Ancient Greek
᾿Αρχὴ τοῦ τρίτου τμήματος.
Sophonias, In Aristotelis Libros De Anima Paraphrasis 9.1-2
Not analysed yet
Ἐπεὶ δὲ ἡ ψυχὴ κατὰ δύο ὥρισται δυνάμεις τῶν ζώων, τῷ τε κριτικῷ, ὃ διανοίας ἔργον ἐστὶ καὶ αἰσθήσεως, καὶ ἔτι τῷ κινεῖν τὴν κατὰ τόπον κίνησιν, περὶ μὲν αἰσθήσεως καὶ νοῦ διωρίσθω ταῦτα· περὶ δὲ τοῦ κινοῦντος, τί ποτέ ἐστι τῆς ψυχῆς, σκεπτέον, πότερον ἕν τι μόριον αὐτῆς χωριστὸν ὂν μεγέθει καὶ τόπῳ· ἢ λόγῳ ἢ καὶ πᾶσα ἡ ψυχή· κἀν εἰ μόριόν τι, πότερον ἴδιόν τι παρὰ τὰ εἰωθότα λέγεσθαι καὶ τὰ εἰρημένα, ἢ τούτων ἕν τι. ἔχει δὲ ἀπορίαν εὐθύς, πῶς τε δεῖ μόρια ψυχῆς λέγειν καὶ πόσα. τρόπον γάρ τινα ἄπειρα φαίνεται, καὶ οὐ μόνον ἅ τινες λέγουσι διορίζοντες λογικὸν θυμικὸν ἐπιθυμητικόν, οἱ δὲ τὸ λόγον ἔχον καὶ τὸ ἄλογον. κατὰ γὰρ τὰς διαφοράς, δι’ ἃς ταῦτα χωρίζουσι, καὶ ἄλλα φανεῖται μόρια μείζω διάστασιν ἔχοντα τούτων, περὶ ὧν καὶ νῦν εἴρηται, τό τε θρεπτικόν, ὃ καὶ τοῖς φυτοῖς ὑπάρχει καὶ πᾶσι τοῖς ζώοις, καὶ τὸ αἰσθητικόν, ὃ οὔτε ὡς ἄλογον οὔτε ὡς λόγον ἔχον θείη ἄν τις ῥᾳδίως. ἔτι δὲ τὸ φανταστικόν, ὃ τῷ μὲν εἶναι πάντως ἕτερον, τίνι δὲ τούτων ταὐτὸν ἢ ἕτερον ἔχει πολλὴν ἀπορίαν, εἴ τις θείη κεχωρισμένα μόρια τῆς ψυχῆς. πρὸς δὲ τούτοις τὸ ὀρεκτικόν, ὃ καὶ λόγῳ καὶ δυνάμει ἕτερον ἄν εἶναι δόξειε πάντων. καὶ ἄτοπον δὴ τὸ τοῦτο διασπᾶν· ἔν τε τῷ λογικῷ ἡ βούλησις γίνεται ὄρεξις οὖσα τοῦ ἀγαθοῦ, καὶ ἐν τῷ ἀλόγῳ θυμὸς ἐπιθυμία· εἰ δὲ τρία ἡ ψυχὴ κατὰ τοὺς τριμερῆ λέγοντας, καὶ ἐν ἑκάστῳ ἔσται ὄρεξις. ἀλλ’ οὐ δεῖ οὔτε μίαν οὖσαν τὴν ψυχὴν τεμαχίζειν εἰς διάφορα μόρια οὔτε διαφόρων οὐσῶν τῶν δυνάμεων διοικίζειν ἄλλην ἐν ἄλλῳ μορίῳ τοῦ σώματος. εἰ μὴ γὰρ πᾶσαι διὰ παντὸς ἥκουσι, πῶς ὅλον τραφήσεται ἢ αὐξηθείη ἢ κινηθήσεται; Πάλιν οὖν ἀναλαβόντες λέγομεν τί τὸ κινοῦν τὸ ζῶόν ἐστι. τὴν μὲν γὰρ κατ’ αὔξησιν καὶ φθίσιν κίνησιν, ἅπασιν ὑπάρχουσαν, τὸ πᾶσιν ὑπάρχον δόξειεν ἄν κινεῖν τὸ γεννητικὸν καὶ θρεπτικόν. περὶ δὲ ἀναπνοῆς καὶ ἐκπνοῆς καὶ ὕπνου καὶ ἐγρηγόρσεως κινήσεις γάρ πως τοπικαὶ καὶ αὗται) ὕστερον ἐπι- σκεπτέον· ἔχει γὰρ καὶ ταῦτα πολλὴν ἀπορίαν. ἀλλὰ περὶ τῆς κατὰ τόπον κινήσεως τί τὸ κινοῦν τὸ ζῶον τὴν πορευτικὴν κίνησιν, σκεπτέον. ὅτι μὲν οὐχ ἡ θρεπτικὴ δύναμις, δῆλον· ἀεί τε γὰρ ἡ τοπικὴ κίνησις ἕνεκά του καὶ μετὰ φαντασίας ἢ ὀρέξεως· οὐθὲν γὰρ μὴ ὀρεγόμενον ἢ φεῦγον κινεῖται, ἀλλ’ ἢ βίᾳ μεταβὰν ἔσται, ὡς Ἱππόλυτος τυχὸν ὑπὸ τῶν ἵππων συναρπασθείς. ἡ δὲ θρεπτικὴ εἰ καὶ ἕνεκά του, ἀλλ’ οὐ μετὰ φαντασίας. ἔτι τὰ φυτὰ τὴν θρεπτικὴν ἔχοντα δύναμιν ἦσαν ἄν καὶ πορευτικὰ καὶ εἶχον ἄν μόριον ὀργανικὸν πρὸς τὴν κίνησιν ταύτην. τί δ’ ἄν εἴποιμεν περὶ τῆς βώλου, ὅταν ἐπὶ τὰ κάτω φέρηται, ἢ ὅταν ἐπὶ τὰ ἄνω τὸ πῦρ; οὐ γὰρ βίαιος αὕτη ἡ κίνησις, καὶ ὅμως οὐ μετ’ ὀρέξεως. ἢ οὐ περὶ πάσης ἡμῖν ἐνταῦθα πρόκειται τοπικῆς διασκοπῆσαι κινήσεως, ἀλλὰ περὶ μόνης τῶν ζώων. ὁ οὐρανὸς δὲ καὶ τὰ οὐράνια κύκλῳ φερόμενα κατ’ ὄρεξιν ποιοῦνται τὴν κίνησιν· νοὸς γὰρ μιμοῦνται τὴν εἰς αὑτὸν συστροφήν. ἀλλ’ οὐδὲ τὸ αἰσθητικὸν τὸ κινοῦν ἐστι· πολλὰ γάρ ἐστι τῶν ζώων, ἃ αἴσθησιν μὲν ἔχει, μόνιμα δέ ἐστι καὶ ἀκίνητα. εἰ οὖν ἡ φύσις μήτε ποιεῖ μάτην μηθέν, μηθ᾿ ἀπολείπει τι τῶν ἀναγκαίων πλὴν ἐν τοῖς πηρώμασι καὶ ἐν τοῖς ἀτελέσι, τὰ δὲ τοιαῦτα τῶν ζώων τέλειά εἰσι καὶ οὐ πηρώματα σημεῖον δὲ ὅτ’. γεννητικά, εἰ καὶ μὴ ὡς τὰ ζῷα ἐκ συνδυασμοῦ, ἀλλ’ ὡς τὰ φυτά, καὶ ἀκμὴν ἔχει καὶ φθίσιν)· ὥστ’ εἶχεν ἂν καὶ τὰ ὀργανικὰ μόρια τῆς πορείας. ἀπορήσειε δ’ ἄν τις, εἰ καὶ παρεκβατικώτερον· εἰ δὴ πολλὰ τῶν ζώων τὴν αἰσθητικὴν ἔχει δύναμιν, τελειοτέραν οὖσαν, τῆς γεννητικῆς ἐστερημένα ταύτης οὕσης ὑποδεεστέρας, πῶς ἐλέγετο ἐν τοῖς ἔμπροσθεν ὅτι οὐ πρότερον τῶν τελειοτέρων ἐνδέχεται μετασχεῖν, εἰ μὴ τῶν καταδεεστέρων τις μετάσχῃ; †ὄρτυγες γὰρ καὶ μυῖαι καὶ σκώληκες καὶ ἄλλ’ ἄττα αἰσθητικὰ ὄντα τῆς γεννητικῆς ἐστέρηνται δυνάμεως τῷ αὐτο- μάτως ἢ ἐκ σήψεως ὕλης φύεσθαι. ἐκεῖνο δὲ πρὸς τοῦτο λέγομεν ὡς ὅσαι τῶν ψυχικῶν δυνάμεων πρὸς τὸ εἶναι συντελοῦσι, ταύτας ἀνάγκη κατὰ τὴν εἰρημένην τάξιν τοῖς ἐμψύχοις παραγίνεσθαι· ὅσαι δὲ πρὸς τὸ εὖ εἶναι οἷον ἡ γεννητικὴ πρὸς ἀιδιότητα καὶ διαδοχὴν μόνην, ταύτας οὐκ ἀνάγκη. τοσαῦτα καὶ περὶ τούτων. αὖθις δ’ ἐπανιόντες λέγομεν, ὡς οὔτε τὸ λογιστικὸν οὔθ’ ὁ καλούμενος νοῦς ἐστιν ὁ κινῶν, οὔτε ὁ θεωρητικὸς οὔθ’ ὁ πρακτικός, τῷ τὸν μὲν μηδὲν νοεῖν πρακτόν, οὗ ἕνεκα ἡ κατὰ τόπον κίνησις, ἀλλὰ τῶν καθόλου καὶ νοητῶν ἀντιλαμβάνεσθαι, καὶ μήτε περὶ φευκτοῦ ἢ διωκτοῦ λέγειν· ἡ δὲ κίνησις ἢ φεύγοντος ἢ διώκοντος τί ἐστι. καὶ μᾶλλον ὅ ἄν ὑπονοηθείη ἠρεμίας αἴτιος ἢ κινήσεως· θεωρῶν γὰρ προσδεής ἐστι τῆς κατὰ σῶμα ἠρεμίας ὡς ἐκκρουόμενος τῇ κινήσει. οὔτε δὲ ὁ πρακτικὸς ᾗ τοιοῦτος κινήσεως αἴτιος· πολλάκις μὲν γὰρ θεωροῦμεν τῶν φευκτῶν τι ἢ διωκτῶν, καὶ οὐ κινούμεθα ἀλλ’ ἐν μόνῃ ψῇ τῇ τοῦ πράγματος ἱστάμεθα θεωρίᾳ, ὡς ἄν τις περὶ πολέμου βουλεύοιτο, πῶς ἄν τροπώσαιτο πολεμίους ἐπιόντας ἢ φυγῇ χρήσαιτο· πολλάκις δὲ καὶ μὴ θελόντων κινηθῆναι ἐν τῇ φοβερῶν ἢ ἡδέων διανοήσει, ἡ μέντοι καρδία ἀντιτείνουσα κινεῖται καὶ αἱ τρίχες φρίττουσι. καὶ πάλιν διψῶντος ἐν στρατοπέδῳ στρατιώτου καὶ κελεύοντος τοῦ πάθους ἵεσθαι ἐπὶ πότον, ὁ νοῦς μένειν παρακελεύεται ἐν θεωρία τοῦ καλοῦ καὶ συμφέροντος. καὶ αὖθις ἐπιτάττοντος τοῦ νοῦ καὶ κελευούσης τῆς διανοίας τῆς πρακτικῆς φεύγειν τι ἢ διώκειν, οὐ κινεῖται ὁ ἄνθρωπος ἀλλὰ κατὰ τὴν ἐπιθυμίαν πράττει, οἷον ἐπὶ τῶν ἀκρατῶν· ἑταίρας γὰρ φανείσης ὁ μὲν νοῦς φεύγειν παρακελεύεται, ἡ δὲ ἐπιθυμία μένειν βιάζεται. καὶ ἔτι αἱ τέχναι πᾶσαι νοῦς οὖσαι πρακτικὸς οὐκ ἐνεργοῦσιν, ὡς ἑτέρου τινὸς ὄντος κυρίου τοῦ ποιεῖν κατὰ τὴν ἐπιστήμην, ἀλλ’ οὐ τῆς ἐπιστήμης. ὁρῶμεν γὰρ ὅτι ὁ ἔχων τὴν ἰατρικὴν οὐκ ἰᾶται οὐδὲ ἔρχεται ἐπὶ τὸν ἄρρωστον, ἕως ἂν ἢ τὸ φιλοχρήματον ἢ φιλότιμον κινήσῃ ἢ καὶ ἄλλο τι. ἀλλὰ μὴν οὐδ’ ἡ ὄρεξις ἡ ἐμπαθὴς ἥ τε θυμικὴ καὶ ἐπιθυμη- τικὴ κυρία τῆς κινήσεως· οἱ γὰρ ἐγκρατεῖς ὀρεγόμενοι καὶ ἐπιθυμοῦντες οὐ πράττουσιν ὧν ἔχουσι τὴν ὄρεξιν, ἀλλ’ ἀκολουθοῦσι τῷ νῷ.