Ancient Greek
Ἀρκὴ τοῦ δευτέρου τμήματος.
Sophonias, In Aristotelis Libros De Anima Paraphrasis 6.1
Not analysed yet
Τούτων οὕτω διωρισμένων καιρὸς καὶ τὸν καθ’ ἑκάστην αἴσθησιν προχειρίσασθαι λόγον. λεκτέον δὲ περὶ τῶν αἰσθητῶν πρῶτον, εἶτα περὶ τῆς δυνάμεως σαφέστερον γὰρ τῆς ἐνεργείας καὶ τῆς δυνάμεως κατὰ τὴν διδασκαλίαν τὸ εἰς ὃ ἡ ἐνέργεια. τῶν οὖν αἰσθητῶν τὰ μὲν καθ’ αὑτά, τὰ δὲ κατὰ συμ- βεβηκός. τῶν δ’ αὖ καθ’ αὑτὸ τὸ μὲν ἴδιόν ἐστιν ἑκάστης αἰσθήσεως καὶ ταῖς ἑτέραις ἀμέθεκτον, τὸ δὲ κοινὸν πασῶν ἢ ταῖς πλείοσι. λέγω δὲ ἴδιον μὲν ὃ μὴ ἐνδέχεται **ἀπατηθῆναι, οἷον ὄψις χρώματος καὶ ἀκοὴ ψόφου καὶ γεῦσις χυμοῦ καὶ ἀτμῶν ὄσφρησις· πλείους δὲ καὶ τῆς ἁφῆς αἱ διαφοραί, οἷον θερμότης ὑγρότης καὶ αἱ ἐναντίαι, βάρος ἀντιτυπία καὶ τἄλλα. κρίνει γοῦν ἑκάστη αἴσθησις ἀσφαλῶς περὶ τούτων τὸ ἑαυτῆς οἰκεῖον καὶ οὐκ άπατᾶται. οὐ γάρ ποτε ὅτι χρῶμα τόδε ἡ ὄψις ἀπατηθήσεται, ἢ ψόφος ἡ ἀκοή, ἀλλὰ τίς ἡ οὐσία τοῦ κεχρωσμένου καὶ ποῦ· τὸ γὰρ χολοβαφὲς χρυσὸν οἰη- θείη ἄν ποτε, καὶ εἰ ὀστορειόλεπα ἐν τῷ δεξιῷ ἠχήσειε τοῦ οἰκήματος ὑπο- λάβοι ἐν τῷ ἀριστερῷ ἠχῆσαι χρυσίνους. τὰ μὲν οὖν τοιαῦτα λέγεται ἴδια ἑκάστης· κοινὰ δὲ ἢ ἐν πλείοσι κίνησις, ἠρεμία, ἀριθμός, σχῆμα, μέγεθος. τὰ γὰρ τοιαῦτα οὐδεμιᾶς ἐστιν ἴδια, ἀλλὰ κοινά, τινὰ μὲν πάσαις, ὡς ἀριθμὸς καὶ κίνησις καὶ στάσις, πλὴν γεύσεως, μέγεθος δὲ καὶ σχῆμα ταῖς τρισίν, ἀκοῇ ὄψει καὶ ἁφῇ. ἀλλὰ τὰ μὲν καθ’ αὑτὸ αἰσθητὰ οὕτω· διττὸν δὲ καὶ τὸ κατὰ συμβεβηκὸς αἰσθητόν, αἵ τε οὐσίαι οὐ γὰρ αἰσθητή τινος οὐσία, ἀλλὰ λογισμῷ ληπτή, οἷον τοῦ λίθου τούτου γὰρ οὐ τὸ σχῆμα, οὐ τὸ χρῶμα οὔτε ὁ ὄγκος ἢ τὸ βάρος καὶ ἡ ἀντιτυπία καὶ ὅσων ἄλλων ἐν αὐτῷ ἡ αἴσθησις ἅπτεται, οὐσία αὐτῷ, ἀλλὰ τῇ οὐσίᾳ ἐπισυμβάντα, καὶ εἰ τόδε τὸ λευκὸν εἴη Διάρους υἱός, κατὰ συμβεβηκὸς γνωρίζομεν τῇ ὁράσει τὸν ἄνθρωπον, ὅτι τῷ λευκῶ συμβέβηκε τοῦτο, οὗ αἰσθάνεται. ἡ μὲν γὰρ ὄψις καθ’ αὑτὸ καὶ προηγουμένως τοῦ χρώματος ἀντελάβετο, ἡ δὲ ψυχὴ τὴν οὐσίαν συνέγνωκε· διὸ καὶ οὐδὲν πάσχει ᾗ τοιοῦτον ὑπὸ τοῦ αἰσθητοῦ τοῦ κατὰ συμ- βεβηκὸς ἡ ὅρασις)· αἵ τε οὖν οὐσίαι, ὥς γε εἴρηται, κατὰ συμβεβηκὸς αἰσθη- ταὶ καὶ τὰ παρ’ ἑκάστην ἴδια ταῖς λοιπαῖς. ἑωρακότες γάρ τι ξανθὸν οἷον στύρακα λέγομεν ἑωρακέναι τι εὐῶδες, καὶ πάλιν ὀσφρανθεὶς λέγω ὅτι ξανθοῦ ὠσφράνθην, καὶ ἠχήσαντος ἀργύρου φημὶ λευκοῦ ἀκηκοέναι. ἔτι διαφέρει τὰ ἰήια αἰσθητὰ τῶν τε κατὰ συμβεβηκὸς καὶ τῶν καθ’ αὑτὸ κοινῶν δὲ πρῶτον μὲν ὡς τούτων μὲν ἕκαστον μιᾷ τινι ἑκάστῃ τῶν αἰσθήσεων ἀφορίζεται, τὰ δὲ πλείοσι. καὶ περὶ μὲν τῶν κοινῶν πρόδηλον· τὸν γὰρ ἀριθμὸν εἴτ’ οὖν τοὺς δέκα ἀστραγάλους καὶ ἡ ὄψις αἴσθοιτ’ ἄν καὶ ἡ ἁφὴ καὶ αἱ ἕτεραι, καὶ ἐπὶ τῶν ἄλλων οὕτως. φανερὸν δὲ καὶ περὶ τῶν κατὰ συμβεβηκός· ἀπὸ διαφόρων γὰρ αἰσθήσεων τῆς αὐτῆς οὐσίας αἰσθοίμεθ’ ἄν. καὶ γὰρ καὶ ἰδόντες ἔγνωμεν τὸν Σωκράτην καὶ ἀκούσαντες καὶ ἁψάμενοι, τό τε μέλι καὶ γευσάμενοι ἔγνωμεν καὶ ἰδόντες καὶ ὀσφρανθέντες ἢ καὶ ἁψάμενοι. δεύτερον δὲ ὅτι περὶ μὲν τὰ ἴδια αἰσθητά, κατὰ φύσιν ἐχουσῶν τῶν αἰσθήσεων καὶ ἐξ ὧν πεφύκασι τόπων ἀντιλαμβάνεσθαι προσβαλουσῶν τοῖς αἰσθητοῖς, οὐκ ἀπάτη γίνεται περὶ αὐτά, περὶ δὲ τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ καὶ τὰ κοινὰ πολλὴ ἡ ἀπάτη λευκὸν γὰρ ὁρῶντες ἀμφιβάλλομεν, εἰ λίθος ἢ ἵππος, καὶ φωνῆς ἀκούοντες τίνος καὶ ὅθεν πλανώμεθα, καὶ τῶν σχημάτων κατὰ ποιάν τινα σχέσιν τῶν ἀποστάσεων τὰ μὲν πολύγωνα περιφερῆ, εὐθύγραμμα δὲ τὰ στρογγύλα, τά τε κινούμενα ἑστῶτα καὶ τὰ ἑστῶτα πολλάκις κινούμενα φαίνεται. πλείστη δὲ κἀν τοῖς μεγέθεσι κατὰ τὸ πόρρω καὶ ἔγγιον ἡ διαφορά, πρόδηλος δὲ καὶ ἡ περὶ τὸν ἀριθμὸν ἀπάτη. ἴσως δ’ ἄν τις καὶ κατὰ μικρὸν ἀπάτη προιοῦσι κἀν τοῖς ἰδίοις θεωρηθήσεται. ἔτι τοῖς μὲν καθ’ αὑτὸ αἰσθητοῖς τοῖς ἐπιπάσχουσιν αἱ αἰσθήσεις, ἐν δὲ τοῖς κατὰ συμβεβηκὸς οὔ. καὶ ὅτι τὰ μὲν ἴδια αἰσθητὰ δρῶσι περὶ τὰς ἰδίας αἰσθήσεις πρόδηλον· ὅτι δὲ καὶ τὰ κοινά, φανερὸν ἐντεῦθεν· τό τε γὰρ ὀξυγώνιον ἄλλως δρᾷ τὴν ὄψιν ἀνιᾶ γάρ), ἥδει δὲ τὸ ἀμβλυγώνιον, καὶ μᾶλλον τὸ λεῖον ἢ τὸ ἀγώνιον προφανῆ δὲ καὶ τὰ περὶ τῆς ἁφῆς, ὡς διαφόρως περὶ τὰ διάφορα τῶν σωμάτων διατίθεται σχήματα. καὶ ὄψις δὲ καὶ ἀκοὴ ἄλλως ἑστῶτος αἴσθονται ἢ κινου- μένου, εἰ καὶ τὰς διαφορὰς ἑρμηνεῦσαι ἀδυνατοῦμεν. ἔτι τὸ μέγεθος δόξει δρᾶν τι καὶ εἰς τὴν ὄψιν καὶ εἰς τὴν ἁφήν ὑπὸ γὰρ τοῦ μείζονος χρώματος ἢ μείζονος θερμοῦ μᾶλλον συγκρίνεται ἢ διακρίνεται τὰ αἰσθητήρια, ἡ ἁφὴ καὶ ὄψις. ἀθρόαι γὰρ οὖσαι αἱ δυνάμεις ῥώννυνται μᾶλλον καὶ ἑαυτῶν δυναὄγγος μικώτεραι γίνονται, ὡς ἐπὶ τῶν βαρῶν ἔστιν ἰδεῖν · συνιόντα γὰρ τὰ βάρη βαρύτερα γίνεται ἢ ὅταν ᾖ διακεκριμένα. καὶ πρὸς τούτοις τὰ μὲν τῇ ὄψει καὶ ἀκοῇ καὶ γεύσει ὑποκείμενα παρὰ τῆς συνηθείας ὠνόμασται τὰ μὲν γὰρ χρώματα ἐκαλέσαμεν, τὰ δὲ ψόφους, τὰ δὲ χυμούς), τὰ δὲ τῇ ἀφῇ καὶ ὀσφρήσει ἀνώνυμα ἁπτὰ γὰρ λέγομεν καὶ ὀσφραντὰ παρονομάζοντες, εἰ μή τις τὴν ὀσμὴν καὶ ἐπὶ τῆς ὀσφρήσεως θεῖτο. καὶ ἑκάστη μὲν τῶν ἄλλων αἰσθήσεων περὶ μίαν ἔχει ἀντίθεσιν, οἷον ὄψις περὶ λευκὸν καὶ μέλαν τὰ γὰρ ὤα μεταξύ), γεῦσις δὲ περὶ γλυκὺ καὶ πικρόν, καὶ ἀκοὴ περὶ βαρὺ καὶ ὀξύ, καὶ περὶ τὸ εὐῶδες καὶ δυσῶδες ἡ ὄσφρησις. ἡ μέντοι γε ἁφὴ περὶ πλείους ἔχει τὰς ἀντιθέσεις μὴ δυναμένας ὑπὸ μίαν κοινήν τινα συναχθῆναι θερμῶν γὰρ καὶ ψυχρῶν καὶ ὑγρῶν καὶ ξηρῶν καὶ λείων καὶ τραχέων καὶ βαρέων καὶ κούφων καὶ τοιούτων ἄλλων ἀντιλαμβάνεται, ἃ οὐχ ὑπ’ ἄλληλά εἰσιν οὐδὲ πρὸς μίαν κοινήν τινα περικλείονται. ἀπορήσειεν ἄν τις, εἰ αἱ οὐσίαι τῶν κατὰ συμβεβηκὸς αἰσθητῶν, ὡς ἄνωθεν εἴρηται συλλογισμῷ γὰρ ληπταὶ δι’ αἰσθήσεως, τοῦτο δὲ λόγος), πῶς ἔγνω κύων καὶ βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. ἢ οὐχ ὡς οὐσιῶν αἴσθονται οὐδὲν γὰρ ζῶον τῶν ἀλόγων αἴσθησιν ἔχει οὐσίας), ἀλλ’ ὡς τοιῶνδε σχημάτων ἢ χρωμάτων ἡδέων ἢ λυπηρῶν προσγεγονότων συνήθων τῇ αἰσθήσει αὐτῶν. Τούτων οὕτω συμπεπερασμένων βαδιούμεθα ἤδη πρὸς τὸν περὶ ἑκάστης αἰσθήσεως λόγον, ὡς ἱκανῶς τὰ πρὸς τοῦτο προευκρινήσαντες. εἰ ὅ ὥσπερ τιμιωτέραν τῶν ἄλλων καὶ πολυτελεστέραν καὶ τῇ τάξει κἀνταῦθα πρώτην τὴν ὅρασιν τάξαιμεν, οὐ καινοτομοῦμεν. ἐπεὶ οὖν διττὰ τὰ καθ᾿ αὑτὰ αἰσθητά, τὰ ἴδια κυρίως εἰσὶν αἰσθητὰ καὶ πρὸς ἃ ἡ οὐσία πέφυκεν ἑκάστης αἰσθήσεως. ἔστι δὲ ὁρατὸν τοῦτο, οὗ ἡ ὄψις ἀντιλαμβάνεται·