Ancient Greek
Ἀρκὴ τοῦ δευτέρου τμήματος.
Sophonias, In Aristotelis Libros De Anima Paraphrasis 4.1-2
Not analysed yet
Ὅτι μὲν οὖν ὁ περὶ τούτων ἑκάστου λόγος, λέγω δὴ ὁ περὶ τῶν τῆς ψυχῆς μορίων, οὗτος οἰκειότατος καὶ περὶ ψυχῆς, δῆλον. ἀναγκαῖον δὲ τὸν μέλλοντα περὶ τούτων σκέψιν ἐπικαιροτάτην ποιήσασθαι λαβεῖν ὁρισμῷ τί ἐστιν ἕκαστον αὐτῶν, εἶθ’ οὕτω περὶ τῶν ἐχομένων καὶ ἑπομένων συμβεβηκότων αὐτοῖς ἐπισκέψασθαι. ἐπεὶ δὲ ἐν τοῖς ἑξῆς ἀπὸ τῆς οὐσίας, δυνάμει, ἐνεργείᾳ καὶ τῷ πρὸς ὃ ἡ ἐνέργεια, τὸ πρότερον καὶ τὸ ὕστερον διττὸν ὁρᾶται καὶ ἔμπαλιν χρόνῳ μὲν γὰρ ἡ δύναμις τῆς ἐνεργείας πρεσβύτερον ἐπὶ τοῦ αὐτοῦ, αὕτη δὲ τοῦ ἀντικειμένου καὶ πρὸς ὃ λέγεται, τῇ φύσει δὲ καὶ τῷ λόγῳ τῷ πρὸς ἡμᾶς ὕστερα ὧν γὰρ ἐν τῷ ὁρισμῷ προσλαμβάομέν τινα, ταῦτα πρῶτα ἐκείνων· τὴν γοῦν ὄψιν ὁριζόμενοι συλλαμβάνομεν καὶ τὴν ὅρασιν, λέγοντες αὐτὴν δύναμιν τοῦ ὁρᾶν, καὶ ἐν τῷ λόγῳ δὲ τῆς ὁράσεως καὶ τοὐ ὁρατοῦ μνημονεύομεν φάσκοντες αὐτὴν ἀντίληψιν χρωμάτων· τὸ ἀνάπαλιν δ’ οὔ), εἰ οὖν οὕτω ταῦτα, καὶ χρὴ λέγειν, τί ἕκαστον αὐτῶν, οἷον τί τὸ νοητικὸν ἢ αἰσθητικὸν ἢ θρεπτικόν, τὰς δυνάμεις αὐτάς, πρότερον ἔτι λεκτέον τί τὸ νοεῖν καὶ τὸ αἰσθάνεσθαι· πρότεραι γάρ εἰσιν, ὥς γε εἴρηται, τῶν δυνάμεων αἱ ἐνέργειαι καὶ αἱ πράξεις κατὰ φύσιν καὶ λόγον. ἀλλὰ καὶ τούτων ἔτι πρότερα τὰ ἀντικείμενα καὶ ἐν οἷς αἱ ἐνέργειαι· καὶ δεῖ τεθεωρηκέναι περὶ ἐκείνων πρότερον ἀνάγκῃ καὶ διὰ τὴν αὐτὴν αἰτίαν, οἷον περὶ τροφῆς καὶ αἰσθητοῦ καὶ νοητοῦ · ὥστε πρῶτον περὶ τούτων λεκτέον. λέγομεν δὴ οὖν ἀρξάμενοι πρῶτον περὶ τροφῆς καὶ γεννήσεως · ἡ γὰρ θρεπτικὴ καὶ τοῖς ἄλλοις ὑπάρχει καὶ πρώτη καὶ κοινοτάτη δύναμίς ἐστι ψυχῆς, καθ’ ἣν ὑπάρχει τὸ ζῆν ἅπασιν. ἧς ἔργον γεννῆσαί τε καὶ τροφῇ χρήσασθαι· φυσικώτατον γὰρ καὶ σκοπιμώτατον τέλος τῶν ἔργων τοῖς ζῶσιν, ὅσα τέλεια καὶ μὴ πηρώματα, ὥσπερ τὰ νεογνὰ αἵ τε στεῖραί τε καὶ εὐνοῦχοι πήρωμα δέ τι καὶ ἀμφοτέρων τῶν φύσεων αἱ ἡμίονοι), ἢ τὴν γένεσιν αὐτόματον ἔχει καὶ ἀσυνδύαστον, ὡς μυῖαι καὶ ψύλλαι, τὸ ποιῆσαι ἕτερον οἷον αὐτό, ζῶον μὲν ζῶον, φυτὸν δὲ φυτόν, ἵνα δὴ τοῦ ἀεὶ καὶ τοῦ θείου μετέχωσιν, ᾗ δύνανται· πάντα γὰρ ἐκείνου ὀρέγονται, κἀκείνου ἕνεκα πράττει, ὅσα κατὰ φύσιν. καὶ ἄγγελοι μὲν καὶ ψυχαὶ λογικαὶ καὶ τῷ ἀριθμῷ τοῦ ἀιδίου μετέχουσιν· τὰ δὲ παρὰ ταῦτα καὶ ἐν γενέσει καὶ φωρᾷ τῷ εἴδει, τοῦτο δὲ τῇ διαδοχῇ. ἀπορήσειεν ἄν τις, εἴπερ φυσικώτατόν ἐστι τὸ ποιῆσαι οἷον αὐτό, ἕκαστον δὲ τοῦ ὁμοίου γεννη- τικόν· συμβήσεται ἢ καὶ ἐν τῇ ἀλόγῳ ἐνεῖναι τὴν γεννητικὴν δύναμιν, καὶ τὴν αἴσθησιν γεννᾶν αἴσθησιν καὶ τὸν θυμὸν θυμόν, καὶ ἐπὶ τῶν ἄλλων οὕτως, ἢ τὴν φυτικὴν γεννᾶν τὴν ἄλογον, ὡς εἶναι τὸ κρεῖττον παρὰ τοῦ χείρονος· τοῦτο δὲ ἄτοπον. μήποτ’ οὖν, ὥσπερ τῶν αὐτομάτων ζώων τε καὶ φυτῶν ἡ γένεσις οὐκ ἐκ προυποκειμένης ψυχῆς τῇ διαδοχῇ γίνεται, ἀλλὰ τῆς ὕλης ἐπι- τηδείου γενομένης ὑπὸ τῆς ὅλης δημιουργίας ἐνίενται ἐν αὐτῇ τῶν βοτανῶν καὶ τῶν ζώων τὰ εἴδη καὶ αἱ ἐν αὐτοῖς ψυχικαὶ δυνάμεις, οὕτω καὶ ἐπὶ τῆς ἀλόγου ψυχῆς ἐν τοῖς ζώοις γίνεται, ἐκ τῆς ὅλης δημιουργίας ὑφισταμένης αὐτῆς. ἡ γόνιμος οὖν δύναμις τῆς ἀλόγου ψυχῆς οὐκ ἐν τῇ μερικῇ, ἀλλ’ ἐν τῇ ὅλῃ φύσει, ἥτις γίνεται τῆς διαμονῆς τῶν ψυχικῶν εἰδῶν αἰτία. οὐδεμία δὲ περὶ τῆς λογικῆς ψυχῆς ἐν τούτῳ ἀπορία κατ’ ἀριθμὸν ἐχούσης ἀιδιότητα, οὐδὲ προσδεὴς γονιμότητος. ἀλλ’ εἰ πάντα τοῦ ἀεὶ ἐφίεται καὶ ἀγαθοῦ, καὶ διὰ τοῦτο τοῖς ἐμψύχοις ἡ γεννητικὴ ἐνέσπαρται δύναμις, πῶς ἐπὶ τῶν ἀψύ- χων ὁ λόγος εὐοδωθήσεται; οὐδὲ γὰρ τὴν γεννητικὴν ἔχει δύναμιν. λέγομεν οὖν ὅτι ἔνεστι κἀνταῦθα κατὰ τὰ μέτρα αὐτῶν τὴν τοιαύτην θεωρῆσαι ἐνέρ- γειαν. ὡς γὰρ ἐν τοῖς ἐμψύχοις οὐχ ὁμοία ἡ ἔφεσις τοῦ τοιούτου, ἀλλ’ ἐν μὲν τοῖς ζώοις τοῖς κινουμένοις κατὰ τόπον καὶ ὄρεξις ὑπὸ τῆς φύσεως ἐν- τέθειται παρορμῶσα καὶ διεγείρουσα πρὸς τὴν τοιαύτην ἐνέργειαν, καὶ ἐν αὐτοῖς δὲ τούτοις διαφορὰ πλείστη ὁ μὲν γὰρ ἄνθρωπος καὶ ἐφιστάνει τῷ γινομένῳ δι’ ὅ, αὐτομάτως δ’ ἐν τοῖς φυτοῖς ἐπιγίνεται), οὕτως οὐδὲν θαυμαστόν, εἰ καὶ ὑφειμένως πως καὶ τὰ ἄψυχα τῆς τοιαύτης μετέχειν φανῶσι δυνάμεως. τὰ γὰρ στοιχεῖα φθαρτὰ ὄντα καὶ παθητὰ καὶ ὑπ’ ἀλλήλων δρῶντα καὶ πάσχοντα, τό τε ἐπικρατοῦν ἕλκει τὸ ἕτερον καὶ πρὸς ἑαυτὸ μεταβάλλει, καὶ τοῦ ἐνταῦθα ὑπὸ θερμοῦ φθαρέντος ψυχροῦ ἀλλαχοῦ ἡ ἀνταπόδοσις γίνεται ἐπικρατοῦντος τοῦ ψυχροῦ διὰ τὸ παραμένειν τὰ εἴδη. καὶ τὰ μέταλλα δὲ φθειρόμενα πάλιν ἀνταποδίδοται εἰ γὰρ καὶ μὴ ὅδε ὁ λίθος γεννᾷ ἑαυτῷ ὅμοιον, ἀλλ’ ἥ γε τοῦ ὅλου μετάλλου ὁλότης γεννητικήν πως ἔχει τινὰ δύναμιν· καὶ ἔοικεν ὁ λίθος οὗτος τινὶ τῶν ἐν τοῖς ζώοις μορίων, αὐτὴ δὲ ἡ τοῦ μετάλλου ὁλότης ὅλῳ τῷ ζῴῳ. καὶ γὰρ τοῖς ζώοις ἐν τοῖς ὅλοις ἡ γεννητικὴ δύναμις, οὐκ ἐν τοῖς μορίοις, καὶ καθάπερ σαρκός τινος ἀφαιρεθείσης ἀντ’ αὐτῆς ἡ φύσις ἑτέραν ἐγέννησεν, οὕτω κἀν τοῖς μετάλλοις ἀντὶ τοῦ ἀφαιρεθέντος ἀποδίδοται ἕτερον. ἐπεὶ δ’ ἅπαξ τοῦ τελικοῦ αἰτίου μεμνήμεθα καὶ τοῦ οὗ ἕνεκα, βραχέα ἄττα περὶ τούτου διαλαβεῖν ἀναγκαῖον. διττὸν γὰρ τοῦτο, τὸ μὲν οὐ, τὸ δὲ ᾦ, οἷον τέλος μὲν τῷ οἰκοδόμῳ κτὰ τὴν οἰκίαν τὸ σκέπασμα ποιῆσαι κωλυτικὸν ὄμβρων καὶ καυμάτων, ἀλλ’ ὡς οὗ ἐπεὶ δὲ ἡμῖν τοῦτο ποιεῖ τοῖς ἐπιτάξασιν καὶ μισθωσαμένοις, ἔχοι ἄν καὶ ἡμᾶς ἄλλο τέλος ὡς ᾧ. ὡς γοῦν ἐπὶ τῶν τεχνητῶν, οὕτω καὶ ἐπὶ τῶν φύσει συνεστώτων ἔχει. ἡ μὲν γὰρ ἔφεσις ἀπλῶς τοῦ θειου, δι’ ἣν ἕκαστον ποιεῖ τῶν ἐμψύχων ἄλλο οἷον αὐτό, τὸ οὗ· ἐπεὶ δὲ τῶν χρησομένων ψυχῶν τὰ σώματα ὄργανα, καὶ ταύταις ἡ φύσις ἐπλάσατο, ἔσονται καὶ αὗται τέλος ὡς ᾧ. ἀναλογείτω γοῦν ὁ μὲν οἰκοδόμος τῇ φύσει, ἡ δὲ τῶν ὄμβρων καὶ καυμάτων ἀπαλέξησις τῇ ἐφέσει τοῦ ἀγαθοῦ, ὁ δὲ τῆς οἰκίας κύριος τῇ ψυχῇ, τῷ σώματι δὲ ἡ οἰκία. ἔχοι δ’ ἄν οὕτω καὶ ἐπὶ τῶν φυτῶν · τό τε γὰρ σπέρμα ὄργανον ἐπ’ αὐτῶν καὶ τὰ σώματα τῶν ἐν αὐτοῖς ψυχῶν, ἥ τε τῆς ἀιδιότητος ἔφεσις καὶ ἐν ἐκείνοις. ἐπὶ δὲ τῶν ἀψύ- χων οὐκ ἄν εἴη οὕτω προχωρῶν ὁ λόγος, οἷον ἐν τοῖς μετάλλοις. ἓν γὰρ ἐπὶ τούτοις τὸ οὗ ἕνεκα ἡ τοῦ ἀγαθοῦ ἔφεσις καὶ ἀεί, τὸ δὲ ᾧ οὐκ ἔστιν, ὡς μή τινων ὀργανικοῖς χρωμένων τοῖς ἐν τούτοις σώμασιν, ἀλλὰ προσεχῶς μὲν ὑπὸ ψύξεως συνεστώτων καὶ θερμότητος ἐπὶ τῇ ὑγρότητι καὶ ξηρότητι, ἐξῃρημένως δὲ ὑπὸ τῆς ὅλης δημιουργίας· εἰ μήπου τις οὕτω διττὸν τὸ τέλος καὶ ἐπ’ αὐτῶν θεωρεῖ, τὸ μὲν οὗ διὰ τὴν κοσμοποιίαν, τὸ δὲ ᾧ ἐπὶ τῷ κοσμῆσαι τὴν ὕλην, καθὸ καὶ πᾶν εἶδος ἐγγίνεται. τοσαῦτα παρεκβατικώτερον εἰπόντες πάλιν τῆς ἀκολουθίας ἐχώμεθα. ἐπεὶ γάρ, ὡς εἴρηται, κοινωνεῖν ἁδὺ. νατεῖ τοῦ ἀεὶ καὶ τοῦ θείου τῇ συνεχείᾳ, διὰ τὸ μηδὲν ἐνδέχεσθαι τῶν φθαρτῶν τὸ αὐτὸ καὶ ἓν ἀριθμῷ διαμένειν, ᾗ μετέχειν ὡς ἕκαστον δύναται, ταύτῃ κοινωνεῖ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον· καὶ διαμένει οὐκ αὐτὸ ἀλλ’ οἷον αὐτό, ἀριθμῷ μὲν οὐχ ἐν, εἴδει δὲ ἕν. Ἔστι δὲ ἡ ψυχὴ τοῦ ζῶντος σώματος ἀρχὴ καὶ αἰτία. τούτων δὲ πολλὰ. χῶς λεγομένων ὡς ποιητικόν, ὑλικόν, εἰδικὸν καὶ τελικόν, ἔξω τοῦ ὑλικοῦ κατὰ τοὺς ἄλλους τοὺς διωρισμένους τρεῖς τρόπους ἡ ψυχὴ αἴτιον σώματι· καὶ γὰρ ὅθεν ἡ κίνησις αὐτή, καὶ ὡς οὗ ἕνεκα, ἔτι δὲ καὶ ὡς οὐσία καὶ εἶδος τῶν ἐμψύχων σωμάτων. καὶ πρῶτον μὲν ὅτι οὐσία καὶ εἶδος, δῆλον ὃ γὰρ αἴτιον τοῦ εἶναί τισι, τοῦτο καὶ οὐσία καὶ εἶδος αὐτῶν, τὸ ζῆν δὲ τοῖς ζῶσι τὸ εἶναι ἐστί, τούτου δὲ αἰτία καὶ ἀρχὴ ψυχή. ἔτι παντὸς τοῦ δυνάμει ὄντος ἡ ἐντελέχεια εἶδος καὶ λόγος ἐστίν, ἡ δὲ ψυχὴ τοῦ δυνάμει ζωὴν ἔχοντος σώματος ἐντελέχεια ἡ ψυχὴ ἄρα οὐσία καὶ εἶδος τοῦ τοιούτου σώματος. φανερὸν δ’ ὡς καὶ οὗ ἕνεκα καὶ ὡς τέλος αἰτία ψυχὴ σώματι· ἱκανῶς γὰρ ἀνωτέρω διείληπται. ὥσπερ γὰρ ὁ νοῦς ὁ πρακτικὸς ἕνεκά του ποιεῖ ἃ ποιεῖ πάντα γὰρ αὐτῷ πρὸς τὸ τέλος νένευκεν, οἷον τῷ οἰκοδομοῦντι πρὸς τὴν οἰκίαν), τὸν αὐτὸν τρόπον καὶ ἡ φύσις, καὶ τοῦτ’ ἐστὶν αὐτῇ τέλος. τοιοῦτον δὲ ἐν τοῖς ζώοις ἡ ψυχὴ καὶ κατὰ φύσιν· πάντα γὰρ τὰ φυσικὰ καὶ ἔμψυχα σώματα τῆς ψυχῆς ὄργανα, καὶ καθάπερ ἐπὶ τῶν ζώων, οὕτω καὶ ἐπὶ τῶν φυτῶν πρὸς γὰρ τὰς ἑκάστης ψυχῆς ἰδιοτρόπους ἐνεργείας καὶ ἡ διοργάνωσις τῶν δεξομένων σωμάτων ἐπηκολούθησε. διχῶς δὲ τὸ οὗ ἕνεκα ὡς ἐλέγομεν, τό τε οὗ καὶ τὸ ᾦ τὸ δεύτερον δὲ τῇ ψυχῇ προσηρμόττομεν. ἀλλὰ καὶ ὡς ποιητικόν, οὐκ οὐσίας μέντοι, ὅθεν δὲ ἡ κατὰ τόπον κίνησις, αἰτία τοῖς ζῶσι ψυχή. οὐ· κ ἐν πᾶσι δὲ κατάρχει τοῖς ζῶσιν, ὡς πολλάκις εἴρηται, ἡ δύναμις αὕτη. ἔσται οὖν τὰ περὶ τὴν οὐσίαν τέσσαρα εἴδη τῶν κινήσεων, ἡ κατὰ τόπον, ἡ ἀλλοίωσις, ἡ αὔξησις καὶ ἡ φθίσις διὰ ψυχήν. καὶ ὡς μὲν ἡ κατὰ τόπον βουλήσει ψυχῆς τοῖς ζώοις προσγίνεται, οὐ δεῖται κατασκευῆς διὰ τὸ ἐναργές. ὅτι δὲ καὶ ἀλλοίωσις καὶ αὔξησις ἐν τοῖς ἐμψύχοις κατὰ ψυχήν, ἔνθεν· ἡ μὲν γὰρ αἴσθησις ἀλλοίωσίς τις εἶναι δοκεῖ· δυνάμει γὰρ οὖσα ἄγεται εἰς ἐνέργειαν· αἰσθάνεται δ’ οὐδὲν ὃ μὴ · ψυχὴν ἔχει. ὁμοίως δὲ καὶ περὶ αὐξήσεως καὶ φθίσεως ἔχει· οὐδὲν γὰρ φθίνει οὐδ’ αὔξεται φυσι- κῶς μὴ τρεφόμενον, τρέφεται δ’ οὐδὲν ὃ μὴ κοινωνεῖ ζωῆς, οὐ κοινωνεῖ δὲ ζωῆς ὃ μηδὲ ψυχῆς. καὶ οὕτω μὲν αὐξήσεως ἐν τοῖς ἐμψύχοις ποιητικόν τι τὴν ψυχὴν ἡμεῖς ὁριζόμεθα· Ἐμπεδοκλῆς δὲ οὐ καλῶς ποιεῖ ἐν τούτοις αὐ- τοῖς τὰς ῥοπὰς τῶν στοιχείων ἐπαιnώμενος. εἴρηκε γὰρ τοῦτο προσθεὶς τὴν αὔξησιν συμβαίνειν τοῖς φυτοῖς κάτω μὲν ῥιζουμένοις διὰ τὸ τὴν γῆν οὕτω φέρεσθαι κατὰ φύσιν, ἄνω δὲ διὰ τὸ πῦρ ὡσαύτως. πρῶιον μὲν τὸ ἄνω καὶ τὸ κάτω οὐ καλῶς λαμβάνει· οὐ γὰρ ταὐτὸ τοῖς ἄλλοις τὸ ἄνω καὶ κάτω καὶ τῷ παντί, εἴπερ οὕτω δεῖ λέγειν ἐπὶ τοῦ κόσμου τὸ δέ ἐστί πέριξ καὶ μέσον), ἀλλ’ ὡς ἡ κεφαλὴ τῶν ζώων, οὕτως αἱ ῥίζαι τῶν φυτῶν, εἰ χρὴ τὰ ὄργανα λέγειν ἕτερα καὶ ταὐτὰ τοῖς ἔργοις. ἄνω δὲ ἡ κεφαλὴ τοῖς ζώοις, ἐπείπερ ἐκεῖθεν διὰ τοῦ στόματος ἡ τῆς τροφῆς εἴσοδος. ὡς γὰρ ἔμπροσθεν λέγομεν, ἐφ’ ὃ ἡ αἴσθησις, καὶ δεξιόν, ὅθεν ἡ κίνησις, οὕτω καὶ ἄνω, ὅθεν ἡ τροφή, εἴτε καὶ ταὐτίζεται τὸ τοῦ παντὸς ἄνω ὡς ἄν ἐπ’ ἀνθρώπου, ἢ καὶ ἔστι διάφορον ὡς ἐπὶ τῶν ἀλόγων καὶ τῶν φυτῶν. πρὸς δὲ τούτοις τί τὸ συνέχον εἰς τἀναντία φερόμενον τὸ πῦρ καὶ τὴν γῆν; διασπασθήσεται γὰρ τὸ φυτόν, εἰ μή τι ἔσται τὸ κωλῦσον καὶ καθέξον· εἰ δὲ ἔστι ,τοῦτο δὲ ἡ ψυχή, αὕτη καὶ αἰτία αὐτῷ τοῦ αὔξεσθαι καὶ τοῦ τρέφεσθαι. καὶ τί δεῖ ἐγκαλεῖν Ἐμπεδοκλεῖ, ὃς μόνοις φυτοῖς καὶ μόνης αὐξήσεως καὶ ἐν μέρει τὸ πῦρ ᾐτιάσατο; ἀλλ’ εἰσί τινες, οἷς καὶ δοκεῖ τὴν πυρὸς φύσιν ἀπλῶς καὶ μόνον αἰτίαν εἶναι πάσης τροφῆς καὶ αὐξήσεως. ὑπήχθησαν δὲ τῷ μόνον φαίνεσθαι τῶν σωμάτων καὶ τῶν στοιχείων τρεφόμενον καὶ αὐξόμενον διὸ καὶ ἐν τοῖς ζώοις ὑπέλαβον τοῦτο εἶναι τὸ ἐργαζόμενον. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἐναργῶς ὁ πλεονασμὸς πρόσθεσίς ἐστι· γῆ γὰρ γῇ καὶ ὕδωρ ὕδατι προστιθέμενον ὁμοίῳ ὅμοιον μᾶλλόν τι τὸ ὅλον γίνεται· ὧδε δὲ ἀνομοιοειδῶν προστιθεμένων, ξύλων ἢ τῶν τοιούτων, ὥσπερ ἐπὶ τῶν κυρίως τρεφομένων συμβαίνει τὰ τῆς τροφῆς καὶ αὐξήσεως. οὐχ οὕτω δὲ ἔχει, ἀλλὰ γένεσις μὲν πυρὸς τοῦτο κυρίως λέγοιτ’ ἄν, τροφὴ δὲ ἢ αὔξησις οὐ πάνυ τοι· οὔτε γὰρ ὀργανικόν, οὔτε παραμένει τὸ εἶδος τῷ ἀριθμῷ ταὐτὸν κἄν ἐπὶ βραχύ ἔτι εἰ δεῖ συνεισάγειν τὸ πῦρ πρὸς τὴν ἐν τοῖς ζώοις τροφὴν τε καὶ αὔξησιν, συναίτιον μέν πως ἔσται καὶ ὄργανον συνεισφέρει γὰρ πέττον τὴν τροφήν ὑφ᾿ ἦς ἡ αὔξησις), οὐ μὴν ἁπλῶς γε αἴτιον. τί γὰρ μᾶλλον ἄν τις τῇ ψυχῇ ἀποδοίη; τοσοῦτον γὰρ δέοι τὸ πῦρ τοῦ κυρίως αἴτιον εἷναι τροφῆς ἢ αὐξήσεως, ὅτι καὶ χεῖρον ἢ κατὰ τὰ ὀργανικά. λόγω μὲν γὰρ τῷ τεχνικῳ τοι οργανον ῥυθμιζόμενον οὐκ ἄν ἁμάρτοι τοῦ τέλους, παρεθὲν δὲ τῳ τεχνίτῃ βλάβης οὐδ ἄν τινι γένοιτο αἴτιον· τί γὰρ ποιήσει μηδενὸς κινοῦντος; τὸ δὲ πῦρ αὐτενέργητον ὂν βλάψει μᾶλλον ἢ ὠφελήσειεν ἑψομένου γὰρ τοῦ σιτίου ἢ του φαρμάκου εἴπερ μὴ ὑπὸ τοῦ μαγειρικοῦ ἢ ἰατρικοῦ κυβερνοῖτο, φθείροιτο ἄν τῳ ἕψοντι πυρὶ καὶ τοῦ εἴδους ἐκσταίη. ἔτι ἡ μὲν τοῦ πυρὸς αὔξησις εἰς ἄπειρον, ἕως ἂν ᾖ τὸ καυστὸν καὶ ἀφθονία χορηγουμένης ὕλης· τῶν δὲ φύσει συνεστώτων πέρας ἐστὶ μεγέθους καὶ αὐξήσεως, καὶ μέτρῳ τοσῷδε ἑκάστῳ προσήκοντι τὰ τῶν ἐμψύχων ὥρισται σώματα· ταῦτα δὲ ψυχῆς, ἀλλ’ οὐ πυρός, καὶ λόγου μᾶλλον ἢ ὕλης. Ἐπεὶ δὲ τὰ μὲν προσδιορθούμενοι τὰ δὲ ἀποπεμπόμενοι ἐν τῳ μέσῳ ἱκανῶς ἠσχολήμεθα, πάλιν τῆς ἀρχῆς ἁψόμεθα. ἦν δὲ ὁ λόγος περὶ τῆς θρεπτικῆς δυνάμεως. οὐ δεῖ δὲ λανθάνειν, ὡς ἐπὶ μὲν τῶν ἄλλων ταῦτα κε- χώρισται ἕτερον γὰρ τῷ εἴδει τροφὴ καὶ τρεφόμενον καὶ ὁρῶν καὶ ὁρώμενον καὶ τὰ λοιπά), ἐπὶ δὲ τοῦ γεννῶντος καὶ γεννωμένου ταὐτόν· ὅμοιον γάρ. οὕτω δέ πως ἔχει καὶ ἐπὶ τοῦ αὐξομένου καὶ αὔξοντος· ἔνδον γάρ. ὃ δὲ περὶ αὐξήσεως καὶ γεννήσεως εἰρηκέναι φθάνομεν, ὡς κἀν τῷ παρόντι μετρίως ἔχοντι ἐξαρκούμενοι, τὸ πάλιν λέγειν ὑπερτιθέμεθα ἄλλως τε, ἐπείπερ ταῦτα ἔργα καὶ τέλη τοῦ θρεπτικοῦ γεννῆσαι καὶ αὐξῆσαι, ὅσα ἄν περὶ τροφῆς εἴποιμεν, ταῦτα καὶ ὑπὲρ αὐτῶν λέγομεν. δεῖ γὰρ ἑκάστῳ τοῦ ἀεὶ εἶναι, τοῦτο δὲ ἐν τοῖς ζώοις διὰ γεννήσεως, γέννησις δὲ προσδεὴς αὐξήσεως· ἔστι γάρ τι μέτρον τοῖς σώμασιν, ὃ φθάσαντα ἐντελῶς ἔχει πρὸς γέννησιν· τροφῇ δὲ τὰ ἔμψυχα καὶ αὔξονται καὶ συνίστανται τελειούμενα. ἐπεὶ οὖν ἡ αὐτὴ δύναμις τῆς ψυχῆς θρεπτικὴ καὶ γεννητικὴ καὶ αὐξητική, περὶ τροφῆς ἀναγκαῖον διορίσαι μόνης εἴη ἄν ἐν τούτῳ καὶ τὰ περὶ ἐκείνων διωρισμένα), καὶ πρῶτον· τῶν γὰρ ἄλλων ψυχικῶν δυνάμεων προτεθήσεται. ἀφορίζεται δ’ αὕτη πρὸς τὰς ἄλλας δυνάμεις τῷ ἔργῳ τούτῳ τῷ τρέφειν. δύο δὲ περὶ τροφῆς δόξαι τοῖς παλαιο- τέροις εἰσήγηνται, ἡ μὲν τῷ ὁμοίῳ τρέφεσθαι λέγουσα, ἡ δὲ τῷ ἐναντίῳ. ἄμφω δ’ ὣς μὲν ἀληθῆ, ὣς δὲ ψευδῆ· καὶ κατά τι ταὐτὸν καὶ διάφορον οἱ τῶν ἑκατέρων δοξῶν προἱστάμενοι λέγουσι. θεωρητέον τοῦτο δὴ τοῖς ἑξῆς. δοκεῖ γὰρ εἶναι ἡ τροφὴ τὸ ἐναντίον, ὡς ἀπαθοῦς ὄντος τοῦ ὁμοίου. πάσχει δὲ τὸ τρέφον ὑπὸ τοῦ τρεφομένου πεττόμενον καὶ μεταβάλλει κινούμενον· πᾶσα δὲ μεταβολὴ ἢ εἰς τὸ ἐναντίον ἢ εἰς τὸ μεταξύ. πάσχει δὲ ἡ τροφὴ ὑπὸ τοῦ τρεφομένου, ἀλλ’ οὐ τοῦτο ὑπὸ τῆς τροφῆς, ὅτιπερ οὐδ’ ὁ τέκτων ὑπὸ τῆς ὕλης, ἀλλ’ ὑπ’ ἐκείνου αὕτη ὁ δὲ τέκτων μεταβάλλει μόνον εἰς ἐνέργειαν ἐξ ἀργίας. ποιητικὸν γάρ τι καὶ ἀπαθὲς τὸ τρεφόμενον, ἐπεὶ τὸ μὲν τὸ αὐτὸ κατ’ εἶδος μένει, τὸ δὲ μεταβάλλει καὶ ὥσπερ ὁ τεχνίτης μὴ μετα- βαλὼν κατὰ πάθος κινεῖται πρὸς ἐνέργειν, τὴν τῆς ἐν αὐτῷ δυνάμεως τελειότητα, οὕτω κἀνταῦθα οὐ τὸ τρέφεσθαι πάσχειν, ἀλλὰ τῆς θρεπτικῆς τελειότης δυνάμεως· τοῦτο δὲ τῆς μεταβολῆς οὐδὲ κίνησις ἂν καλοῖτο κυρίως ἀλλ’ ἢ γένεσις τελειότητος. οὐ πᾶν δὲ παντὶ τῷ ἐναντίῳ, ὥσπερ καὶ γίνεται, οὕτω καὶ τρέφεται, ἀλλ’ ὅσα μὴ μόνον γένεσιν ἐξ ἀλλήλων ἔχει, ἀλλὰ καὶ αὔξησιν. γίνεται γὰρ πολλὰ ἐξ ἀλλήλων, ἀλλ’ οὐ πάντως καὶ τρέφει, οἷον ὑγιὲς ἐκ κάμ. νοντος καὶ μέλαν ἐκ λευκοῦ, ὧν οὐδὲν οὐδενὸς τροφή. ὕδωρ δὲ εἰς πῦρ μεταβαλὸν καὶ θρέψαι λέγεται, ὅτι καὶ ηὔξησεν· ἔλαιον γὰρ καὶ κηρός, οἷς τὸ πῦρ τρέφεται, ὕδωρ ἐστὶ πεπονθός τι· καὶ ξύλα δὲ καὶ εἴ τι ἄλλο τῷ ὁπωσοῦν μετέχειν ὑγρότητος καίεται. τὰ γὰρ πάντη κατεξηραμμένα οἷα τὰ σεσηπότα οὐδὲν ὑπὸ πυρὸς πάσχειν δύναται. οὐχ ὥσπερ δὲ τῷ ὑγρῷ τρέφεσθαι τὸ πῦρ λέγομεν, ἤδη καὶ ἀντιστρέψαντες τροφὴν ὕδατος τὴν εἰς αὐτὸ μεταβολὴν τοῦ πυρὸς εἴποιμεν. λόγος δὲ ὅτι τὸ μὲν ὑλικώτερον, τὸ δὲ εἰδι- κώτερον, καὶ τὸ μὲν δραστικώτατον καὶ λεπτομερέστατον, τὸ δὲ οὐχ οὕτω. τὸ δὲ αὐξόμενον τὸ εἶδος ἐστίν, οὐχ ἡ ὕλη, ὥσπερ ἐν ἄλλοις εἴρηται. τὸ γὰρ αὐξόμενον ἓν εἶναι τῷ ἀριθμῷ πρότερον δεῖ· ἡ δὲ ὕλη ἀπόρρυτος ἀεὶ καὶ ἐπίρρυτος οὖσα καὶ διὰ τοῦτο μὴ ὑπομένουσα ὡς τὸ διὰ σωλῆνος ἰὸν ὕδωρ πῶς ἔσται αὐξόμενον; ἔν τε ταῖς μεταβολαῖς καὶ ταῖς κράσεσι τὴν ἐπὶ τὸ κρεῖττον γένεσιν μὲν ἀπλῶς, φθορὰν δέ τινα ὀνομάζομεν· ἐπικρατούντων δὲ τῶν χειρόνων τὸ ἔμπαλιν. διὰ ταῦτα οὐ τὸν αὐτὸν τρόπον φαίνεται εἶναι ἀλλήλων τροφή, ἀλλὰ τῷ πυρὶ μὲν τὸ ὕδωρ τροφή, τὸ δὲ πῦρ οὐ τρέφει τὸ ὕδωρ. ἐν μὲν οὖν τοῖς ἁπλοῖς σώμασι ταῦτ’ εἶναι δοκεῖ μάλιστα τὸ μὲν τροφή, τὸ δὲ τρεφόμενον. καὶ τοιαῦτα μὲν οὖν οἱ τῷ ἐναντίῳ τρέφεσθαι ἰσχυριζόμενοι λέγουσιν · οἱ δὲ τοσοῦτον δέουσι λέγειν τρέφειν τὸ ἐναντίον, ὅτι μηδὲ τὸ οἰκεῖον, εἰ· μὴ ἀκριβςέστατον οὔτε γὰρ ἡ ἐν τῇ γαστρὶ χιλοποίησις οὔτε ἡ ἐν ἥπατι ἐξαιμάτωσις, οὐδ’ ἡ ἀνάδοσις οὐδ’ ἡ πρόσθεσις αὔξησις ἢ τροφή, εἰ μὴ παρ’ ὅσον ἡ πρόσφυσις καὶ ὁμοίωσις· σαρκὶ γὰρ ἡ σὰρξ τρέγεται καὶ ὀστοῦν ὀστῳ καὶ τὰ λοιπὰ τῶν ὁμοιομερῶν οὕτως. ἐπεὶ δ’ ἑκατέρως τῷ λόγῳ τὸ ἄπορον, ἣν ἄν διαφορὰν ἐπὶ τῆς τροφῆς εὕρωμεν, αὕτη καὶ λύσις ἔσται, καὶ πρὸς ταύτην οἱ λόγοι διαιτηθήσονται. ἡμῖν δὲ ὡς ἔθος διαπορεῖν καὶ περὶ τῶν ἐναργῶν, οὕτω τὸν λόγον προάγομεν. πότερον δέ ἐστιν ἡ τροφὴ τὸ τελευταῖον προσγινόμενον ἢ τὸ πρῶτον, ἔχει διαφοράν, καὶ αὕτη λύσις· ἐπεὶ γὰρ ἄμφω τροφαὶ ὁ ἄρτος καὶ τὸ αἷμα, ἡ μὲν πρώτη, ἡ δὲ τελευταία, καὶ ἡ μὲν ἄπεπτος, ἡ δὲ πεπεμμένη, ἀμφοτέρως ἄν ἐνδέχοιτο τὴν τροφὴν λέ- γειν καὶ ἐναντίαν τῷ τρεφομένῳ καὶ ὁμοίαν ᾗ μὲν ἄπεπτος, τὸ ἐναντίον τῷ ἐναντίῳ τρέφεται, ᾗ δὲ πεπεμμένη, τῷ ὁμοίῳ τὸ ὅμοιον. ὥστε φανερὸν ὅτι λέγουσι τινὰ τρόπον ἀμφότεροι καὶ ὀρθῶς καὶ οὐκ ὀρθῶς. ἐπεὶ δὲ οὐδὲν τρέφεται μὴ μετέχον ζωῆς (ἐλάθομεν γὰρ ἡμεῖς καταρώμενοι τῷ τοῖς πολλοῖς φύρεσθαι τροφὴν καὶ αὕζησιν ἀνωτέρω κατηγοροῦντες τοῦ πυρός), τὸ ἔμψυχον, ἀλλ’ ὅτι ἔμψυχον τρέφεται· ὥστε καὶ ἡ τροφὴ πρὸς ἔμψυχον ἔσται καὶ οὐ κατὰ συμβεβηκός ἔστι δ’ ἕτερον τροφῇ καὶ αὐξητικῷ εἶναι· ᾗ μὲν γὰρ ποσόν τι τὸ προσφερόμενον, αὐξητικόν, ᾗ δὲ τόδε τι καὶ οὐσία, τροφή· σώζει γὰρ τὴν οὐσίαν, καὶ μέχρι τούτου τὸ πρᾶγμά ἐστιν, ἕως ἄν τρέφηται· ἐπεὶ γὰρ τὸ τρεφόμενον καὶ εἶδός ἐστι καὶ πεπόσωται ζῶον γὰρ τυχὸν ἢ φυτόν, καὶ τοσόνδε), κατὰ τὰ αὐτὰ δὲ καὶ ἡ τροφή, ἄρτος τυχὸν ἢ οἶνος, καὶ το- σοῦτος, ᾗ μὲν εἶδος, σώζει τὸ εἶδος προστιθεμένη ᾧ προστίθεται, ᾗ δὲ ποσόν, τὴν κατὰ μέγεθος τοῦ τρεφομένου ποιεῖται ἐπίδοσιν · καὶ ὅταν μὲν εἴη τὸ εἰσαγόμενον πλέον τοῦ ἀπορρέοντος, πρὸς οἷς τρέφεται καὶ αὔξεται, ὅταν δὲ ἔλαττον, φθίνει· στάσις δὲ τοὐ ὄγκου καὶ σωτηρία μόνη τοῦ εἴδους, ὅταν ἴσον. ἔστι δ’ ὅτε καὶ πλείονος τῆς τροφῆς οὔσης οὐκ αὔξεται τὸ σῶμα ὡς ἤδη ἀποκαμόντων τῷ χρόνῳ τῶν μορίων καὶ σκληροτέρων ἢ ὅσον τροφῇ ἐπεκτεί- νεσθαι γεγονότων· ὅθεν παισὶ μὲν ὑγροτέροις οὖσιν εὐεκτότερα τὰ ὀστᾶ καὶ τάχιστα αὔξεται, πρεσβυτέροις δὲ τοὐναντίον. ὥσπερ δὲ ἡ θρεπτικὴ δύναμις καὶ τρέφει καὶ αὔξει κατ’ ἄλλο καὶ ἄλλο, οὕτω καὶ γεννήσεως ἡ αὐτὴ ποιητικὴ τικὴ οὐ τοῦ τρεφομένου καὶ παρόντος ἤδη γάρ ἐστιν αὐτοῦ ἡ οὐσία), ἀλλ’ οἷον τὸ τρεφόμενον· γεννᾷ δ’ οὐθὲν αὐτὸ ἑαυτό, ἀλλὰ σώζει μόνον. πρός τε δὲ τῆς τροφῆς τὴν ποσότητα καὶ ποιότητα καὶ τὸ σπέρμα περίττωμα τροφῆς ὂν ἢ μειοῦται ἢ αὔξεται· ὥστε ἡ μὲν τοιαύτη τῆς ψυχῆς ἀρχή, τὴν θρεπτικὴν λέγω, δύναμίς ἐστιν οἵα σώζειν τὸ ἔχον αὐτὴν ᾗ τοιοῦτον, ἡ δὲ τροφὴ παρασκευάζειν ταύτῃ ἐνεργεῖν τὰ οἰκεῖα. διὸ τὸ στερηθὲν τροφῆς οὐ δύναται εἶναι. ἀλλὰ θρεπτικὸν τοῦτο τἄλλα δέ, εἴπερ δεῖ καὶ ταῦτα ὁρίσασθαι, ἔστιν αὐξητικὸν δύναμις ψυχῆς ἄγουσα εἰς τελείωσιν εἴδους τοῦ ἔχοντος αὐτήν, εἰς ὃ γεγονὸς δύναται ἐκτελεῖν πάσας τὰς ἐνεργείας τὰς φυσικάς γεννητικὸν δὲ δύναμις καὶ αὐτὸ ψυχῆς οἵα τε οὖσα παρασκευάζειν τὸ ἔχον αὐτὴν ποιεῖν ἕτερον οἷον αὐτὸ κατ’ ἔφεσιν τῆς ἐν τῷ πρώτῳ ἀιδιότητος. ἐπεὶ δ’ ἐστὶ τρία τὸ τρεφόμενον καὶ ῳ τρέφεται καὶ τὸ τρέφον, τὸ μὲν τρέφον ἐστὶν ἡ ψυχή, τὸ δὲ τρεφόμενον τὸ ἔχον αὐτὴν σῶμα, ᾧ δὲ τρέφεται, ἡ τροφή. ἐπεὶ δὲ ἀπὸ τοῦ τέλους καὶ τοῦ ἔργου ἅπαντα προσαγορεύειν δίκαιον, τέλος δὲ τῆς θρεπτικῆς τὸ γεννῆσαι οἷον αὐτό, εἴη ἄν ἁπλῶς ἡ πρώτη ψυχὴ καὶ φυτικὴ γεννητικὴ οἷον αὐτό· καὶ οὗτος δεύτερος ὁρισμὸς αὐτῇ. ἔτι ἔστιν ᾧ τρέφεται διττόν, τὸ μὲν ὡς ὕλη οἷον ἡ τροφή, ὥσπερ εἴρηται, τὸ δὲ ὡς ὄργανον· καὶ τοῦτο αὖ διττόν, ὥσπερ καὶ ᾧ κυβερνᾷ ὁ πλωτήρ, ἡ χεὶρ καὶ τὸ πηδάλιον, τὸ μὲν κινοῦν καὶ κινούμενον, τὸ δὲ κινούμενον μόνως. τῷ μὲν οὖν ἐμφύτῳ θερμῷ καὶ ᾧ τροφὴ πέττεται ἀναλογείτω ἡ χείρ, κινουμένῳ μὲν ὑπὸ ψυχῆς, κινοῦντι δὲ τὰ ὀργανικὰ τῆς τροφῆς μέλη, στόμα, ὀδόντας, κοιλίαν, ἧπαρ καὶ τἄλλα ἃ κινεῖται μόνως, οὐ κινεῖ δέ, ὥσπερ καὶ τὸ πηδάλιον. εἰ δέ τις δοίη κινεῖν τὴν ναῦν, ἔσται τι ἴσως καὶ αὐτὰ κινοῦντα, τὴν τροφήν. φανερὸν οὖν ὅτι πᾶν ἔμψυχον ἀνάγκη ἔχειν θερμότητα· ἔργον γὰρ πέψις θερμοῦ. τύπῳ μὲν οὖν τί ἐστι τροφὴ εἴρηται διασαφητέον δὲ ὕστερον περὶ αὐτῆς ἐν τοῖς οἰκείοις λόγοις· ἐν γὰρ τοῖς Περὶ ζώων γενέσεως, ὅταν τὸ σπέρμα περίττωμα τροφῆς λέγωμεν καὶ περὶ τῆς ἁπλῶς τροφῆς διαληψόμεθα.