Ancient Greek
Ἀρκὴ τοῦ δευτέρου τμήματος.
Sophonias, In Aristotelis Libros De Anima Paraphrasis 3.1-2
Not analysed yet
τῶν οὖν εἰρημένων δυνάμεων τῆς ψυχῆς τοῖς μὲν ἐνυπάρχουσι πᾶσαι, καθάπερ εἴπομεν, τοῖς δὲ τινὲς αὐτῶν, ἐνίοις δὲ μία μόνη. δυνάμεις δ’ εἴπομεν θρεπτικόν, ὀρεκτικόν, αἰσθητικόν, κινητικὸν κατὰ τόπον, διανοητικόν. ὑπάρχει δὲ τοῖς μὲν φυτοῖς τὸ θρεπτικὸν μόνον· τοῦτο γὰρ αὐτοῖς καὶ αὔξην παρέχει καὶ γέννησιν· ἑτέροις δὲ τοῖς ἀλόγοις αὐτό τε καὶ τὸ αἰσθητικόν, τοῖς ἀνθρώποις δὲ πρὸς τούτοις καὶ νοῦς. ἔνθα δὲ τὸ αἰσθητικόν, καὶ τὸ ὀρεκτικὸν πάντων. κοινὸν δέ τι τὸ τῆς ὀρέξεως· καὶ γὰρ καὶ ἐπιθυμίᾳ καὶ. θυμῷ, ἔτι δὲ βου- λήσει ὄρεξις ἕπεται, καὶ μόνοις τοῖς τρισὶ τούτοις ὁρίζεται καὶ ὁμωνύμως πρόσεστιν. ἡ μὲν γὰρ ὄρεξις τοῦ ἐπιθυμητικοῦ πρὸς λῆψιν τοῦ ἡδέος, ὁ δὲ τοῦ θυμικοῦ πρὸς ἄμυναν τοῦ λυπήσαντος, ἡ δὲ τοῦ βουλευτικοῦ καὶ λογικοῦ πρὸς τὴν τῶν πρακτέων τελείωσιν. ἔτι πᾶσα μὲν αἴσθησις ἡδέος ἐστὶ καὶ λ· υπηροῦ ἐν οἷς δὲ τοῦτο, καὶ ὄρεξις. πάντα δὲ τὰ ζῷα, εἰ καὶ μὴ πάσας ἢ τινάς, κἄν μίαν τῶν αἰσθήσεων τὴν ἁφὴν ἔχει. ᾧ δ’ αἴσθησις ὑπάρχει ἁπλῶς, τούτῳ ἡδονή τε καὶ λύπη ἢ τὸ ἡδύ τε καὶ λυπηρόν οἷς δὲ ταῦτα, καὶ ἐπιθυμία τοῦ γὰρ ἡδέος ἐστὶν ὄρεξις αὕτη πρώτως, ἡ δὲ ἡδονὴ παρα- κολούθημα· ὅθεν καὶ τὰ προσπεφυκότα τῶν ζώων μόνης τῆς ἁφῆς κοινω- νοῦντα ὁρᾶται συστελλόμενα καὶ διαχεόμενα, ὧν τὸ μὲν ἡδέος ἐστί, τὸ δὲ λυπηροῦ. ἀλλὰ τοῖς τοιούτοις τῶν ζώων μόνην τὴν ἁφὴν ἔχουσι καὶ μόνη ἐπιθυμία ὑπάρχει, τοῖς δὲ πάσας καὶ θυμός, τοῖς λογικοῖς δὲ πρὸς τούτοις καὶ βούλησις, νοῦ καὶ λόγου οὖσα ἀπότεγμα. ἔτι τὰ ὁπωσοῦν αἰσθητικὰ πρώτην τὴν ἁφὴν ἔχειν ἀνάγκη· τρέφεσθαι γὰρ ἀνάγκη, αὕτη δὲ τροφῆς αἴσθη- σις. αἰσθάνεται μὲν γὰρ τῶν τεττάρων, θερμοῦ, ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ, ἐξ ὧν καὶ τὸ ζῶον συνέστηκεν· ἐξ ὧν δὲ συνέστηκεν, ἐκ τούτων καὶ τρέφεται, ὡς κἀν ὁμοίοις τὸ ὅμοιον. ἡ ἁφὴ ἄρα τροφῆς αἴσθησις καὶ διὰ τοῦτο καὶ πᾶσι σύνεστι. καὶ πεῖνα μὲν καὶ δίψα ἔνδειαι τροφῆς, ἡ μὲν ξηροῦ καὶ θερμοῦ, ἡ δὲ ὑγροῦ καὶ ψυχροῦ, ἐπείπερ τὸ ἀπορρέον δεῖται πληρώσεως. καὶ εἴπερ ποτὲ διψῶντες τῷ ὑγρῷ καὶ θερμὸν προσεμίξαμεν, οὐ καθ’ αὑτὸ τὸ θερμὸν ὡς ποτὸν προσελάβομεν, ὥσπερ οὐδ’ οἶνος ὑγρότητι ἔστιν ὅτε πεῖναν κατέπαυσεν ἦ γὰρ ἄν μᾶλλον ὕδωρ), ἀλλ’ ᾗ θερμός. θερμὸν δὲ καὶ ξηρὸν καὶ τὰ ἕτερα οὐ τῇ θίξει κρίνομεν μᾶλλον ἢ τῇ δυνάμει. οὐ πάντοτε δὲ ἡ δίψα καὶ ἄμφω, ἀλλ’ ἔστιν ὅτε ψυχροῦ μόνου. οἱ γοῦν πυρ· έττοντες δεόμενοι ψύξεως, καίπερ ὑγρῶν πολλάκις πλήρεις ὄντες τὰς γαστέρας, διψῶσιν οἷς καὶ ψυχρὸς πολλάκις ἀὴρ ἐπήρκεσεν. ἔτι πρὸς τὰς κενώσεις ἢ πληρώσεις καὶ τὰς ἐφέσεις ἔχομεν· οἱ μὲν γὰρ καὶ ποτοῦ καὶ τροφῆς τοῖς σώμασιν ἐνδεεῖς ἄμφω τῶν ἐναντίων κατὰ τὸ αὐτὸ τὴν ἐπιθυμίαν ἔχομεν· εἰ δὲ τοῦτο παρὰ μέρος κἀκεῖνο κατὰ λόγον. ἀλλὰ τρεφόμεθα μέν, ὡς εἴρηται, τοῖς κατὰ τὴν ἁφὴν αἰσθητοῖς, τοῖς δὲ ἄλλοις τῶν αἰσθητῶν τῶν παρ’ ἑτέραις αἰσθήσεσιν, ὄψει ὀσφρήσει καὶ ἀκοῇ οὔ· οὐδὲν γὰρ εἰς τροφὴν τούτων συμβάλλεται πλὴν ἢ κατὰ συμβεβηκός, οἷον ψόφος, χρῶμα, ὀσμή. ἡ μὲν γὰρ κατὰ τὴν ἁφὴν αἴσθησις τῆς τροφῆς ὡς καθ’ αὑτήν· ὅτι μέντοι λευκὸς ἢ ἡδὺς ὁ οἶνος ἢ εὔοσμος ἢ ὁ ἄρτος, κατὰ συμβεβηκὸς ὀρεγόμεθα. ἡ δὲ γεῦσις αὐτόθεν ἁφή. ὅθεν καὶ οἱ χυμοί, πικρόν, γλυκύ, ἁλμυρόν, τῶν ἁπτῶν εἰσιν οἷον ἀρτύματα καὶ ἡδύσματα. ἔθρεψαν μὲν γὰρ ἄν τὰ ἁπτὰ καὶ χωρὶς προσφερόμενα τῆς ἐν τῷ λάρυγγι συναισθήσεως, τῇ κατὰ τὴν γλῶσσαν μόνῃ διακρίσει ἀρκούμενα, οὐκ ἄν δὲ μέγας ἦν ὁ δεσμός, ἀλλ’ ᾤχετο καθάπαξ ψυχὴ καὶ τοῖς προστυ- χοῦσι λυπηροῖς ἐδυσχέρανεν· νυνὶ δ’ ἡ φύσις ὡς περόνῃ τῇ ἡδονῇ τὴν ψυχὴν τῷ σώματι συνεδήσατο· ἀγαπητὴν δὲ καὶ τὴν ἐξ ἀλλήλων γένεσιν ἡ ἡδονὴ καὶ διαδοχὴν ἐνεποίησεν, ἣν καὶ ταύτης χωρὶς οὐδὲν ἐκώλυε γίνεσθαι. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον· διασαφητέον δὲ ὕστερον περὶ αὐτῶν· νυνὶ δ’ ἐπὶ τοσοῦτον διωρίσθω, ὅτι τῶν ζώων τοῖς ἔχουσιν ἁφὴν καὶ ὄρεξις ὑπάρχει. περὶ δὲ φαντασίας ὡς μήπω περὶ αὐτῆς εἰποῦσιν ἄδηλον ἔτι. τοῖς τε γὰρ σπόγγοις καὶ ἄλλοις τῶν ὀστρακοδέρμων εἰ εὐθύς, ὥσπερ ἁφῆς μετεδώκαμεν, οὕτω καὶ φαντασίαν ὑποληψόμεθα, οὐκ ἄν εἴη ἐπεσκεμμένον. ἐνίοις δὲ πρὸς τούτοις καὶ τὸ κατὰ τόπον κινητικόν, ἑτέροις δὲ καὶ τὸ διανοητικὸν καὶ νοῦς οἷον ἀνθρώποις καὶ εἴ τι ζῶον τοιοῦτον ἕτερόν ἐστιν ἢ τιμιώτερον. Ἐπεὶ δὲ τὸ φύσει πρότερον καὶ τὸ ὕστερον, ὥσπερ ἐν τοῖς σχήμασιν, οὕτως ὁρᾶται κἀν ταῖς ψυχαῖς, τῶν δὲ τοιούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος, δῆλον ὡς οὐδ’ ὁ κατὰ τοὔνομα λόγος φύσεως ἐστι λόγος, ἀλλ’ ὁμώνυμος καὶ αὐτός· τῶν γὰρ ὁμωνύμων ἢ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν καὶ οἱ ὅροι κατάλ- ληλοι, ὡς ἐν τοῖς τοπικοῖς ἐλέγετο ὑγιεινὸν τὸ συμμέτρως ἔχον πρὸς ὑγείαν. οὔτε γὰρ κατὰ τὸ αὐτὸ σιτίον καὶ ἀέρα καὶ περίπατον ὑγιεινὸν ἐλέγομεν οὔτε τὸν λόγον ὁμοίως τούτοις κατὰ ταὐτὸ συνετάττομεν. τοιοῦτος καὶ ὁ τοῦ σχήματος τοῖς γεωμέτραις ἀποδοθεὶς λόγος, τὸ ὑπό τινος ἢ τινῶν ὅρων περιεχόμενον, καὶ ὁ τῆς ψυχῆς παρ’ ἡμῶν ἐντελέχειαν τιθεμένων φυσικοῦ ὀργανικοῦ σώματος· καὶ τὸν αὐτὸν τρόπον τῷ γεωμετρικῷ ὁ παρὼν εἷς ἂν εἴη καὶ ὅμοιος· οὗτε γὰρ ἐκεῖ σχήματα παρὰ τὸ τρίγωνόν ἐστι καὶ τὰ ἐφεξῆς οὐδ ἔστι τις τοιαύτη φύσις ἰδία κατὰ τὸ κοινὸν ἱσταμένη καὶ καθ’ αὑτήν, οὔτ’ ἐνταῦθα ψυχὴ παρὰ τὰς εἰρημένας. διὸ ὡς ἄν ἐπὶ τῶν σχημάτων γένοιτο λόγος κοινός, ὃς ἐφαρμόσει μὲν πᾶσι τοῖς κατὰ μέρος, ἴδιος δὲ οὐδενὸς ἐσεῖται καθόλου σχήματος, οὕτω καὶ ἐπὶ ταῖς εἰρημέναις ψυχαῖς· ἔν τε γὰρ τοῖς σχήμασιν καὶ ἐν ταῖς ψυχαῖς ἀεὶ ἐν τῷ ἐφεξῆς ὑπάρχει τὸ πρότερον, οἷον ἐν τετραγώνῳ μὲν τὸ τρίγωνον, ἐν αἰσθητικῷ δὲ τὸ θρεπτικόν· οὐ γὰρ ὥσπερ ἐν τοῖς ὡς γένος διαιρουμένοις εἰς εἴδη ὁ κατὰ τὸ κοινὸν ἀποδιδόμενος λόγος καὶ πᾶσι κατὰ τὸ αὐτὸ καὶ ὁμοίως ὑπάρχει τοῖς εἴδεσι καὶ ἴδιος οὐδενί, ἀλλ’ ἑνὸς τοῦ καθόλου καὶ γενικοῦ, οὕτως ἔχει καὶ ἐπὶ τῶν εἰρημένων ὁ μὲν γὰρ τοῦ ζώου ὁρισμὸς ἐξ ἴσου καὶ ἀνθρώπῳ καὶ ἵππῳ καὶ βοὶ καὶ τοῖς λοι- ποῖς ἐφήρμοσεν εἴδεσιν, ἐπεὶ μὴ τὸ φύσει πρότερον ἐν τούτοις καὶ ὕστερον. οὔτε γὰρ ἑνὸς ἀναιρεθέντος ἀνῄρηται τὰ λοιπὰ οὔτε τῶν ὅλων τὸ κοινόν · ἀνθρώπου γὰρ ἀναιρεθέντος οὐδὲν ἧττον μένει τὰ λοιπά, καὶ τῶν κατὰ μέρος ὑπολειπόντων πάντων ζώων ἔτι τὸ κοινὸν γένος τὸ ζῶον καὶ καθ’ αὑτὸ ὡς οὐσία ἔμψυχος αἰσθητικὴ ἐπινοεῖται. ἐνταῦθα δὲ οὔτε κατὰ τὸ αὐτὸ πᾶσιν οὔθ’ ὁμοίως ὁ λόγος τῶν καθόλου ταῖς κατ’ εἶδος ψυχαῖς ἐφήρμοσεν ἢ τοῖς σχήμασιν, ἀλλ’ ὁ μὲν τῷ τριγώνῳ πρώτως, ὁ δὲ τῇ φυτικῇ · ὑπόστασις γὰρ ταῦτα τῶν ἐφεξῆς καὶ ἀναιρεῖ ἀναιρούμενα· καὶ τὸ κοινὸν ἀμφοτέροις οὐδὲν παρὰ τὰ καθ’ ἕκαστα. ὅθεν οὐ μόνον ὅλοις οἰχομένοις συνοίχεται, ἀλλὰ καὶ τὰ παρ’ ἑκατέροις ἑνί, τῷ τριγώνῳ καὶ θρεπτικῷ. τά τε γὰρ ἄλλα σχῆ μάτα, ὥσπερ τῷ τριγώνῳ συντέθειται, οὕτω τούτῳ καὶ ἀναλύονται, αἵ τε ψυχαὶ τῷ θρεπτικῷ καὶ συνέχονται καὶ συμφθείρονται. εἰ οὖν οὕτω ταῦτα, ἐνδεῖ δὲ πρὸς ἀρκοῦσαν διδασκαλίαν, ὥς γε εἴρηται, ἡ ψιλὴ τῶν ὁρισμῶν ἔκθεσις συνεσπειραμένη καὶ ὡς ἐν κεφαλαίῳ τὸ πρᾶγμα περιλαμβάνουσα, οὐκ ἐν τοῖς ὁμωνύμοις μόνον, οἷς καὶ ἧττον διὰ κυρίων ὁ λόγος εἶσιν, ἀλλ’ οὐδ’ ἐν. τοῖς φυσικοῖς καὶ κατὰ γένος ἀφωρισμένοις, γελοῖοι ἐσόμεθα ζητήσαντες ἐπὶ τῆς ψυχῆς καὶ εὑρόντες τὸν κοινὸν λόγον, ὃς οὐδενός ἐστι τῶν κατὰ μέρος ἴδιος, καὶ ὁλοσχερώτερόν πως αὐτὴν ὁρισάμενοι ἀποχρῶσαν διδασκαλίαν νομί- σαντες εὐθὺς ἀπαλλάττεσθαι. ἀλλὰ μὴ τοῦτον μὲν ἀφεῖναι δεῖ, τὸν δὲ κατὰ μέρος καὶ κατὰ τὸ οἰκεῖον καὶ ἄτομον εἶδος ἑκάστῃ τῶν ψυχῶν προσήκοντα ἕτερον ἑτέρᾳ πειρᾶσθαι τοῖς ἐξ ἀρχῆς συνάγειν καὶ πράγματ’ ἔχειν κατ’ εἴδη διαιροῦντας ,τάς τε καθ’ ἕκαστον αἰτίας ἐπισκεπτομένους καὶ τοὺς τρόπους διερμηνεύοντας. ὥσπερ γὰρ τὸν γεωμέτρην, οὕτως ἔχειν δήπουθεν καὶ τὸν φυσικὸν δεῖ· ἐκείνῳ τε γὰρ οὐκ ἀπέχρησεν ἐν τῷ καθόλου τὸ σχῆμα ὁρίσασθαι παρεῖναι τί ἐστι τρίγωνον ἢ τετράγωνον, καὶ τούτῳ μετὰ τοῦ κοινῶς εἰπεῖν περὶ ψυχῆς καὶ τὰς κατὰ μέρος ἐπελθεῖν δεῖ. ὥστε καθ’ ἕκαστον ζητη- τέον, τίς ἑκάστου ψυχή, οἷον τίς φυτοῦ καὶ τίς ἀνθρώπου ἢ θηρίου. καὶ διὰ τίνα δ’ αἰτίαν τὸ ἐφεξῆς οὕτως ἔχουσι σκεπτέον. ἄνευ μὲν γὰρ τοῦ θρεπτι- κοῦ τὸ αἰσθητικὸν οὐκ ἔστι, τοῦ δὲ αἰσθητικοῦ χωρίζεται τὸ θρεπτικὸν ἐν τοῖς φυτοῖς. πάλιν δὲ ἄνευ μὲν τοῦ ἁπτικοῦ τῶν ἄλλων αἰσθήσεων οὐδεμία ὑπάρχει, ἁφὴ δὲ ἄνευ τῶν ἄλλων ὑπάρχει· πολλὰ γὰρ τῶν ζώων οὔτ’ ὄψιν οὔτ’ ἀκοὴν ἔχουσιν οὕτ’ ὀσμῆς ὅλως αἴσθησιν. καὶ τῶν αἰσθητικῶν τὸ μὲν ἔχει τὸ κατὰ τόπον κινητικόν, τὰ δ’ οὐκ ἔχει. τελευταῖα δὲ καὶ ἐλάχιστα ἔχει λογισμὸν καὶ διάνοιαν, οἷον ἄνθρωπος ἢ εἴ τι ἕτερον τοιοῦτον ὑπάρχει. καὶ οἷς μὲν ὑπάρχει λόγος, τούτοις καὶ τὰ λοιπὰ πάντα τῶν εἰρημένων οἷς δὲ ἐκείνων ἕκαστον, οὐ πᾶσι καὶ λογισμός, ἀλλὰ τοῖς μὲν τῶν ζώων οὐδὲ φαντασία, τὰ δὲ ταύτῃ μόνῃ ζῶσι. περὶ δὲ τοῦ θεωρητικοῦ ἕτερος λόγος. ὡς γὰρ ἐπὶ τῶν βαθμίδων ἔχει τῆς κλίμακος ὁ τῆς δεκάτης ἐπιβὰς καὶ ἄκρας καὶ πασῶν ἐπέβη, πρώτης, τρίτης καὶ τῶν ἑξῆς, ὁ δὲ τῆς πρώτης ἢ δευτέρας μόνης οὐκ ἐξ ἀνάγκης καὶ τῶν μετ’ αὐτάς), οὕτω καὶ ἐνταῦθα· τὸ μὲν γὰρ λογικὸν καὶ αἰσθητικὸν καὶ θρεπτικὸν πάντως· οὐκ ἔμπαλιν δὲ ἀνάγκη. καὶ ἐπ’ αὐτῆς δὲ τῆς αἰσθήσεως ἰδίως οὕτως ἔχει. τὰ μὲν γὰρ ὄψεως ἢ ἀκοῆς μετέχοντα πάντως καὶ ὀσφρήσεως καὶ γεύσεως καὶ ἁφῆς· τὰ δὲ τούτων οὐ πάντως ἐκείνων. σπόγγοι μὲν γάρ, ὥς φασι, καὶ ἀκαλῆφαι μόνης τῆς ἁφῆς κοινωνοῦσιν, ὡς ἁπτόμενα ὅλῳ τῷ σώματι τοῦ περικεχυμένου ἔξωθεν ὑγροῦ τὴν τροφὴν προσπορίζεσθαι, καὶ οὐ δι’ ἑνὸς γευστικοῦ μορίου τοῦ στόματος. χῆμαι δὲ καὶ ὄστρεια πρὸς τῇ ἁφῇ καὶ τὴν γεῦσιν ἔχει· μία γάρ τις ἐν αὐτοῖς ἡ τῆς τροφῆς εἴσοδος, ἔχει δέ τι καὶ ὃ ἀναλογεῖ κοιλίᾳ καὶ στόματι · ὄσφρησιν δὲ οὐκ ἔχει· οὐ γὰρ φαίνεται ἁλισκόμενα τῷ δελέατι. πορφύραι δὲ καὶ κήρυκες ἐπεὶ ἕπονται δελεαζόμενα, μετέχοι ἂν καὶ ὀσφρήσεως· ἥκιστα δὲ ἀκοῆς· οὐ γὰρ φαίνεταί τι ὑπὸ τῶν ψόφων πάσχοντα. ὁ ἀσπάλαξ δὲ καίπερ ἀκοὴν ἔχων ὄψεως ἀπεστέρηται ἢ τελέως, ἢ οὐ κυρίως ἔχει. τέλεια δὲ τῶν ζώων κατὰ τὴν αἴσθησιν τὰ καὶ ὄψιν ἔχοντα. ὑπὲρ δὲ τὰς αἰσθήσεις προσεχῶς τέτακται τὸ ὀρεκτικόν, ὃ καὶ ἀναγκαίως πάσαις ταῖς αἰσθήσεσιν ἕπεται, κἄν ᾖ μία μόνη. . ὑπὲρ δὲ τοῦτο τὸ φανταστικόν, ὅπερ οὐ παντὶ τῷ κατὰ τόπον πρόσεστι κινουμένῳ μύρμηξι μὲν γὰρ καὶ μελίτταις καὶ τοῖς ὁμοίοις, ἔτι δὲ καὶ τοῖς ὑπὲρ ταῦτα, καὶ ἀπλῶς οἷς τισιν οὐκ ἀόριστος οὐδ’ ἀνεπίστροφος κίνησις, ἀνάγκη παρεῖναι φαντασίαν, πρὸς ἣν ποιοῦνται τεταγμένην τὴν κίνησιν σκώληκες δὲ καὶ μυῖαι καὶ ὅσα ἄλλα ἀτάκτως καὶ ἀορίστως ὁρῶνται κινούμενα καὶ μάλιστα τὰ ἐκ σήψεως ἐπετείως γινόμενα ἢ οὐ δοκοῦσιν ὅλως ἔχειν ἢ ἀμυδράν τινα. οὕτω τοι καὶ ἐπὶ τῶν λογικῶν δυνάμεων. καὶ εἴπερ ἔμψυχα τὰ οὐράνια σώματα κατὰ τὸν Ἑλληνικὸν ἀναπλασμόν, δεῖ τελεω- τέραν εἶναι καὶ ὑπὲρ τὴν ἀνθρωπίνην τὴν ἐν αὐτοῖς ψυχήν· ὥστε διανοίᾳ μὲν χρήσονται συστοίχῳ ταῖς ἐν αὐτοῖς ζωαῖς, διὰ δὲ τὸ ὅλως περικεῖσθαι σώματα καὶ δόξῃ τῇ ὡς συμπέρασμα, ἣ δήπου καὶ διανοίας ἀποτελεύτησις. οὐκ ἄν δήπου τοσοῦτον ὁ λόγος ἔχοι τὸ προσκορὲς ἀναγκαζομένων τὰ αὐτὰ πολλάκις λέγειν διὰ τὸ σαφές. ἔχοι δ’ ἄν ἡ τάξις αὕτη τοῖς οὖσι καὶ κατὰ λόγον. μᾶλλον γὰρ **τὰ ἐγγύτερα τῆς μιᾶς τῶν πάντων ἀρχῆς. ὡς γὰρ ἐπὶ τῶν ἀριθμῶν οἱ τῆς μονάδος ἐγγύτεροι τῇ δυνάμει μᾶλλον τῶν πορρωτέρω στοιχεῖα ὄντες αὐτῶν, ἥττους δὲ τῷ ἀριθμῷ, καὶ τούτῳ ἀλλήλων καὶ ἀλαττοῦνται καὶ ὑπερέχουσι, τῷ τε πλήθει καὶ τῇ δυνάμει, κάτα τὸ ἐγγὺς καὶ τὸ πόρρω, οὕτω τοι καὶ τὰ ὄπα πάντα ἐκεῖθεν προελθόντα τὰ μὲν ἐγγύτερα, ὅσῳ τῷ πλήθει συνῄρηνται, τοσούτῳ τῇ δυνάμει τῶν ἐφεξῆς ὑπερέχουσιν, καθ’ ὅσον δὲ τῆς ἀρχῆς ἀφιστάμενα πρὸς τὴν ὕλην νενεύκασιν, ἴσην τὴν προσθήκην ποιοῦνται καὶ τὴν ὑφαίρεσιν. ἐντεῦθεν τοῖς οὗσι τὸ κρεῖττον καὶ τὸ χεῖρον. ἔνθεν ἡ λογικὴ τῆς ἀλόγου καὶ πάσης τῆς ἀναισθήτου φύσεως τιμιωτέρα, ταύτης δὲ ὡς ἑνοειδεστέρα μᾶλλον ἡ νοερὰ· κάτα γὰρ τὴν ἐν τῇ προόδῳ τῶν ὄντων πρὸς θεὸν ἐγγύτητα καὶ ἀπόστασιν τὸ βέλτιον ἔνεστι καὶ θειότερον. ὅθεν ἄγγελοι μὲν ἀνθρώπων, οἱ δὲ ἀλόγων, τὰ δὲ φύτων, τὰ δὲ ἀψύχων κατ’ ἀξίαν καὶ δύναμιν προβεβήκασιν·