τάξις τῷ Δημοκρίτῳ νενόηνται. τὰ αὐτὰ δὲ τούτοις καὶ τὰ παρὰ τῶν Πυθαγορείων λεγόμενα, καὶ πρὸς τὴν αὐτὴν τείνει διάνοιαν ὅσον κατὰ τὸ πρόχειρον, εἰ μή πού τι δηλοῦται συμβολικώτερον. ἔφασαν γάρ τινες αὐτῶν ψυχὴν εἶναι τὰ ἐν τῷ ἀέρι ξύσματα, ἕτεροι δὲ τούτων οὐ ταῦτα, ἀλλὰ τὸ ταῦτα κινοῦν· εἴη δ’ ἄν ἡ τοῦ παντὸς ψυχή. εἴρηται δὲ αὐτοῖς τοῦτο, ἐπεὶ συνεχῶς φαίνεται κινούμενα, κἂν ᾖ νηνεμία πολλή. ἐπὶ τὸ αὐτὸ δὲ φέρονται καὶ ὅσοι λέγουσι τὴν ψυχὴν τὸ αὑτὸ κινοῦν εἴτ’ οὖν αὐτοκίνητον. εἶεν δ’ ἄν οἱ περὶ Πλάτωνα καὶ Ξενοκράτην καὶ Ἀλκμαίωνα καὶ ἕτεροι τῶν ἐκ τοῦ Σωκρατικοῦ διδασκαλείου· ἐοίκασι γὰρ οὗτοι πάντες ὑπειληφέναι οἰκειότατον εἶναι ψυχῇ τὴν κίνησιν καὶ τὰ μὲν ἄλλα πάντα κινεῖσθαι διὰ τὴν ψυχήν, αὐτὴν δ’ ὑφ’ ἑαυτῆς, διὰ τὸ μηδὲν ὁρᾶν κινοῦν ὃ μὴ καὶ αὐτὸ κινεῖται. ὁμοίως δὲ καὶ Ἀναξαγόρας ψυχὴν εἶναι λέγει τὴν κινοῦσαν καὶ εἴ τις ἄλλος εἴρηκεν ὡς τὸ πᾶν ἐκίνησε νοῦς· οὐ μὴν παντελῶς γε ὥσπερ Δημόκριτος. οὗτος γὰρ ταὐτὸν εἶναι ἄντικρυς λέγει ψυχὴν καὶ νοῦν, οὐ. δενὶ διαστέλλων· φάσκει γὰρ ταὐτὸ εἶναι τὸ ἀληθὲς φαινόμενον καὶ οὐ χρῆται τῷ νῷ ὡς δυνάμει τινὶ περὶ τὴν ἀλήθειαν καὶ ἑτέρῳ αἰσθήσεως· εἰ γὰρ νοῦς μὲν περὶ τὸ ἀληθὲς καὶ τὸ νοούμενον, ψυχὴ δὲ περὶ τὸ αἰσθητὸν καὶ φαινόμενον, ἓν δὲ καὶ ἄμφω αἴσθησις καὶ ἀλήθεια, καὶ νοῦς καὶ ψυχὴ τὸ αὐτό. διὸ καὶ Ὅμηρον ἐπαινεῖ ποιήσαντα ὡς Ἕκτωρ κεῖτο δ’ ἀλλοφρονέων, ἀλλοφρονέοντα λέγων τὸν ὑπὸ τῆς πληγῆς σκοτωθέντα καὶ παραισθανόμενον Ἕκτορα. Ἀναξαγόρας δ’ ἧττον διασαφεῖ περὶ αὐτῶν· ποτὲ μὲν γὰρ δοκεῖ διακρίνειν, ποτὲ δὲ εἰς τὸ αὐτὸ ἄγειν. ὅταν μὲν νοῦν μόνον αἴτιον λέγῃ τῶν ὀρθῶς καὶ καλῶς ἐχόντων; θειότερόν τι καὶ ὑπὲρ τὴν ψυχὴν τίθεται· οἷς δὲ πάλιν αὐτὸν ἐν πᾶσιν εἶναι διισχυρίζεται καὶ μικροῖς καὶ μεγάλοις ζώοις καὶ τιμίοις καὶ ἀτίμοις, φύρει ταῦτα· ὁ γὰρ κατ’ ἐπιστήμην καὶ φρόνησιν νοῦς οὐ μόνον οὐκ ἐν πᾶσι τοῖς ζώοις, ἀλλ’ οὐδὲ ἐν ἀνθρώποις πᾶσιν. ὅσοι μὲν οὖν ἐπὶ τὸ κινεῖσθαι τὴν ψυχὴν ἀπέβλεψαν, οὗτοι τὸ κινητικώτατον αὐτὴν εἶναι ὑπέλαβον καὶ τοιαῦτα περὶ αὐτῆς ἀπεφήναντο. ὅσοι ὅ ἐπὶ τὸ γινώσκειν καὶ τὸ αἰσθάνεσθαι τῶν ὄντων, οὗτοι πάλιν λέγουσιν εἷναι τὴν ψυχὴν ἐκ τῶν τοῦ παντὸς ἀρχῶν καὶ στοιχείων· καὶ οἱ μὲν πλείονας ποιοῦντες τῶν ὄντων τὰς ἀρχὰς ἐκ τούτων, ὅσαι καὶ αἱ ἀρχαί, οἱ δὲ μίαν ἐκ ταύτης μόνης. ἐπεὶ γὰρ ἡ ψυχὴ τῶν ὄντων πάντων ἐστὶ γνωστική, γινώσκεται δὲ τῷ ὁμοίῳ τὸ ὅμοιον ἐφαρμόσαι γὰρ δεῖ τὸ γινῶσκον τῷ γινωσκομένῳ, ἵν’ ἀποχρώντως κατάληψις γένηται, τοῦτο δὲ δεῖ τῆς πρὸς ἄλληλα κοινωνίας καὶ φυσικῆς οἰκειότητος), ἄπειρα δὲ καὶ τὰ κατὰ μέρος ὄντα, ἐκ τῶν ἀρχῶν τὴν ψυχὴν ὑπετίθεντο· γινώσκουσα γὰρ ἐκεῖνα διὰ τὸ συμφυὲς καὶ τὰ ἐξ ἐκείνων εἴσεται. ὅτι δὲ τὰ μὲν νοητὰ τῶν ἄντων τὰ δὲ αἰσθητά, καὶ ἐκ τῶν παρ’ ἀμφοτέροις στοιχείων συνεστάναι ταύτην ᾠήθησαν. Ἐμπεδοκλῆς μὲν οὖν τέσσαρας ἀρχὰς τῶν ὄντων τὰ τέσσαρα στοιχεῖα τιθέμενος ὑλικάς, δύο δὲ τὸ νεῖκος καὶ τὴν φιλίαν ποιητικάς, ἐκ τόσου· τῶν καὶ τὴν ψυχὴν ἀπεφήνατο, οὕτω λέγων· γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον στοργῇ δὲ τε] στοργήν, νεῖκος δέ τε νείκει λυγρῷ· Ὡς μὴ ἄλλως τὴν ψυχὴν τὰς ἀρχὰς νοῆσαι δύνασθαι, γῆν, ὕδωρ, ἀέρα καὶ τὰ λοιπά, εἰ μὴ γηίνη καὶ πυρίνη καὶ ἀερίνη αὐτὴ πρότερον εἴη. τὸν αὐτὸν τρόπον καὶ Πλατῶν τὴν ψυχὴν ἐκ τῶν στοιχείων ἐν τῷ Τιμαίῳ ποιεῖ· γινώσκεται γὰρ καὶ κατ’ αὐτὸν τῷ ὁμοίῳ τὸ ὅμοιον· τὰ δὲ πράγματα ἐκ τῶν ἀρχῶν εἶναι. πέντε δὲ αὐτῷ γένη τῶν ὄντων εἰσήγηνται οὐσία, ταυτότης, ἑτερότης, κίνησις καὶ στάσις, οὐσίαν λέγοντι τὴν ἀπλῶς ὕπαρξιν, ταὐτότητα τὴν κοινωνίαν, ἑτερότητα τὴν διαφοράν, κίνησιν τὴν ἐνέργειαν τὴν ὁποιανοῦν καὶ μεταβολήν, στάσιν τήν τε ἠρεμίαν καὶ τὴν ἐν τῷ κινεῖσθαι μονήν, καθ’ ἣν καὶ τοῖς κύκλῳ φερομένοις δίδωσι στάσιν. ταῦτα δὲ καὶ διὰ πάντων ἥκουσιν· ἐξ ὧν καὶ τὴν ψυχὴν συνεστάναι λέγει. ἐξ οὐσίας μὲν τῆς τε ἀμερίστου καὶ νοητῆς καὶ τῆς περὶ τὰ σώματα μεριστῆς· οὕτω γὰρ ἔδει τὴν ἀμφότερα γνωσομένην. ἐπεὶ δὲ ἡ γνῶσις ἢ ὁμοιότητί τινι καὶ ταὐτότητι ἢ ἀνομοιότητι καὶ ἑτερότητι γίνεται τό τε γὰρ λευκὸν τῇ τε τοῦ ὁμοίου λευκοῦ παραθέσει γνωρίζομεν, πρὸς δὲ καὶ τῇ τοῦ μέλανος· τὸ γὰρ ἐναντίον τῷ μέλανι λευκόν), διὰ τοῦτο καὶ ἐκ τῆς τοῦ ταὐτοῦ καὶ ἑτέρου τὴν ψυχὴν μεμῖχθαι λέγει φύσεως. ὅτι δὲ αὐτοκίνητος καὶ ἀεικίνητος, πρόδηλον ὅτι αὐτῇ κίνησιν ὑπολείπει καὶ στάσιν. ὁμοίως δὲ τούτοις καὶ ἐν τοῖς περὶ φιλοσοφίας λεγομένοις διωρίσθη, ἐν οἷς αἴ τε λογικαὶ συνουσίαι αὐτοῦ καὶ τὰ ἄγραφα τῶν δογμάτων ἱστόρηνται· αὐτὸ μὲν τὸ ζῶον ἐξ αὐτῆς τῆς τοῦ ἑνὸς ἰδέας συνεστάναι φησὶν καὶ τοῦ πρώτου μήκους καὶ πλάτους καὶ βάθους εἴτ’ οὖν τῆς αὐτοδυάδος καὶ αὐτοτριάδος καὶ αὐτοτετράδος· καὶ τἄλλα δὲ ὁμοιοτρόπως. τέτταρα γὰρ αὐτῷ ἐκεῖ ἕτερα στοιχεῖα τῶν εἰρη- μένων τοῦ νοητοῦ διακόσμου πεποίηνται, ἐν ᾧ τὸ τῶν ἰδεῶν πλήρωμα· τὸ αὐτοέν, ἡ αὐτοδυάς, ἡ αὐτοτριὰς καὶ ἡ αὐτοτετράς, ἀφ’ ὧνπερ καὶ αἰσθητὸς οὗτος κόσμος ἤρτηται ὡς ἀπ’ αἰτίου τοῦ νοητοῦ καὶ αἱ ἀρχαὶ αὐτοῦ ἐκεῖθεν. τὸ μὲν γὰρ ἐνταῦθα σημεῖον ἀπὸ τοῦ ἐκεῖθεν ἑνός, δυὰς δὲ καὶ τριὰς καὶ τετρὰς τὰ πρῶτα γραμμῆς καὶ πλάτους καὶ βάθους ποιητικά, ἐξ ὧν τὸ σῶμα ὁ ὁρώμενος οὗτος κόσμος. ἔδει γὰρ ἐν τῷ νοητῷ κόσμῳ τὰς τοῦ αἰσθητοῦ προυποκεῖσθαι ἀρχάς. ὡς γὰρ ὅλον τὸ ἐκεῖθεν αὐτοζῷον τοῦδε τοῦ ἐνταῦθα κοσμικοῦ ζώου παράδειγμα, οὕτω καὶ ἀρχαὶ τῶν ἀρχῷ. ἀρχὰς δὲ τῶν νοητῶν ταύτας ὁ Πλατῶν ἐτίθετο, ὅτιπερ κατὰ τοὺς Πυθαγορείους καὶ αὐτὸς ἀριθμοὺς τὰ εἴδη ὠνόμαζεν, εἴτε ὡς ἀφοριστικὰ καὶ μετρητικὰ τῆς ὕλης ἀρρυθμίστου οὔσης καθ’ αὑτὴν καὶ ἀσυντάκτου καὶ τόδε τι ποιοῦντα καὶ δηλωτικὰ τῶν ὑποκειμένων, εἴτε ὥσπερ οἱ ἀριθμοὶ ἐκ μιᾶς ἀρχῆς τῆς μονάδος προήχθησαν, οὕτω καὶ τὰ εἴδη ἐκ μιᾶς τῆς πάντων αἰτίας. καὶ ἔτι πᾶς ἀριθμὸς καὶ μεμερισμένος ἐστὶ καὶ ἀμερής, τὸ μὲν κατὰ τὰς ἐν αὐτῷ μονάδας, τὸ δὲ κατὰ τὴν ὁλότητα· ἀμερῆ δὲ καὶ τὰ ἐν τῷ δημιουργῷ εἴδη, μεμερισμένα δὲ τὰ ἐν τῇ ὕλῃ. ἔτι ἀρι- θμοὶ τὰ εἴδη καὶ οὕτως (εἴδη δὲ λέγομεν, ἃ τοῖς κυρίοις ὁρισμοῖς ζεται)· ὡς γὰρ ἀπὸ τοῦ ἀριθμοῦ εἰ ἀφέλῃς μονάδα ἢ προσθήσεις ἢ ἕτερον αὐτοῦ μόριον, · αὐτίκα ἕτερος ἀριθμὸς γίνεται, οἷον ὁ ἕξ, εἰ ἀφέλῃς μονάδα, ἕτερος ὁ πέντε γίνεται, οὕτω καὶ ἐπὶ τῶν εἰδῶν εἴτ’ οὖν τῶν λόγων τῶν ὁριστικῶν, εἰ ἀφαιρήσεις ἢ προσθήσεις λέξιν, ἕτερον εἶδος ἐποίησας. ἐπεὶ δὲ καὶ στοιχεῖον τῶν ἀριθμῶν ἡ δεκάς, ταύτης δὲ ἡ τετράς, διὰ τοῦτο τὰς τῶν ἀριθμῶν ἀρχὰς καὶ τῶν ἰδεῶν ἀρχὰς ἐτίθετο. ἐκ τούτων οὖν καὶ τὴν ψυχὴν συνιστᾷ νοῦν μὲν τὸ ἓν λέγων, ἐπιστήμην δὲ τὰ δύο· μοναχῶς γὰρ ἐφ’ ἕν· τὸν δὲ τοῦ ἐπιπέδου ἀριθμὸν δόξαν, αἴσθησιν δὲ τὸν τοῦ στερεοῦ. ἐπεὶ γὰρ τὰ εἴδη αὐτὰ ἀριθμοὶ καὶ ἀρχαὶ τῶν ὄντων ἐλέγετο, εἰσὶ δὲ ἐκ τῶν στοιχείων, κρίνεται δὲ τῇ ψυχῇ τὰ πράγματα τὰ μὲν νῷ, τὰ δὲ ἐπιστήμῃ, τὰ δὲ δόξῃ, τὰ δ’ αἰσθήσει, συνεστάναι δεῖν καὶ ταύτην ἐκ τῶν τεττάρων λέγει· ἀπὸ μὲν τοῦ αὐτοενὸς τὸν νοῦν αὐτῇ ἁπλοῦν ὄντα καὶ ἀμερῆ ἑνὰς δὲ καὶ τὰ νοητά), ἀπὸ δὲ τῆς δυάδος τὴν ἐπιστήμην· δυὰς γὰρ τὰ ἐπιστημονικὰ τὸ ποθὲν πὴ ὡρισμένως ἔχοντα· τριὰς δὲ ἡ δόξα· τριττὰ γὰρ καὶ τὰ δοξαστὰ διὰ τὸ ἀμφιρρεπές· ἀπὸ δὲ τῆς τετράδος τὴν αἴσθ· ησιν, ὅτι περὶ τὸ σῶμα, ὃ τετράδι συντέθειται. ἐντεῦθεν οὖν ἐκεῖνο δῆλον, ὅτι οἱ τὰς ἰδέας εἰσάγοντες καὶ ταύτας τῶν ὄντων ὑποτιθέμενοι τούτων πάλιν ἑτέρας ἀρχὰς ῳοντο τὰς εἰρημένας. ἐπεὶ δὲ καὶ κινητικὸν ἐδόκει ἡ ψυχὴ εἶναι καὶ γνωστικὸν οὕτως, ἔνιοι ἐξ ἀμφοῖν ἀπεφήναντο τὴν ψυχὴν ἀριθμὸν κινοῦνθ’ ἑαυτόν. διαφέρονται δὲ περὶ τῶν ἀρχῶν, τίνες καὶ πόσαι. οἱ μὲν γὰρ σωματικὰς ἐποίουν, ὡς οἱ φυσικοί, οἱ δὲ ἀσωμάτους, ὡς οἱ Πυθαγόρειοι, οἱ δὲ μικτάς· καὶ οἱ μὲν πολλὰς οἱ δὲ μίαν ἐτίθεντο. καὶ τὸ μὲν ἐπὶ πλέον τι λέγειν περὶ αὐτῶν παρεῖται εἴρηται γὰρ ἐν τοῖς καθόλου τῶν φυσικῶν πρότερον), ἐκεῖνο δὲ φανερὸν ἐκ τῶν εἰρημένων ὅτι κοινῶς τὴν ψυχὴν ἐκ τῶν στοιχείων τιθέμενοι, μόνον δὲ πρὸς τὸ εἶδος καὶ τὸ πλῆθος διαφερόμενοι ἀκολούθως ἕκαστος τῇ παρ’ ἑαυτοῦ περὶ ἀρχῶν ὑπολήψει καὶ τὰ περὶ τὴν ψυχὴν συνῆπτον. καὶ πρῶτον οὐκ ἀλόγως παρὰ πᾶσιν ἐκεῖνο εἰσήγηται· τὸ γὰρ κινητικὸν τὴν συσὶν τῶν ἄλλων τῶν πρώτων εἶναι καὶ ἀρχὴν ὑπειλήφασιν. τοῦτο δὲ εἶναί τισι τὸ πῦρ ἔδοξε· καὶ γὰρ τοῦτο λεπτομερέστατόν τε καὶ μάλιστα τῶν στοιχείων ἀσώματον, ἔτι δὲ κινεῖται καὶ κινεῖ τἄλλα πρώτως. Δημόκριτος δὲ καὶ γλαφυρωτέραν ἀπέδωκεν αἰτίαν ἀποφηνάμενος διότι τούτων ἑκάτερον τῷ πυρί· τὰ γὰρ πρῶτα καὶ ἀδιαίρετα τῶν σωμάτων τὰ σφαιρικά, ἃ πῦρ ἔθετο καὶ ψυχήν, κινητικώτατα τῶν ἄλλων καὶ διά τε τὴν μικρομέρειαν καὶ τὸ σχῆμα· τοιοῦτον δὲ καὶ πῦρ καὶ νοῦς. ἔοικε δὲ καὶ Θαλῆς, ἐξ ὧν ἀπομνημονεύουσιν, ἐκ τῶν ἀρχῶν τὴν ψυχὴν καὶ κινητικὸν ὑπολαβεῖν, εἴπερ τὸν Μάγνητα λίθον ἔμψυχον εἶπεν, ὅτι κινεῖ τὸν σίδηρον· λίθου δὲ καὶ πάντων ἀρχὴ κατ’ αὐτὸν τὸ ὕδωρ. Διογενὴς δ’ ὥσπερ καὶ ἕτεροί τινες ἀέρα ταύτην ὡς ἐξ ἀρχῆς καὶ στοιχεῖον· τοῦτον γὰρ ᾤετο ἔξω πυρὸς τῶν ἄλλων λεπτομερέστατον καὶ κινητικώτατον εἶναι καὶ μανώσει καὶ πυκνώσει τἄλλα γεννᾶν. καὶ ᾗ μὲν πρῶτος καὶ ἐκ τούτου γέγονε τὰ λοιπά, γνωστικὸν ἡ ψυχή, ᾗ δὲ λεπτὸς καὶ κοῦφος, κινητικόν. Ἡράκλειτος δὲ πῦρ, εἴπερ ἐξ ἀναθυμιάσεως αὐτὴν ἔλεγεν, ἐξ ἧς καὶ τἄλλα συνίστησι, καὶ ἀσώματόν τε καὶ ῥέον ἀεί. εἰ γὰρ ἐν κινήσει καὶ φορᾷ τὰ ὄντα, ὥσπερ ἐκεῖνός τε ᾤετο καὶ πολλοὶ ἕτεροι, τὸ δὲ κινούμενον κινουμένῳ γινώσκεται ὡς ὁμοίῳ ὅμοιον, ἔδει τὴν ψυχὴν οὕτως ἔχειν φύσιν, συγκινεῖσθαι τοῖς οὖσι καὶ συμπαραθέειν γνωρίζουσαν. παραπλησίως δὲ τούτοις καὶ Ἀλκμαίων ὁ Κροτωνιάτης, Πυθαγορικὸς ὤν, ὑπολαβεῖν ἔοικε περὶ ψυχῆς· φησὶ γὰρ αὐτὴν ἀθάνατον εἶναι διὰ τὸ ἐοικέναι τοῖς ἀθανάτοις, τοῦτο δ’ ὑπάρχειν αὐτῇ ὡς ἀεὶ κινουμένῃ· κινεῖσθαι γὰρ καὶ τὰ θεῖα πάντα συνεχῶς ἀεί, σελήνην, ἥλιον, τοὺς ἀστέρας καὶ τὸν ὅλον οὐρανόν. τῶν δὲ φορτικωτέρων καὶ ὕδωρ τινὲς αὐτὴν ἀπεφήναντο, καθάπερ Ἵππων ὁ ἄθεος. πεισθῆναι δὲ ἔοικεν ἐκ τῆς γονῆς, ἣν ἔμψυχον ἔλεγεν, ὅτι πάντη ὑγρά, ὡς καὶ τὸ ὕδωρ τῶν ὅλων ἀρχή, ὅτι τῶν φυτῶν ἡ πρώτη καὶ ζώων τροφὴ ὑγρά. ἐλέγχει δὲ καὶ τοὺς αἷμα φάσκοντας τὴν ψυχήν, ὅτι ἡ γονὴ οὐχ αἷμα· ταύτην δ’ εἶναι τὴν πρώτην ψυχήν. ἕτεροι δ’ αἷμα, καθάπερ Κριτίας, τὸ αἰσθάνεσθαι τῆς ψυχῆς οἰκειότατον ὑπολαμβάνοντες· τοῦτο δ’ ὑπάρχει διὰ τὴν τοῦ αἵματος φύσιν· τὰ γὰρ ἄναιμα ἀναίσθητα, οἷον ὀστᾶ, τρίχες, ὄνυχες. πάντα οὖν τὰ στοιχεῖα ἄλλο παρ’ ἄλλων ὡς ἀρχὴ ψυχικὴ συνεισήνεκται, καὶ κριτήν τινα τούτων ἕκαστον καὶ προστάτην ἀπείληφε πλὴν τῆς γῆς· ταύτην δ’ οὐδεὶς ἀπεφήνατο, πλὴν εἴ τις εἴρηκεν ἐκ πάντων εἶναι τῶν στοιχείων ἢ ὃς πάντα. Ἀνακεφαλαιούμενοι δὲ τὰ εἰρημένα λέγομεν ὡς πάντες ὁρίζονται τὴν ψυχὴν τρισὶν ὡς εἰπεῖν, κινήσει, αἰσθήσει, τῷ ἀσωμάτῳ· τούτων δ’ ἕκαστον ἀνάγεται πρὸς τὰς ἀρχάς. ὡς γὰρ τὰ αἴτια οὕτω καὶ τὰ αἰτιατά. ὅθεν καὶ οἱ τῷ γινώσκειν, ὡς εἴρηται, αὐτὴν ὁριζόμενοι ἢ στοιχεῖον ἢ ἐκ τῶν στοιχείων ποιοῦσιν, λέγοντες παραπλησίως ἀλλήλοις, πλὴν Ἀναξαγόρου· φασὶ γὰρ διὰ τοῦτο ἐκ τῶν ἀρχῶν, ἵνα τῷ ὁμοίῳ γινώσκῃ τὸ ὅμοιον, καὶ ἐπεὶ πάντα γινώσκει, συνιστῶσιν αὐτὴν ἐκ πασῶν τῶν ἀρχῶν. ὅσοι μὲν οὖν μίαν τινὰ λέγουσιν αἰτίαν καὶ στοιχεῖον ἕν, καὶ τὴν ψυχὴν ἓν τιθέασιν, οἷον πῦρ ἢ ἀέρα· οἱ δὲ πλείους λέγοντες τὰς ἀρχὰς καὶ τὴν ψυχὴν πλείω ποιοῦσιν. ὅσοι δ’ αὗ ἐναντιώσεις ποιοῦσιν ἐν ταῖς ἀρχαῖς, καὶ τὴν ψυχὴν ἐκ τῶν ἐναντίων συνιστῶσιν· οἳ δὲ θάτερον τῶν ἐναντίων, οἷον θερμὸν ἢ ψυχρὸν ἤ τι τοιοῦτον ἄλλο, καὶ τὴν ψυχὴν ὁμοίως τιθέασιν. διὸ καὶ τοῖς ὀνόμασιν ὁμοίω· ς ἀκολουθοῦσιν οἱ μὲν τὸ θερμὸν ψυχὴν λέγοντες, ὅτι διὰ τοῦτο καὶ τὸ ζῆν ὠνόμασται, οἱ δὲ τὸ ψυχρὸν διὰ τὴν ἀναπνοὴν καὶ τὴν κατάψυξιν καλεῖσθαι ψυχήν. μόνος δ’ Ἀναξαγόρας τὸν παρ’ αὐτῷ νοῦν ἀπαθῆ φησιν εἶναι καὶ κοινὸν οὐθὲν οὐθενὶ τῶν ἄλλων ἔχειν· μόνον γάρ φησι τῶν ὄντων αὐτὸν ἁπλοῦν εἶναι καὶ ἀμιγῆ καὶ καθαρόν, πάντων συντεθέντων ἐκ τῶν ὁμοιομερῶν. τοῦτον δὲ τὸν θεῖον εἶναι συννενοήκαμεν, ὃν καὶ ἀρχὴν τῶν ὅλων μάλιστα τίθεται· εἰ δὲ καὶ τὸν ψυχικὸν οὕτω λέγει, πῶς νοήσει τοιοῦτος ὤν, εἴπερ καθ’ ὁμοιότητα τὸ γινώσκειν, αὐτός τε οὐκ εἶπε καὶ ἐκ τῶν εἰρημένων ἀσυμφανές ἐστι. πλὴν τοῦτο αὐτοῦ χάριεν, ὅτι τῶν σωμάτων ἐχώρισε, καὶ αὕτη δοξῶν ἡ καιριωτάτη· νοῦν γὰρ ἀρχὴν καὶ ποιητὴν τῶν ὄντων πρῶτος ἐπέστησε καὶ νήφων ἐφάνη παρ’ εἰκῆ λέγοντας. κοινῶς δὲ περὶ πάντων εἰπεῖν δεῖ ὡς τὴν ψυχὴν ἐκ τῶν στοιχείων λέγοντες οὐχ ὡς τἄλλα λέγουσι τροπῇ καὶ μεταβολῇ τί γὰρ τοῦ τυχόντος ζώου δεήσειεν ἢ φυτοῦ;) ἀλλὰ μοῖράν τινα καθαρὰν καὶ εἰλικρινῆ κατὰ μόνην τὴν σχέσιν πρὸς τὰς ἀρχὰς τὴν διαφορὰν ἔχουσαν, ὡς αἱ μὲν τινῶν τῶν ἐξ ἐκείνων γάρ), ἡ δὲ οὔ· καὶ αἱ μὲν ὅλον, ἡ δὲ μέρος. τὰ μὲν οὖν παραδεδομένα περὶ ψυχῆς καὶ δι’ ἃς αἰτίας· λέγουσιν οὗτοι, ταῦτα. ἤδη δὲ καὶ πρὸς τὴν ἐξέτασιν τῶν λεγομένων κατὰ τὴν προτέραν ὁμολογίαν ἰτέον· ἐκεῖνο δὲ ποιοῦμεν δῆλον ὡς οὐ παντάπασι τὰ τῶν ἀνδρῶν ἀθετήσομεν. οὐ γὰρ ἐκεῖνοι πάντα κακῶς εἰρήκασιν, εἰ καὶ παρὰ τὴν τῶν ἐλέγχων ἀγωγὴν τοῦτο δόξειεν· τοῖς γὰρ φαινομένοις ὁ λόγος ἐνστήσεται. οὔτε γὰρ ὅτι ἔδωκαν ἁπλῶς τῇ ψυχῇ μεμφόμεθα οὔτ’ εἰ γινώσκειν εἶπον τὰ πράγματα· τὸ γὰρ ἀσώματον καὶ νοερὸν αὐτόθεν ἡμέτερόν ἐστιν· ἀλλ’ ὅτι κίνησιν εἰπόντες οὐ διεστείλαντο τὴν ποίαν καὶ πῶς, καὶ παρῆκαν τοῖς πολλοῖς τὰς σωματικὰς δὴ ταύτας νοεῖν καὶ ἐπὶ ψυχῆς. καὶ γινώσκει μέν, οὐχ ὡς λέ- γεται δέ· οὐ γ· ὰρ ἑαυτοὺς λελήθαμεν, ἅ τε ἐν ἄλλοις εἴπομεν καὶ ἐροῦμεν, ὡς ἔνεστι κἀν τῇ ψυχῇ κίνησις. εἰ γὰρ τὸ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπ’ αὐτῆς μανθάνει γὰρ καὶ ἐπιστήμων ἐξ ἀνεπιστήμονος γίνεται, καὶ παρὰ μέρος ἀρετήν τε καὶ κακίαν μεταβεβλημένη δέχεται), κίνησις δέ ἐστιν ἡ ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ πρόοδος, πῶς οὐ κινηθήσεται; ποῦ δὲ θήσει τις καὶ τὰς νοητικὰς αὐτῆς καὶ τελείας ἐνεργείας καὶ τὰς τῶν θεωρημάτων διεξοδικὰς ἀνελίξεις καὶ ἀπὸ προτάσεων ἐπὶ τὰ συμπεράσματα ἀγωγάς; ὥστε καὶ Πλάτωνι οὗτος γὰρ μάλιστα οὐσιοῖ τῇ ψυχῇ τὴν κίνησιν) εἰ πρὸς ταῦτα βλέψαντι, πρὸς δὲ εἰ καὶ τὴν ζωοποιὸν αὐτῆς ὀνειρώξαντι δύναμιν αὐτοκίνητον αὐτὴν καὶ ἀεικίνητον προσαγορεῦσαι ἐπῆλθε, τοσοῦτον τοῦ ἐγκαλεῖν ἀπέχομεν, ὅσῳ καὶ προσεπαινοῦμεν καὶ ὡς τὰ ἡμέτερα πρεσβεύοντα τὸν ἄνδρα γνωρίζομεν· τέως δὲ πιεσθήτω καὶ διδότω τὰς εὐθύνας τῷ λόγῳ ὁ τῶν πολλῶν ὀλιγωρῶν καὶ μὴ διαιρῶν τὸ κατὰ τὸ φαινόμενον ἄτοπον.