Ancient Greek
᾿Αρχὴ τοῦ τρίτου τμήματος.
Sophonias, In Aristotelis Libros De Anima Paraphrasis 4b.1
Not analysed yet
καὶ εὖ δὴ οἱ λέγοντες τὴν ψυχὴν εἶναι τόπον εἰδῶν· πλὴν οὔτε ὅλη ἀλλ’ ἡ νοητικὴ μόνη, οὔτ’ ἐντελεχείᾳ ἀλλὰ δυνάμει τὰ εἴδη. καὶ οὗτος τόπος ὁ νοῦς εἰδῶν ὡς δεχόῳνος αὐτά, οὐ μέντοι τῷ ὑποκεῖσθαι αὐτοῖς καὶ αὐτὸς ἐκεῖνα γίνεσθαι, ἀλλ’ ὡς ἡ μήπω γεγραμμένη πινακὶς τὰ γράμματα. ὡς γὰρ ἐν ἐκείνῳ δυνάμει ἐστὶ πάντα τὰ δυνάμενα ἐν αὐτῷ γραφῆναι, ἐνεργείᾳ δὲ οὐδέν ἐστι πρὶν γραφῇ, οὕτω τοι καὶ ὁ νοῦς οὐδέν ἐστιν ἐνεργείᾳ τῶν νοητῶν, πρὶν μάθοι ἢ εὕροι, ἀλλὰ δυνάμει πάντα. καὶ ὡς ἐκείνῳ οὐ φθειρομένου τοῦ προτέρου χάρτου τοῦ δυνάμει γίνεται τὸ ἐνεργείᾳ, καὶ ὁ νοῦς γινόμενος ἐνεργείᾳ τὰ νοητὰ οὐδὲν μεταβαλλει τῆς αὑτοῦ φύσεως· τότε δὲ καὶ ἑαυτὸν νοεῖ νοῶν ἐκεῖνα. ἔτι ὅταν ὁ δυνάμει νοῦς χρόνῳ καὶ διδασκαλίᾳ τῇ ἔξωθεν ἢ τῇ ἐντὸς καὶ παρ’ αὑτοῦ ζητήσει καὶ τριβῇ ἐγγυμνασάμενος γένηται τοιοῦτος οἷος ὁ ἐπιστάμενος, ὡς λοιπὸν μὴ δεῖσθαι διδασκαλίας ἀλλ’ αὐτὸς ἀφ’ αὑτοῦ προφέ- ρειν τὰ εἴδη, τότε γίνεται κατ’ ἐνέργειαν νοῦς. διαφέρει δὲ οὗτος τοῦ κατ’ ἐνέργειαν τοῦ πρώτου καὶ θείου ὅτι ἐκεῖνος ἀθρόως καὶ μιᾷ ἐνεργείᾳ πάντα νοεῖ ἀμεταβάτως, οὗτος δὲ καὶ ὅταν ἐνεργείᾳ γένηται, καθ’ ἓν ἕκαστον νοεῖ καὶ μεταβαίνει ἀφ’ ἑτέρου εἰς ἕτερον, ὑφ’ ἓν πλείονα νοῆσαι μὴ δυνάμενος. καὶ ἐκεῖνος μὲν οὐ γίνεται ἀλλ’ ἔστιν ἐνεργείᾳ, ἄνευ δυνάμεως ἑστῶσαν ἔχων τὴν νῶσιν καὶ ἀεὶ ὡσαύτως καὶ τὴν οὐσίαν ἀμετάβλητον καὶ τὴν ἐνέργειαν κατὰ τὴν οὐσίαν· οὗτος δὲ καὶ ὅταν ἐνεργείᾳ γένηται, οὐκ ἀθρόον ἀλλὰ καθ’ ἕκαστον νοητὸν καὶ νοεῖ καὶ προχειρίζεται. ἔστι γὰρ ὁ κατ’ ἐνέργειαν νοῦς τὰ νοητά, ὥσπερ ἡ κατ’ ἐνέργειαν ἐπιστήμη τὰ ἐπιστητά πως καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις τὰ αἰσθητά. ἐπεὶ δὲ τῶν πραγμάτων τὰ μέν ἐστιν ἁπλᾶ τὰ δὲ σύνθετα (ἁπλᾶ μὲν τὰ ἄυλα, οἷον ἄγγελος, ψυχή, νοῦς, σύνθετα δὲ ἐξ ὕλης καὶ εἴδους, οἷον πῦρ, ὕδωρ), καὶ ἐν τοῖς συνθέτοις ἄλλο μὲν τὸ εἶδος ἄλλο δὲ τὸ συναμφότερον, οἷον ἄλλο μέν ἐστιν αὐτὸ τὸ πῦρ, λέγω δὴ τὸ σύνθετον, ἄλλο δέ ἐστιν αὐτὸ τὸ πυρὶ εἶναι, γινώσκομεν δὲ ἄμφω, πότερον τῷ αὐτῷ μορίῳ τῆς ψυχῆς τὸ ἀπλοῦν καὶ τὸ σύνθετον γινώσκομεν, ἢ ἑτέρῳ καὶ ἑτέρω; ἢ τῷ αὐτῷ, ἄλλως δὲ καὶ ἄλλως ἔχοντι κατὰ τὴν σχέσιν; λέ- γομεν δὴ ὅτι τῷ αὐτῷ. ἑτέρως δὴ καὶ ἑτέρως ἔχοντι. οὕτω γὰρ ἔχει ὁ νοῦς πρὸς ἑαυτὸν ἐν τῷ νοεῖν ἑκάτερον, ὡς ἔχει ἡ κεκλασμένη εὐθεῖα πρὸς τὴν ἄκλαστον. τῷ γὰρ μὴ καθ’ αὑτὸν ἁπλῇ ἐπιβολῇ γινώσκειν τὸ σύνθετον, ἀλλὰ δεῖσθαι φαντασίας καὶ αἰσθήσεως, καὶ οἱονεὶ διπλόην ἔχειν τινὰ καὶ ἔπι **τῇ κελλασμένῃ εἰκάζεται. οἱονεὶ γὰρ πρῶτον ἔξω ἐκτείνεται ἐπὶ τὴν φαντασίαν, εἶτα ἐπιστρέφει εἰς ἑαυτὸν καὶ πρὸς τοὺς ἐν αὐτῷ καθόλου λόγους ἐκ τῶν μερικῶν ἀνατρέχει· οἰκεία γὰρ αὐτῷ καὶ κατὰ φύσιν ἐνέργεια ἡ τῶν νοητῶν ἀντίληψις. ὅταν μέντοι περὶ αὐτῶν τῶν εἰδῶν σκοπῇ, μὴ προσχρώμενος αἰσθήσει ἀλλὰ τοὺς ἐν αὐτῷ μόνον λόγους κινῶν, οἷον τίς θερμότητος λόγος ἢ ἀνθρωπότητος καὶ ἔτι ψυχῆς ἢ ἀγγέλου, τότε τὴν ἄκλαστον εὐθεῖαν μιμεῖται. εἷς δὲ καὶ ὁ αὐτὸς ὁ τὰ σύνθετα καὶ τὰ ἀπλᾶ γινώσκων. ὡσαύτως ἔχει καὶ ἐπὶ τῶν μαθηματικῶν, ἅπερ καὶ ἐξ ἀφαιρέσεως λέγονται. καὶ γὰρ ἐν τούτοις καὶ τῆς ὕλης ἀφαιρουμένης ἡ διπλόη ἐπιμένει πάλιν. ἄλλο γάρ ἐστι τὸ εὐθὺ καὶ τὸ εὐθεῖ εἶναι· ἔστι γὰρ ὑποκείμενόν τι ἐν τούτοις καὶ οἷον ὕλη τὸ συνεχές, εἶδος δὲ ἡ εὐθύτης καὶ ἡ καμπυλότης αὐτή. ὅταν μέντοι κύκλον νοῇ ὁ νοῦς ἢ τὸ καμπύλον, τοῦτο δέ ἐστι τὸ σύνθετον, ἀναλόγως τῇ κεκλασμένῃ εὐθείᾳ νοεῖ· ὅταν δὲ αὐτὰ μόνα ψιλὰ τὰ εἴδη νοῇ, καμπυλότητα εὐθύτητα, τότε μὴ προσχρώμενος αἰσθήσει τῇ ἀκλάστῳ εὐθείᾳ ἔοικεν. ἔτι ὥσπερ ἐπὶ τοῦ σιμοῦ ὡς μὲν σιμότης ἐν ῥινὶ ἔχει τὸ εἶναι, οὗ καὶ νοουμένη ἀχώριστος ἔστι γὰρ σιμότης κοιλότης ἐν ῥινί), ὡς δὲ κοιλότης κεχωρισμένη καὶ οὐδὲν <δεῖ> τῷ νῷ προσεπινοεῖν τὸ ὑποκείμενον, ὅταν ὡς αὐτὴν νοῇ, χωρίσαντι αὐτὴν καθ’ αὑτήν, κατὰ τὰ αὐτὰ καὶ ὁ μαθηματικὸς αὐτῶν τῶν εἰδῶν τοὺς ὁρισμοὺς ἄνευ τοῦ ὑποκειμένου ποιεῖται, οἷον τί ἐστι κύκλος, τί τρίγωνον, τί εὐθὺ καὶ τὰ λοιπά. ἐν ἀφαιρέσει δὲ λέγονται ὡς ἀχώριστα μὲν τῆς ὕλης καθ’ ὕπαρξιν, τῷ νῷ δὲ χωρισθέντα καὶ οἷον ἀφαιρεθέντα τοῦ ὑποκειμένου.