Ancient Greek
᾿Αρχὴ τοῦ τρίτου τμήματος.
Sophonias, In Aristotelis Libros De Anima Paraphrasis 6.1-2
Not analysed yet
Ὲἔτι νοεῖ ὁ νοῦς καὶ τὰ ἁπλᾶ πράγματα, νοεῖ καὶ τὰ σύνθετα. ἄλλως δὲ ἐνταῦθα ἁπλοῦν καὶ σύνθετον λέγομεν ἢ πρότερον, ὡς ἐκεῖ μὲν τὸ ὑλικὸν πρὸς τὸ ἄυλον διαστέλλοντες ἐχρώμεθα τοῖς ὀνόμασιν, ἄμφω δὲ νῦν ἐπὶ τῶν νοητῶν καὶ τὴν ἁπλότητα καὶ τὴν σύνθεσιν τίθεμεν, ἁπλᾶ μὲν τοὺς ὅρους, σύνθετα δὲ τὰς προτάσεις κατονομάζοντες. εἴτε οὖν ἁπλᾶ εἴτε σύνθετα τὰ νοούμενα, κτὰ τοῦτο νοεῖ ὁ νοῦς αὐτά, καθὸ ἕν τι ἁπλοῦν καὶ ἀδιαίρετον ἔχουσιν. ἔστι δὲ τὸ ἀδιαίρετον πενταχῶς· ἢ τὸ ἐν τοῖς ὅροις· ἀδιαίρετοι γὰρ ἐν προτάσεσιν οὗτοι, εἰς φωνὰς ἁπλουστέρας μὴ μεριζόμενοι, οἷον ἄνθρωπος, ἵππος, σύμμετρον, ἀσύμμετρον. λέγεται πάλιν ἀδιαίρετον καὶ τὸ συνεχὲς ὡς ἐνεργείᾳ ἔχον τὴν ἕνωσιν, δυνάμει δὲ τὴν διαίρεσιν, οἷα τὰ μεγέθη, χρόνος, τόπος καὶ τὰ αἰσθητὰ καὶ κατὰ μέρος σώματα. ἀδιαίρετον καὶ τὸ εἶδος τό τε ἐπὶ τῆς μορφῆς καὶ τὸ ἐπὶ τῆς οὐσίας· ἥ τε γὰρ ἑκάστου οὐσία ἕν διαιρε- θεῖσα γὰρ φθείρει τὸ ὅλον) ἥ τε μορφὴ ὁμοίως. ἀδιαίρετον καὶ τὸ σημεῖον καὶ τὸ νῦν ὡς μὴ ἔχοντα ἔκτασιν. καὶ πέμπτον πρὸς τούτοις τὸ ὄντως ἀδιαίρετον, λέγω δὴ τὰ νοητὰ καὶ θεῖα εἴδη, ἐν οἷς οὐδαμῶς τὸ δυνάμει. ἕκαστον οὖν τῶν νοητῶν κατὰ τὸ ἀδιαίρετον τὸ ἐν αὐτῷ ὁ νοῦς νοεῖ, οἷον τοὺς ὅρους καθὸ ἁπλοῖ· ὅθεν καὶ οὐ τὸ μὲν αὐτῶν ἐν τῷδε χρόνῳ τὸ δὲ ἐν τῷδε νοήσει, ἀλλ’ ἅμα καὶ ἀθρόως. καὶ τὰς προτάσεις δὲ οὐ καθὸ σύνθετοι, ἀλλὰ καθὸ ἕν τι σημαίνουσι νοεῖ· οὐ γὰρ ἄνθρωπον καὶ λευκὸν ἀνὰ μέρος, ἀλλ’ ἓν τὸ ἅπαν λευκὸν ἄνθρωπον καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ. πάλιν τὰ συνεχῆ οὐ καθὸ δύναται διαιρεθῆναι νοεῖ, ἀλλὰ καθό εἰσιν ἐνεργείᾳ ἀδιαίρετα· οἷον ἐὰν νοήσω τὸν Τρωικὸν πόλεμον ὅτι ἐν τοσῷδε χρόνῳ ἐγένετο, οὐ νοῶ αὐτὸν ἀνὰ μέρος ὡς διῃρημένον καὶ συγκείμενον ἐκ πολλῶν, ἀλλ’ ὡς ἕνα τινὰ καὶ συνεχῆ. καὶ τὴν γραμμὴν μέντοι οὐ καθὸ δύναται διαιρεῖσθαι εἰς μέρη ἢ ὅτι σύγκειται ἐκ τοσῶνδε μερῶν, οὕτω νοῶ, ἀλλὰ καθὸ μία τις καὶ συνεχής· εἰ γὰρ κατὰ μέρη, οὐχ ὡς μίαν νοῶ ἀλλ’ ὡς πλείους· καὶ ἕκαστον μόριον μίαν πάλιν γραμμὴν καὶ ἀδιαίρετον καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ. οὕτω καὶ τὴν μορφὴν τοῦ ἀνδριάντος, οὕτω καὶ τὸ ὅλον. τὴν δὲ στιγμὴν καὶ τὸ νῦν, ἀδιαίρετα ὄντα καὶ μὴ ἔχοντα ὕπαρξιν, ἀδιαιρέτως τε νοήσει καὶ τῇ ἀποφάσει τοῦ συνεχοῦς. καὶ τἄλλα δὲ τὰ μὴ ἔχοντα προηγουμένην ὕπαρξιν τῇ ἀποφάσει τῶν ἀντικειμένων αὐτῶν γινώσκομεν εἰδῶν, τὸ κακὸν τῇ ἀφαιρέσει τοῦ ἀγαθοῦ καὶ τὸ διεστραμμένον τῇ τοῦ εὐθέος· εἰ γὰρ καὶ καταφατικῶς προήχθησαν τοῖς ὀνόμασιν, ἀλλ’ οὐδὲν ἧττον στερητικὰ τυγχάνει τῷ πράγματι. τὰ δὲ ὄντως ἀδιαίρετα, τὰ νοητὰ λέγω εἴδη, τῇ καλουμένῃ ἁπλῆ ἐπιβολῇ. ἔτι ὅταν ἐν τῷ νοεῖν ὁ νοῦς ὡς ὄντα καὶ ἐνεστῶτα συντίθησιν, οὐδὲν ἐνθάδε περὶ τοῦ χρόνου προσεννοεῖ· ὅταν δὲ περὶ γεγονότος ἢ μέλλοντος, τότε καὶ χρόνον ἐξ ἀνάγκης προσεννοεῖ. καὶ πρὸς τούτοις ἐπειδὴ τῶν πραγμάτων τὰ μέν ἐστιν ἀεὶ ὡσαύτως ἔχοντα, τὰ δὲ ἄλλοτε ἄλλως, ὅσα καὶ γένεσιν ἐπιδέχεται καὶ φθοράν, ἐπὶ μὲν τῶν ἀεὶ ὡσαύτως ἐχόντων συντιθεὶς τοὺς ὅρους οὐδὲν δεῖ προσεννοεῖν τὸν χρόνον, οἷον ὅτι ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ· οὐ γὰρ νῦν μὲν οὕτως, ἄλλοτε δὲ ἄλλως· ὅτι δὲ Σωκράτης ἐν Λυκείῳ διέτριβε τὸ μὲν χθὲς εἰπεῖν ψεῦδος, τὸ δὲ πάλαι ἀληθές. ἔτι νοεῖ ὁ νοῦς τὰ πράγματα τὰ μὲν ὑπὲρ αὐτὸν εἰκονικῶς, τὰ δὲ μετ’ αὐτὸν παραδειγματικῶς· ἐπεὶ γὰρ οἱ λόγοι τῶν πραγμάτων ἔνεισιν ἐν τῇ ψυχῇ δυνάμει, ὅταν ἐνεργείᾳ προάγωνται, γίνονται ἐνεργείᾳ ὅπερ ἐκεῖνα εἰκονικῶς ἢ παραδειγματικῶς, ὡς ἂν εἴποιμεν γενέσθαι τὴν εἰκόνα Σωκράτους Σωκράτην ἢ τοὺς ἐν τῷ οἰκοδόμῳ λόγους ὅπερ οἰκίαν. ἔτι πᾶς νοῦς ᾗ νοῦς ἀεὶ ἀληθὴς καὶ ἀναμάρτητος καὶ ἄπταιστος· ἢ γὰρ ἥψατο τοῦ πράγματος, φησί τις τῶν παλαιῶν, ἢ οὔ· εἰ μὲν οὖν ἅψαιτο, καὶ ἀντελάβετο αὐτοῦ, εἰ δὲ μὴ ἅψαιτο, οὐδὲ ἔννοιαν αὐτοῦ ἔχει, ὥστε οὐ ψεύσεται. εἰκάζει δὲ τὴν ἐν τοῖς ἁπλοῖς ἀλήθειαν τῇ αἰσθητῇ τῶν εἰδῶν. ὡς γὰρ ἡ ὄψις ἀληθεύει ἐν τῇ τῶν χρωμάτων ἀντιλήψει οὐ συντιθεῖσα τῷ χρώματι τὸ κεχρωσμένον καὶ ὑποκείμενον (οὐ γὰρ ὄψεως τοῦτο ἀλλ’ καὶ δόξης· ἱκανὸν γὰρ τῇ ὄψει πρὸς ἀλήθειαν τὸ λαβεῖν τὸ εἶδος τοῦ ὁρατοῦ, ὁποῖόν ἐστιν), οὕτω καὶ ὁ νοῦς ἀληθεύει κατὰ τὴν εἰδῶν τῶν ἁπλῶν νόησιν. ᾗ μὲν γὰρ ἑκάτερον ἀληθεύει τῇ θίξει τοῦ ὑποκειμένου γνωστοῦ, ταύτῃ αὐτοῖς ἡ ὁμοιότης ἐστίν· ᾗ δὲ ἡ μὲν αἴσθησις χειρόνως ἢ κατὰ συλλογισμόν, ὁ δὲ νοῦς κρειττόνως, ταύτῃ ἀνόμοια. ἡ γοῦν τοιαύτη τοῦ νοῦ ἐνέργεια ἡ περὶ τὰ χωριστὰ εἴδη μάλιστ’ ἄν καὶ κυριώτατα ἀλήθεια εἴη ,καὶ μόνοις παραγίνεται τοῖς εἰς ἄκρον εὐζωίας καὶ ἐπιστήμης ἐληλακόσι, καὶ τούτοις ὀλιγάκις. διὸ περὶ ταύτης ὁ αὐτός φησιν ὅτι ὅστις ἐνήργησεν, οὕτως οἶδεν, ὃ λέγω.