Ancient Greek
᾿Αρχὴ τοῦ τρίτου τμήματος.
Sophonias, In Aristotelis Libros De Anima Paraphrasis 10.1-2
Not analysed yet
Εἰ γοῦν μηδὲν εἴη τῶν ἀπηριθμημένων τὸ κινοῦν, τί ἄν εἴη; ἢ φαίνεταί γε δύο ταῦτα τὰ κινοῦντα, νοῦς καὶ ὄρεξις, ὄρεξις μὲν ἐπὶ τῶν ἐμπαθῶν, νοῦς δὲ ὁ μὲν λογικὸς καὶ πρακτικὸς ἐπὶ τῶν σπουδαίων, ὁ δὲ κατὰ φαντασίαν ἐπὶ τῶν ἀλόγων· ἐν γὰρ ἐκείνοις ἡ νόησις οὐ λογισμός ἐστιν ἀλλὰ φαντασία. καὶ ἡμεῖς δὲ ὅταν ἀπροβουλεύτως μνησθέντες τινὸς ἴωμεν ὄπισθεν αὐτοῦ, κατὰ μόνην φαντασίαν κινούμεθα. τρία οὖν κατὰ τοῦτο τὰ κινητικὰ κατὰ τόπον εἴη ἄν, νοῦς πρακτικὸς φαντασία καὶ ὄρεξις. μήποτε δὲ οὐκ εὐλόγως ἔχῃ λέγειν τοσαῦτα τὰ τῆς κινήσεως αἴτια, ἀλλ’ ἓν τοῦτο τίθεσθαι καὶ κοινὸν τὴν ὄρεξιν. εἰ γὰρ καὶ ἐν πλείοσιν ὑφέστηκε, νῷ καὶ θυμῷ καὶ ἐπιθυμίᾳ, ἀλλ’ οὖν εἰς ἕν τι συνάγεται καθὸ ὄρεξις. εἰ γὰρ δύο νοῦς καὶ ὄρεξις ἐκίνουν, κατὰ κοινὸν ἄν τι εἶδος ἐκίνουν. νῦν δὲ ὁ μὲν νοῦς οὐ φαίνεται κινῶν ἄνευ ὀρέξεως ἡ γὰρ βούλησις ὄρεξις· ὅταν δὲ κτὰ λογισμὸν κινῆται, καὶ κτὰ βούλησιν κινεῖται), ἡ δὲ ὄρεξις κινεῖ παρὰ τὸν λογισμόν· ἡ γὰρ ἐπιθυμία ὄρεξίς τίς ἐστιν. ἓν δὲ λέγομεν τὸ ὀρεκτικὸν οὐχ ὡς μιᾶς φύσεως οὔσης τῆς τε τοῦ νοῦ καὶ τῆς ἐμπαθοῦς, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς έν. ὄρεξις μὲν οὖν ἀρχὴ κινήσεως τῷ σώματι, ταύτης δὲ τὸ ὀρεκτόν, οἷον κάλλος πόμα νίκη. τοῦτο δὲ τὸ ἀγαθὸν ἢ τὸ ὄντως ἢ τὸ φαινόμενον, καὶ πρακτον· τοῦτο δέ ἐστι τὸ καὶ ἄλλως ἔχειν δυνάμενον, καὶ περὶ ὃ βουλή, οἷον εἰρηνεῦσαι πολε- μῆσαι πλουτῆσαι ὑγιᾶναι. ὅτι μὲν οὖν ἡ τοιαύτη δύναμις τῆς ψυχῆς κινεῖ ἡ καλουμένη ὀρεκτικὴ φανερόν· ὅπως δέ, ὡς ἄν τινος τῇ ψυχῇ ἔφεσις γένηται (τοῦτο δέ ἐστι τὸ ὀρεκτὸν καὶ πρακτὸν ἀγαθόν), καὶ δεῖται τῆς εἰς αὐτὸ μετουσίας καὶ τοπικῆς μεταβάσεως, εὐθὺς τὸ πνεῦμα τὸ ἐν ἐγκεφάλῳ κινεῖ τοῦτο γὰρ αὐτῇ πρῶτον ὄργανον αἰσθήσεως καὶ κινήσεως, λεπτότατον ὂν ὥσπερ τὸ τῆς ζωῆς ἐν καρδίᾳ)· τὸ δὲ τὰ νεῦρα, πάντων ἐν ἐγκεφάλῳ τὰς ἀρχὰς ἐχόντων· τὰ δὲ τὰ ὀργανικὰ τοὐ σώματος μόρια, χεῖρας καὶ πόδας καὶ τὰ λοιπά· τούτοις δὲ τὸ ὅλον σῶμα μετάγεται καὶ οὕτω κίνησις γίνεται. ἐπεὶ δὲ ἡ ὄρεξις ἢ ἐν νῷ ἢ ἐν τῷ πάθει, ποτὲ μὲν κατορθουμένη ποτὲ δ’ ἡμαρτημένη ἡ πρᾶξις γίνεται. εἰ μὲν γὰρ ὁ νοῦς ἄρχοι, κατορθοῖ· πᾶς γὰρ νοῦς ᾗ νοῦς ὀρθός ἐστιν· εἰ δὲ ἡ ἐμπαθής, ἁμαρτάνει. καὶ ἀεὶ μὲν ὁ πρακτικὸς νοῦς ἕνεκά του τῆς πράξεως γάρ), ὁ θεωρητικὸς δ’ οὔ. τέλος δ’ ἐκείνῳ μὲν ἡ πρᾶξις, τῷ δὲ ἡ θεωρία. καὶ μέντοι καὶ ἡ ὄρεξις ἕνεκά του πᾶσα· τοῦ ὀρεκτοῦ γάρ. τὸ δὲ ἀρχὴ μὲν τῷ πρακτικῷ νῷ γίνεται βουλευομένῳ, τέλος δὲ τῆς πράξεως. οἷον ῥιγῶντες βουλευόμεθα ὅτι δεῖ σκέπης· τοῦτο ὅ ἄν γένοιτο, εἰ ἐπινοηθείη τι ἡμῖν περιβόλαιον· τοῦτο δὲ εἰ στήμονα καὶ κρόκην συνάψαιμεν· ταῦτα δὲ ἐξ ἐρίων, ἐκ τῶν προβάτων δὲ τὰ ἔρια· δεῖ οὖν ὠνήσασθαι πρόβατα. καὶ εἰς τοῦτο τοῦ πρακτικοῦ νοῦ λήξαντος ἐν- τεῦθεν ἡ πρᾶξις ἄρχεται· ὠνούμεθα πρόβατα, κείρομεν τὰ ἔρια, στήμονα καὶ κρόκην ποιοῦμεν· ταῦτα δὲ συμπλέξαντες ποιοῦμεν περιβόλαιον· καὶ ἐνταῦθα κατέληξε πάλιν ἡ πρᾶξις, ἔνθα ἤρξατο ἡ θεωρία. καὶ δὴ περὶ τοῦ αὐτοῦ λογίσαιτ’ ἄν πολλάκις καὶ ὁ θεωρητικὸς νοῦς, εἰς ὃ καὶ ὁ πρακτικός, οὐχ ὁμοίως δέ· ὁ μὲν γὰρ αὐτὴν τὴν φύσιν τοῦ πράγματος ἐπισκέψαιτο μόνην ὅπως ἔχοι, οὐκ εἰδὼς εἴτε πρακτόν ἐστιν εἴτε μή, οἷον τίς ποτε φύσις ὑγείας καὶ τίς ἡ τῶν σωμάτων κρᾶσις, καὶ οὐ πρὸς μερικὸν ἀλλὰ καθόλου· ὁ δὲ ὅπως ἂν τόδε τὸ σῶμα ψυχρὰν ἔχον δυσκρασίαν ἰάσαιτο, πάντα μερικά. μή- ποτε δὲ καὶ ὁ θεωρητικὸς κινεῖ· ὅτι μὲν γάρ ἐστί τις ὄρεξις καὶ αὐτῷ, πρόδηλον. ὀρεγόμεθα γὰρ μαθημάτων καὶ τῆς τῶν πραγμάτων θεωρίας καὶ τῆς πρὸς τὸ θεῖον ἀνατάσεως· ἔνθεν καὶ πρὸς τοὺς διδασκάλους φοιτῶμεν ἑαυτοῖς ἐξευρεῖν μὴ δυνάμενοι, οἵ τε διδάσκαλοι πρὸς τοὺς διδαχθῆναι ὀφείλοντας ἔρχονται ὀρεχθέντες τούτου. κἄν τελειωθέντα δέ τις ὑποθοῖτο τὸν ἡμέτερον νοῦν καὶ γενόμενον ἐνεργείᾳ, καὶ τότε προσδεὴς ἔσται τῆς ἀπ’ ἄλλου γνωστοῦ ἐπ’ ἄλλο μεταβάσεως, ὡς καὶ νῦν ὁρῶμεν τοὺς ἐπιστήμονας· οὐ γὰρ δὴ πάντα προχείρως ἕξει ὡς ὁ θεῖος ἀθρόως καὶ μιᾷ ἐπιβολῇ καὶ ἀεὶ πάντων τῶν ὄντων ἑστῶσαν ἔχων τὴν θεωρίαν, ἀλλ’ ἀφ’ ἑτέρου ἐφ’ ἕτερον θεώρημα μεταβαίνων ἔσται· τοῦτο δὲ ὀρέξεως ἄνευ ἀδύνατον. ὥστε γένοιτ’ ἄν ποτε καὶ ἡ ἐν τῷ θεωρη- τικῷ νῷ ὄρεξις αἰτία τῷ σώματι τῆς κατὰ τόπον κινήσεως. ἢ πρὸς ταῦτα ἐκεῖνο συντόμως εἰπεῖν, ὡς οὐκ αὐτόθεν ἡ ἐν τῷ θεωρητικῷ ὄρεξις κινητική ἐστι τοῦ σώματος, ἀλλ’ ὀρεχθεὶς τοῦ μαθεῖν τι ἢ διδάξαι, ἐπεὶ μὴ οἷόν τε τοῦτο γενέσθαι ἄνευ τῆς κατὰ τόπον κινήσεως, ἐπιτρέπει τῷ πρακτικῷ νῷ ποιήσασθαι τὴν τοῦ σώματος κίνησιν, ὁ δὲ κινεῖ· ἐπεὶ καὶ ὑγιαίνειν τὸ σῶμα βούλεται, ἵνα μὴ πρὸς τὴν ἐνέργειαν ἐμποδίζηται, καὶ λ· ουτροῖς ἔνθεν καὶ γυμνασίοις χρῆται· οὐχ ᾗ δὲ θεωρητικός, ἀλλ’ ᾗ πρακτικός, ὡς εἷς τῷ τέλει διαφέρων. ὅτι μὲν οὖν κατ’ ὄρεξιν ἐν τοῖς ζώοις ἡ κίνησις, δῆλον ἐκ τούτων. Ἐπεὶ δ’ ὀρέξεις γίνονται ἐναντίαι ἀλλήλαις, τοῦτο δέ, ὅταν λόγος ἐπι- θυμίᾳ μάχηται, σκεπτέον ὅπως ποτὲ ταῦτ’ ἔχει. ὁ μὲν γὰρ λόγος σωφροσύνη καὶ δικαιοσύνης ὀρέγεται, τὰ δὲ πάθη τὸ μὲν ἐπὶ τὸ φιλήδονον, τὸ δὲ ἐπὶ τὸ φιλότιμον ἐκκαλεῖται· καὶ ὁ μὲν διὰ τὸ μέλλον ἀνθέλκειν κελεύει, ἡ δὲ ἐπι- θυμία διὰ τ· ὸ ἤδη ἡδύ· φαίνεται γὰρ τὸ ἤδη ἡδὺ καὶ ἁπλῶς ἡδὺ καὶ τὸ παρὸν ἀγαθὸν καὶ ἀπλῶς ἀγαθὸν διὰ τὸ μὴ ὁρᾶν τὸ μέλλον. καὶ δήπου τῷ πυρέττοντι ψυχροῦ ἐφιεμένῳ ὁ μὲν νοῦς ὁρῶν τὸ μέλλον κακὸν ἐκ τῆς πόσεως ἀποτρέπει πιεῖν, ἡ μέντοι ἐπιθυμία τὸ παρὸν ὁρῶσα βιάζεται· καὶ οὕτω λοιπὸν συμβαίνει τὴν μάχην τῶν ὀρέξεων γίνεσθαι. τοῦτο δ’ ἐν μόνοις ἀνθρώ- ποις τοῖς καὶ χρόνου αἴσθησιν ἔχουσιν, οὔτε δὲ ἐν τοῖς κρείττοσιν οὔτε ἐν τοῖς χείροσι· τοῖς μὲν γὰρ οὐκ ἔστιν ἀλογία, τοῖς δ’ οὐκ ἔστι λόγος. τούτων οὕτως ἐχόντων ἀνάγκη τὸ κινοῦν τὴν κατὰ τόπον κίνησιν τὸ ζῶον μὴ ἓν εἶναι. ἀλλὰ γένει μὲν ἕν, εἴδει δὲ καὶ ἀριθμῷ πλεῖστα. αὐτίκα ποιητικὸν μὲν καὶ πρῶτον αἴτιον αὐτὴ ἡ ὄρεξις· δεύτερον δὲ ᾧ κινεῖ. τοῦτο δὲ διττόν, τὸ μὲν κινοῦν μέν, οὐ κινούμενον δέ, ὡς τὸ ὀρεκτόν, οἷον ὑγεία, νίκη, ὃ δὴ καὶ τελικὸν κινήσεως αἴτιον· τὸ δὲ κινούμενόν τε καὶ κινοῦν, ὅπερ ἐστὶν ὀργανικόν, τὸ ἐν ἐγκεφάλῳ πνεῦμα· τούτῳ γὰρ ὀργάνῳ πρώτῳ πρὸς τὴν αἴσθησιν καὶ κίνησιν ἡ ψυχὴ χρῆται. ὅθεν καὶ εἴ τις ἔμφραξις ἐν νεύρῳ γένοιτο τοῦ πνεύματος κωλύουσα τὴν δίοδον, τὸ μὲν ἀνωτέρω κινήσεται τὸ κάτω δ’ οὔ. εἰδικὸν δὲ αὐτὴ ἡ κίνησις, ἧς ζητοῦμεν τὰ αἴτια. κινούμενον δὲ τὸ ζῶον. τὸ μέντοι πνεῦμα καὶ ἀρχὴ καὶ τέλος ἐστί· καθὸ μὲν γὰρ μέσον ὂν τῆς ἀσωμάτου καὶ ἀύλου φύσεως καὶ τοῦ παχέος τούτου σώματος, καὶ δι’ αὐτοῦ δευτέρως καὶ κίνησις χορηγεῖται καὶ αἴσθησις, εἴη ἄν ἀρχή· καθὸ δὲ ἄλλοθεν κινεῖται καὶ εἰς αὐτὸ ἀποτελευτῶσιν αἱ τῆς ψυχῆς ἐλλάμψεις καὶ ζωαί, γένοιτ’ ἄν τελευτή. ὅθεν ἕν ἐστι καὶ οὐχ ἕν, καὶ κινούμενον καὶ ἀκίνητον. θεωρητέον δὲ περὶ αὐτοῦ ὕστερον ἐν τοῖς κοινοῖς ἔργοις ψυχῆς καὶ σώματος διεξοδικώτερον· νῦν δ’ ὡς ἐν κεφαλαίῳ εἰπεῖν ὅτι τὸ κινοῦν ὀργανικῶς, ὅπου ἂν ἀρχὴ καὶ τελευτὴ τὸ αὐτό, ὡς ἐν θύρᾳ καὶ κιβωτίῳ ὁ γίγγλυμος· ἐνταῦθα γὰρ τὸ κυρτὸν καὶ τὸ κοῖλον τὸ μὲν τελευτή, τὸ δ’ ἀρχή. διὸ τὸ μὲν ἠρεμεῖ τὸ δὲ κινεῖται, λόγῳ μὲν ἕτερα ὄντα, μεγέθει δὲ ἀχώριστα· πάντα γὰρ ὤσει καὶ ἕλξει κινεῖται. διὸ ὥσπερ ἐν κύκλῳ δεῖ μένειν τι καὶ ἐντεῦθεν ἄρχεσθαι τὴν κίνησιν. ὅλως μὲν οὖν, ὥσπερ εἴρηται, ᾗ ὀρεκτικὸν τὸ ζῶον, ταύτῃ ἑαυτοῦ κινητικόν· ὀρεκτικὸν δὲ οὐκ ἄνευ φαντασίας· αὕτη δὲ ἢ λογιστικὴ ἢ αἰσθητική, ὡς κἀν τοῖς περὶ φαντασίας ἐλέγετο. τῆς δὴ αἰσθητικῆς καὶ τὰ ἄλλα ζῷα μετέχει. ἡ γὰρ φαντασία ἢ ἀπὸ τοῦ νοῦ τὰς ἀρχὰς λαμβάνουσα κινεῖται ἢ παρὰ τῆς αἰσθήσεως. καὶ ἀπὸ μὲν τοῦ νοῦ τὸν τρόπον τοῦτον· ὅταν γὰρ ὁ νοῦς ὁ πρακτικὸς ὀρεχθῇ διά τι φέρε εἰπεῖν ἀγαθὸν κινῆσαι τὸ ζῶον ἐπὶ τὸ Βυζάντιον, εὐθὺς ἡ φαντασία τυποῦται ὑπὸ τῆς τοῦ νοῦ ὀρέξεως, τοῦτο δέ ἐστι τῆς βου- λήσεως, καὶ μορφοῦται τὸν τύπον τῆς πόλεως ἢ ἀληθῆ, εἰ ἔφθη διὰ τῆς αἰσθήσεως τυπωθῆναι, τότε μνημονεύουσα, ἢ ἐξ ὁμοιότητος τῶν ἄλλων καὶ πεπλασμένον· εἶτα βουλευομένου, πότερον διὰ γῆς ἢ θαλάσσης πορεύσεται, καὶ ἡ φαντασία μορφοῦται τὸν πλοῦν ἢ τὴν γῆν· καὶ προκρίναντος θάτερον, εἰ τύχοι, τὴν διὰ γῆς καὶ τὴν διὰ τῶνδε ἢ τῶνδε τῶν τόπων ὁδόν, πάλιν ἡ φαντασία μορφοῦται κατ’ ἐκεῖνο, εἰς ὅπερ ἡ τοὐ νοῦ ἔκλινε βούλησις, καὶ τότε κινεῖ κατὰ ταύτην τὸ ζῶον συνθεῖσα πάντα τὰ φαντάσματα εἰς ἕν· λέγω δὴ τὴν ἐπὶ τόνδε τὸν τόπον πορείαν διὰ γῆς καὶ τῶνδε τῶν τόπων. καὶ τοιαύτη μὲν ἡ λογικὴ τήν τε ἀρχὴν ἀπὸ τοῦ νοῦ ἔχουσα καὶ κατὰ μέρος εἰς ἓν συντι- θεῖσα. ἡ μέντοι ἄλογος ἀπὸ τῶν αἰσθήσεων τὰς ἀρχὰς λαμβάνει· τὸ γὰρ ἐγγινόμενον ἐν αἰσθήσει πάθος τοῦ αἰσθητοῦ προσβαλόντος ἐναπομαξαμένη μορφοῦται, εἴτε ἡδὺ εἴτε λυπηρόν, καὶ κινεῖ τὴν ὄρεξιν ἐπὶ τὸ φυγεῖν ἢ ἑλεῖν, ἡ δὲ τὸ ζῶον· οἷον ὑπὸ τῆς τοῦ μέλιτος ὀσμῆς οὔσης ἡδείας πάσχει προσβαλὸν τὸ τῶν μυιῶν ὀσφραντικόν, τὸ δὲ τυποῖ τὸ φανταστικόν, ἐκ τούτου δὲ ὄρεξις, ἡ δὲ ἐπὶ τὸ μέλι τὰς μυίας ἄγει· τάς τε μελίσσας κατὰ τὰ αὐτὰ λυποῦσα διώκει ἡ τοῦ καπνοῦ προσβολή. ἐκ δὴ τῆς αἰσθήσεως ἡ ἄλογος φαντασία τὴν ἀρχὴν ἴσχει, καὶ τὰ πολλὰ φαντάσματα εἰς ἓν συνθεῖναι ἀδυνατεῖ, ὥσπερ ἡ λογική, ἀλλὰ συμπαρομαρτεῖ τῇ αἰσθήσει τοῦτο μόνον φανταζομένη, οὗπερ ἡ αἴσθησις ἀντελάβετο, ἐπιλανθανομένη τῶν ὄπισθεν· διὸ οὐδὲ δοξάξειν τὰ ἄλογα δύναται, εἴπερ ἡ δόξα τοῦ καθόλου.