Ancient Greek
Ἀρκὴ τοῦ δευτέρου τμήματος.
Sophonias, In Aristotelis Libros De Anima Paraphrasis 5.1-2
Not analysed yet
Διωρισμένων δὲ τούτων λέγομεν κοινῇ περὶ πάσης αἰσθήσεως. ὥσπερ ΙΙ5 δὲ ἀπλῶς περὶ πάσης ψυχῆς ἐν τοῖς κατ’ ἀρχὰς ἐζητήσαμεν καὶ κοινόν τινα λόγον ὁλοσχερώτερον ἐπὶ κεφαλαίου. ἀποδεδώκαμεν, εἶτα πρὸς τὰς κατ’ εἶδος τὴν σκέψιν πεποιήμεθα, οὕτω κἀνταῦθα πρὸ τῶν κατὰ μέρος αἰσθητῶν καὶ αἰσθήσεων περὶ τῆς ὅλης αἰσθήσεως καὶ τοῦ ἀπλῶς αἰσθητοῦ εἰπεῖν ἐπιβάλ- λομεν, εἴ πως ἁμωσγέπως, ὥσπερ ἐκεῖ, ἀποδοῦναι κοινόν τινα λόγον ἰσχύσαιμεν. συλλαμβάνομεν δὲ κατὰ τὸ εἰωθὸς καὶ ὅσα συντείνει πρὸς τὴν λῆψιν τοῦ ὁρισμοῦ, ὅθεν καὶ ἀναγκαίως ὁ λόγος παρεκταθήσεται διὰ τὰς ἐν μέσῳ ἀσχολίας. καὶ πρῶτον ὅτι ἡ αἴσθησις ἐν τῷ κινεῖσθαι καὶ πάσχειν συμβαίνει, καθάπερ εἴρηται. δοκεῖ γὰρ ἀλλοίωσίς τις εἶναι τῇ τε γὰρ τῶν αἰσθητῶν ἀντιλήψει τοίως ἢ τοίως διατιθεμένη ἀλλοιοῦσθαι δόξειεν ἄν· τοῦτο δὲ κίνησις. ἐπεὶ δ’ ἅπαξ τὸ πάσχειν καὶ κινεῖσθαι τὴν αἴσθησιν ἐνεδώκαμεν, κοινῶς περὶ τοῦ ποιεῖν καὶ πάσχειν ἐπαπορήσωμεν, ἵν’ ἔχοιμεν καὶ ἰδίως τι λέγειν περὶ αἰσθήσεως. πότερον τῷ ἐναντίῳ πάσχει τὸ ἐναντίον καὶ ποιεῖ, ἢ ὑφ’ ὁμοίου τὸ ὅμοιον, ὡς φασί τινες; ἢ καὶ ἄμφω πῶς μὲν πῶς δ’ οὐ τῷ δυνάμει καὶ ἐνεργείᾳ, ὡς μικρῷ πρόσθεν διεστειλάμεθα. καὶ ἐν τοῖς καθόλου λόγοις ἱκανῶς ἐπεστήσαμεν, πῶς τοῦτο δυνατὸν καὶ ὅπως ἀδύνατον οὐδὲν δὲ κωλύει καὶ νῦν ἐπὶ βραχὺ διελθεῖν. οὔτ’ οὖν τὰ πάντη ταὐτὰ οὔτε τὰ ἕτερα πάντη πάθοι ἢ δράσοι πρὸς ἄλληλα, ἀλλὰ τὰ ἐνεργείᾳ μὲν ἕτερα δυνάμει δὲ ταὐτὰ πάσχει ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ κινούμενα· τί γὰρ πάθοι φωνὴ ὑπὸ χρώματος ἢ ὄψις ὑπὸ ὀδμῆς; τί δὲ ὕδωρ ὑφ’ ὕδατος ἢ πῦρ ὑπὸ πυρός; ὕδωρ δὲ πυρὶ καὶ πῦρ ὕδατι δρῶσι καὶ πάσχουσι δυνάμει ὄντα ταὐτά· δυνάμει δὲ ταὐτὸν καὶ τῷ αἰσθητῷ αἴσθησις, ἐνεργείᾳ δ’ οὔ. ἔτι καὶ τοῦτο ζητήσωμεν ἔχει καὶ] γὰρ ἀπορίαν ἀρκοῦσαν, ἣν κάλλιον ἦν εἰ μετὰ πολλὰ προτεθείκαμεν, ἀλλὰ μὴ νῦν ὑπὸ προθυμίας ὀλιγωρήσαντες· τί δήποτε καὶ τῶν αἰσθήσεων αὐτῶν οὐ γίνεται αἴσθησις, καὶ διὰ τί ἄνευ τῶν ἔξω οὐ ποιοῦσιν αἴσθησιν, ἐνόντος πυρὸς καὶ τῶν ἄλλων στοιχείων, ὧν ἐστιν αἴσθησις καὶ τῶν καθ’ αὑτὸ προσόντων καὶ οὐσιωδῶς αὐτοῖς, ὡς ἁφὴ θερμότητος καὶ ψυχρότητος καὶ τῶν ἐναντίων, κ· αὶ τῶν κατὰ συμβεβηκός, ὡς ἕτεραι. ἔδει γάρ, εἴπερ ἀντιληπτικὴ τῶν αἰσθητῶν αἴσθησις, αἰσθητὰ δὲ καὶ τὰ αἰσθητήρια, δι’ ὧν αἰσθανόμεθα, καὶ τούτων ἀντιλαμβάνεσθαι, καὶ τὸν ὀφθαλμὸν αὐτὸν ὁρᾶν ἔδει καὶ μηδενὸς ἔξωθεν παρόντος. λύεται δέ, ὅτι τὸ αἰσθητικὸν οὐκ ἔστιν ἐνεργείᾳ, ἀλλὰ δυνάμει μόνον, πᾶν δὲ τὸ δυνάμει προάγεται ὕπο τι,νος ενεργείᾳ ὄντος. καὶ καθάπερ τὸ καυστὸν δυνάμει οἷον ξύλον ἡ ἔλαιον οὐ καίεται αὐτὸ καθ’ αὑτὸ ἄνευ τοῦ καυστικοῦ ἔκαιε γὰρ ἄν αὑτό, καὶ οὐδὲν ἐδεῖτο του ἐντελεχείᾳ πυρὸς ὄντος), οὕτω τοι κἀνταῦθα. ἀναλογεῖ γὰρ τῷ μὲν καυστῷ ἡ αἴσθησις, τῷ δὲ πυρὶ τὸ αἰσθητόν. ὅτι δὲ δυνάμει μόνον ἡ αἴσθησις ἀπουσία τῶν αἰσθητῶν, δῆλον ἐκεῖθεν ἐπεὶ γὰρ τὸ αἰσθανόμενον λέγε διπῶς τό τε γὰρ δυνάμει ἀκοῦον καὶ ὁρῶν ἀκούειν καὶ ὁρᾶν λέγομεν, κἄν τύχοι καθεῦδον, καὶ τὸ ἤδη ἐνεργοῦν), διχῶς ἄν καὶ ἡ αἴσθησις λέγοιτο, ἡ μὲν ὡς δύναμις, ἡ δὲ ὡς ἐνέργεια. πάσχει δὲ πᾶν δυνάμει καὶ κινεῖται ὑπὸ τοῦ ποιητικοῦ καὶ ἐνεργείᾳ ὄντος. διὸ ἔστι μὲν ὡς ὑπὸ τοῦ ὁμοίου πάσχει ἡ αἴσθησις τοῦ αἰσθητοῦ, ἔστι δ’ ὡς ὑπὸ τοῦ ἀνομοίου, καθάπερ εἴπομεν πάσχει γὰρ τὸ ἀνόμοιον, πεπονθὸς δὲ ὅμοιον γίνεται. ἀλλὰ τί ταῦτα πρὸς τὸ ζητούμενον; ἐοίκαμεν γὰρ πόρρω βάλλειν ἢ καθ’ ἑαυτῶν· εἰ γὰρ ἡ αἴσθη- σις δύναμις, τελειοῦται δὲ τῇ θίξει τοῦ αἰσθητοῦ, αἰσθητὸν δὲ τὸ ἐν. τῷ ὀφθαλμῷ ὑγρὸν τά τε χρώματα καὶ οἱ διάφοροι χιτῶνες, πῶς ἔγγιον ὄντα οὐ μᾶλλον τελειοῦσι τὴν ὅρασιν, ἵν’ ὁρατὰ χρηματίσωσιν; ἡ μὴ μόνης εἶναι τὴν αἰσθητικὴν ἐνέργ. ειαν αὐτῆς τῆς αἰσθητικῆς δυνάμεως, ἀλλὰ τοῦ συνάμφω, τοῦ αἰσθητηρίου καὶ τῆς δυνάμεως· δεῖσθαι δὲ καὶ τοῦ μεταξὺ πᾶσαν αἴσθησιν· μέσον δὲ ὁρῶντος καὶ ὁρωμένου τὸ διαφανές, ὅτε πεφωτισμένον ᾖ. πῶς οὖν ἡ ὄψις αὐτὴ γυμνὴ περί τι ἐνεργήσει μὴ ἔχουσα ὄργανον καὶ ἀμέσως; εἰ οὖν δεήσει τὴν ὄψιν τὸν ὀφθαλμὸν ἰδεῖν, δεήσει καὶ ὀργάνου. τί δὲ οἰκειότερον ὀφθαλμοῦ τῇ ὄψει ὄργανον; ὀφθαλμὸς δὲ τὸ ὑγρὸν καὶ λευκὸν καὶ τἄλλα· ὥστε εἰ τὸν ὀφθαλμὸν ὀφθῆναι δεῖ, ἑτέρου ὀφθαλμοῦ ἀοράτου χρεία, καὶ εἰ κἀκεῖνον, ἄλλου· καὶ τοῦτο εἰς ἄπειρον. καὶ ὁ τοιοῦτος ἐπὶ πάσης αἰσθήσεως προχωρήσει λόγος· οὐ γάρ ἐστιν ἡ αἴσθησις ὁ πολύτιμος νοῦς αὐτὸς καθ’ ἑαυτὸν ἐνεργῶν, μηδενὸς τῶν σωματικῶν προσδεόμενος πρὸς τὴν τῶν νοουμένων ἀντίληψιν, καὶ ἐντὸς καὶ ὅτε καὶ ὅπως βούλεται πρὸς ἑαυτὸν ἐπιστρέφων αὐτὸς αὑτῷ ταμίας καὶ τῆς ἠρεμίας καὶ τῆς κινήσεως· ἀλλ’ ἐκτὸς ἐνεργεῖ καὶ μεθ’ ἑτέρου τοῦ σώματος, καὶ ὅτε τὰ αἰσθητὰ πάρεισι, πρὸς ἑαυτὴν ἀνεπίστροφος. ἔνθεν καὶ τῇ τῶν αἰσθητῶν ὑπερβολῇ φθείρεται. σώματι γὰρ προσχρῆται συγγενεῖ τοῦ πάθους καὶ κάμνει πονοῦσα καὶ ὕπνου δεῖται· οὗτος γὰρ ἀργία αἰσθήσεως. ὧν οὐδὲν περὶ τὴν ἄυπνον καὶ ἄυλον καὶ νοερὰν ὁρᾶται φύσιν. οὔπω δὲ τέλος ἱκόμεθα μύθων, ἀλλ’ ὅσῳ καρτε- ρώτερον ἀπηντήσαμεν, τοσούτῳ δυσχερεστέρως ἀπαλλαττόμεθα. πῶς γὰρ διωσόμεθα, σόμεθα, εἴ τις εἰς πυρετοὺς ἡμᾶς ἐμβάλῃ ἢ ἐπιρρεύσει τοῖς ὀφθαλμοῖς ἴκτερον ἢ ἐπίχυμα, εἶτ’ ἄγχων καὶ μηδ’ ἀναπνεῖν ἐῶν ἐριστικώτερον ἐρωτᾷ, εἰ αὑτῶν συνῃσθήμεθα, οὕτω τε φύσιν ἔχοντες, ἢ μή. εἰ μὲν οὖν ἀπαλλαγῆναι σπεύ- δοντες μηδὲ συναισθέσθαι ἰσχυριούμεθα τὴν ἀρχήν, οὐκ ἄν τούτῳ μόνῳ ἀρκέδιχῶς σαιμεν γέλωτος, ἀλλ’ οὐδὲ τοὺς ἄλλους λάθοιμεν οὕτως ἀναισθήτως ἔχοντες· εἰ δ’ ὁμολογήσαιμεν, τί δ’ ἂν ἔτι μεμφοίμεθα εὐκαίρως ἡμᾶς ὀνειδίζοντι αὐτοὺς ἑαυτοῖς ἀντιλέγοντας καὶ οὕτω παρὰ πόδας ἄνω βαλλομένους κάτω ; εἰ γὰρ τούτῳ μὴ αἰσθάνεσθαι τῶν οἰκείων ὀργάνων τὴν αἴσθησιν ᾐτιώμεθα τῷ μὴ χωριστῶς ἐνεργεῖν, δεῖσθαι δὲ καὶ τοῦ μεταξύ, πῶς ἁφῇ μὲν τῆς ἐντὸς τοῦ πυρετοῦ θερμότητος αἰσθανόμεθα, ὠχρὰ δὲ τοῖς ἰκτεριῶσι τὰ ἔξω φαίνεται, αὐτὸ τοῦτο τοῦ αἰσθητηρίου πάσχοντος, καὶ κωνώπια ὡς πρὸ τῶν ὀφθαλμῶν ὁρῶμεν τὰ ἐντὸς συνεστῶτα τῶν ἐπιχύσεων, ἢ διχοτομουμένην τὴν κόρην, ὅταν τινὶ νεφέλῃ διείργηται; ταῦτά τε εἴποιεν καὶ ἕτερ’ ἄττα· ἔτι δὲ προσφέροιεν ἄν καὶ τὰ τῆς γλώττης παθήματα, ὡς παρὰ φύσιν ἐχούσης τῆς ἐνούσης ὑγρότητος ἐπαισθάνεται, οἷον πικρότητος ἐν πυρετοῖς, κατὰ φύσιν δ’ οὔ. τίς οὖν εἰς ταῦτα θεραπεία, καὶ πῶς ἀπαλλαγῶμεν; ἆρ’ οὖν, εἰ πρὸς ἰατροὺς οὕτως ἔχοντες ἔλθοιμεν, ἕξομέν τινα τοῖς παροῦσι βοήθειαν; ἐκεῖνοι γὰρ λέ- γουσιν ἀκριβῶς τὴν φύσιν ἐπισκεψάμενοι, ὡς πυρέττοντες ἑαυτῶν αἰσθανόμεθα οὐ τῶν νεύρων ἢ τῶν σαρκῶν τεθερμασμένων, ἐν οἷς πρώτοις ἡ ἁπτικὴ σύνεστιν αἴσθησις, ὠὰ τῶν ὑγρῶν, αἵματος, φλέγματος καὶ τῶν ὑπολοίπων. τί γοῦν ἄτοπον, εἰ κατὰ φύσιν μὲν ἐχόντων διὰ τὸ ὁμαλὸν καὶ οἰκεῖον τῆς ἐν ὅλῳ τῷ σώματι κράσεως μηδενὸς τῶν τοιούτων αἰσθάνεσθαι, ὥσπερ οὐδ’ οἱ τὴν κρᾶσιν θερμότεροι ἑαυτῶν ὡς θερμοτέρων αἰσθάνονται, ἐν ταῖς ὑπερβολαῖς δέ, ὥσπερ ἐκτὸς ἑστώτων τῶν τοιούτων τῆς φύσεως, ὡς ἀλλοτρίων ἐντὸς τὴν φύσιν ἐν τοῖς οἰκείοις μένουσαν ἐπαισθάνεσθαι. εἰ γὰρ αὐτὰ τὰ νεῦρα καὶ τὴν σάρκα τεθερμάνθαι ἐλέγομεν, εἶτα ἑαυτῶν ἐπαισθάνεσθαι, ἦν ἴσως ἄλογον ἄλλων δὲ πασχόντων γνωρίζειν τὴν αἴσθησιν οὐδὲν κωλύει. καὶ σημεῖον ὡς εἰ καθάπαξ τὸ ζῶον θερμαίνοιτο καὶ ὁμαλῶς τὸ δύσκρατον ἔχοι, μηδενὸς τῶν μερῶν ὑγιαίνοντος, ἵν’ εἴη τῶν πασχόντων κριτήριον, φθορὰ τοῦτο καὶ τοῦ ζώου διάλυσις γίνεται. ἀλλ’ ἐπὶ μὲν ἁφῆς οὕτως ὁ λόγος εὐώδωται, ἄλλου φανέντος τοῦ πάσχοντος καὶ ἄλλου τοῦ κρίνοντος· ἐπὶ δὲ γλώσσης καὶ ὀφθαλ- μοῦ, αὐτῶν πασχόντων καὶ αὐτῶν γνωριζόντων, καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων οὐκ ἀποχρήσει ταῦτα. ἢ κοινότερον τὸν λόγον ποιήσαντες ἴσως ἂν ἀρκέσαι μὲν. οὐδὲν οὖν ἕτερόν ἐστιν αἴσθησις, ὡς καὶ μετὰ μικρὸν δηλωθήσεται, ἢ κρίσις ὑπὸ τῆς αἰσθητικῆς δυνάμεως τοῦ ἐν τῷ αἰσθητηρίῳ ἐγγινομένου πάθους ὑπὸ τῶν αἰσθητῶν οὐδὲν δὲ ὑφ’ αὑτοῦ πάσχει. ἀλλ’ ὑφ’ ἑτέρου καὶ ἀνομοίου. ταῦτ’ ἄρα κατὰ φύσιν μὲν ἐχόντων τῶν αἰσθητηρίων οὐκ αἰσθανόμεθα αὐτῶν, ἅτε μηδενὸς ἐν αὐτοῖς ἐγγινομένου πάθους· ὅταν δέ τινι παρὰ φύσιν χυμῷ ἐνσκήψαντι παραχθείη τὸ αἰσθητήριον, εἰκότως τοῦ πάθους ἡ αἴσθησις ἀντιλήψαιτο οὐδὲν γὰρ μᾶλλον τὸ ἔξωθεν αἰσθητὸν τοίως ἢ τοίως τὸ αἰσθητήριον διατίθησιν ἢ ἐν τοῖς τοιούτοις τὸ πάθος ἔνδον ὅθεν καὶ οὐ μᾶλλον τοῦ ἐκτὸς ἡ τοῦ ἐντὸς ἡ κριτικὴ δύναμις αἰσθανθήσεται. οὐχ ὁρῶμεν δὲ καὶ μύοντες ταῦτα, καίπερ ἐντὸς ἔχοντες, διὰ τὸ δεῖσθαι τοῦ μεταξὺ καὶ τῷ τὴν ὄψιν μὴ ἄνευ φωτὸς ἐνεργεῖν οὐδὲ γὰρ ἐν σκότῳ τὰ ἐκτὸς παρακείμενα ὄψεται. ἔξωθεν γοῦν ἐνεργοῦσα μετὰ φωτὸς τὸ μὴ καλῶς ἔχειν τὸ αἰσθητήριον τῇ τῆς ἐνεργείας γινώσκει διαφορότητι· ὅθεν καὶ τοῖς ἔξω τὸ οἰκεῖον περιάπτει πάθος, ὥσπερ ἡ γεῦσις τοῖς σιτίοις τὴν ἰδίαν πικρότητα, οἵ τε σκοτοδινιῶντες οἴονται κύκλῳ τὰ ἔξω φέρεσθαι αὐτοὶ στρεφόμενοι. ὡς γὰρ τὰ κεχρωσμένα τῶν σπέκλων ἐρυθρῷ ἢ κυανῷ βάμματι πάντα τὰ δι’ αὐτῶν ὁρώμενα ὁμόχροα ἑαυτοῖς δείκνυσιν, οὕτω δὴ καὶ ὅταν φθάσῃ τῶν αἰσθητηρίων ἕκαστον ὑπό τινος νόσου προκαταληφθῆναι, πᾶσι τοῖς ἄλλοις αἰσθητοῖς, ὧν ἐστι κριτικόν, τὴν ἰδίαν ποιότητα περιτίθησιν. ἢ καὶ δυσχεράνειεν ἄν τις· τί ὅ ἄν ἔτι καὶ τοῖς πολλοῖς ἐγκαλέσομεν αὐτοὶ τὰ πράγματα φύροντες· χωρὶς γὰρ ὄντων κινήσεως πάθους καὶ ἐνεργείας, ἡμεῖς ὡς καθ’ ἑνὸς τούτοις χρώμεθα καὶ ὡς τοῦ αὐτοῦ ὄντος τοῦ πάσχειν καὶ κινεῖσθαι καὶ ἐνεργεῖν λέγομεν, ὡς ἂν καὶ τὸ περὶ τὴν αἴσθησιν ποτὲ μὲν κίνησιν, ποτὲ δὲ πάθος, ἐστιν οἷς καὶ ἐνέργειαι ὀνομάζοιμεν. ἀλλὰ πᾶσα μὲν κίνησις καὶ ἐνέργεια, οὐκ ἔμπαλιν δέ· καὶ πᾶν πάθος κίνησις, οὐκ ἀντιστρέφει δέ. δεῖ γὰρ διαιρεῖν καὶ ἡ μὲν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἀτελὴς ἐλέγετο πρόοδος, ἐνέργει δὲ πρὸς ταύτῃ καὶ ἡ τελεία προβολὴ τῆς ἕξεως, ἥ τε ἀθρόα ὁμοῦ καὶ μὴ συμπροϊοῦσα τῇ κινήσει μηδὲ τῷ χρόνῳ συρρέουσα, ὥσπερ ἡ τοῦ φωτὸς ἐν τῷ παντὶ προβολὴ καὶ διάδοσις ἄχρονος ἅμα γὰρ τῷ φανῆναι φωτιστικόν, καὶ ἀθρόως ᾧ ὅ] ἄν προσβάλοι, ἀστράπτεται) καὶ ἐν παντὶ μέρει χρόνου ταῖς ἐνεργείαις ὁμοίως ἔχει ἑστῶσα καθ’ ἕν, ὡς ἂν καὶ ἐπὶ τῶν αἰσθήσεων εἴποιμεν καὶ κατὰ ταὐτὸ γὰρ τό τε ὄμμα διήραμεν καὶ τῶν ὁρατῶν ἀντελάβομεν) ἥ τε μεριστὴ καὶ τῷ χρόνῳ συμπαροδεύουσα, οἷα τὰ τοῦ διανοητικοῦ ἐνεργήματα καὶ κινήματα τὰ ἀπὸ προτάσεως ἐπὶ τὰ συμπεράσματα τέλεια μὲν τῇ ἕξει, οὐκ ἀθρόα δὲ τῇ ἐνεργείᾳ, ἀλλὰ τὸ μὲν πρῶτον, τὸ δὲ μετ’ αὐτό, καὶ ἔσχατον τὸ συμπέρασμα. διττὸν δὲ καὶ τὸ πάσχειν, ὡς προιόντες ἐροῦμεν. πρότερον δὲ διαιρετέον περὶ δυνάμεως καὶ ἐντελεχείας νῦν γὰρ ἀπλῶς λέγομεν περὶ αὐτῶν), ἵν’ ἐπιόντες τοὺς τρόπους, ὅπη περ ἡ αἴσθησις δύναμις, εὕρωμεν καὶ εἰ τὴν ἀπὸ τῆς δυνάμεως αὐτῆς εἰς τὴν ἐνέργειαν ἔγερσιν ἀλλοιοῦσθαι κυρίως ἢ πάσχειν καλεῖν δεῖ, ἀλλὰ μή τι ἕτερον. λέγεται μὲν οὖν δυνάμει καὶ τὸ κατ' ἐπιτηδειότητα μόνην φυσικήν· ἔστι γάρ πως οὕτως ἐπιστῆμόν τι, ὡς ἄν εἴποιμεν ἄνθρωπον ἐπιστήμονα δυνάμει καὶ τὸ παιδίον φύσει ἐπιστήμης δεκτικόν ἕτερον δὲ ὡς ἤδη λέγομεν ἐπιστήμονα τὸν ἔχοντα τελείαν τὴν ἐπι- στήμην, οἷον εἰπεῖν τὴν γραμματικήν, ἀργοῦντα δὲ ἢ καθεύδοντα. φανερὸν οὖν ὡς οὐ τὸν αὐτὸν τρόπον ἑκάτερος τούτων δυνατός ἐστιν, ἀλλ’ ὁ μὲν ὅτι τὸ γένος τοιοῦτον καὶ ἡ ὕλη, ὁ δὲ ὅτι βουληθεὶς δυνατὸς θεωρεῖν καὶ ἐνεργεῖν, ἄν μή τι κωλύσοι τῶν ἔξωθεν. τρίτος δὲ παρὰ τούτους ὁ καθ’ ἐνέργειαν καὶ ἤδη θεωρῶν ἐντελεχείᾳ ὢν καὶ κυρίως ἐπιστάμενος τόδε τὸ Α. ἀμφότεροι μὲν οὖν οἱ πρῶτοι κατὰ δύναμιν ἐπιστήμονες, ἀλλ’ ὁ μὲν πρώτως, ὁ δὲ δευ- τέρως, καὶ ὁ μὲν διὰ μαθήσεως ἀλλοιωθεὶς καὶ πολλάκις ἐξ ἐναντίας μετα- βαλὼν ἕξεως, ὁ δὲ ἐκ τοῦ ἔχειν τὴν αἴσθησιν τελείαν ἢ τὴν γραμματικὴν μὴ ἐνεργεῖν δέ· καθ’ ὃ μόνον καὶ τὸ αἰσθητικὸν δυνάμει λέγομεν καὶ τὴν αἴσθησιν δύναμιν. καὶ ἔτι ἄλλον τρόπον δυνάμει ὁ ἤδη ἐνεργῶν ὁ διδάσκων γραμματικὸς καὶ ὁ ὁρῶν τόδε τὸ λευκόν. οὐκ ἔστι δὲ ἁπλοῦν οὐδὲ τὸ πάσχειν, ἀλλὰ τὸ μὲν φθορά τις ὑπὸ τοῦ ἐναντίου, ὡς τὸ ξύλον πάσχει καιόμενον ὑπὸ τοῦ πυρός, καὶ τὸ μέλαν ὅτε λευκαίνεται, τὸ δὲ σωτηρία μᾶλλον τοῦ δυνάμει ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ οὕτως ὁμοίου ὡς δύναμις ἔχει πρὸς ἐντελέχειαν, ὡς τό τε παιδίον πάσχει μανθάνον καὶ τελειούμενον εἰς γραμματικὴν ὑπὸ τοῦ ἐνερ- γείᾳ γραμματικοῦ, ὅ τε καθ’ ἕξιν ἐπιστήμων γινόμενος· ἐνεργείᾳ θεωρῶν, ὃ πρότερον ἐλέγομεν ἄνω δυνάμει καὶ δεύτερον · ὅπερ οὐδὲ κυρίως πάσχειν ἂν ἢ ἠλλοιῶσθαι λέγοιτο. πῶς γὰρ πάθος ἢ ἀλλοίωσις ἡ τοῦ εἴδους πλήρωσις καὶ τελείωσις; εἰς ἑαυτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν. ἢ τῷ πτωχεύειν ὀνομάτων κοινωνήσει μὲν τοῦ ὀνόματος, διοίσει δὲ τῇ φύσει, καὶ ἕτερον τοῦτο γένος πάθους ἔσται καὶ ἀλλοιώσεως. οὔκουν καλῶς ἔχει λέγειν τὸ καθ’ ἕξιν φρονοῦν ἢ ἐπιστάμενον, οἷον τὸν καθεύδοντα γεωμέτρην, ὅταν ἐγείρηται καὶ ἐνεργείᾳ φρονῇ καὶ ἐπίστηται, παθεῖν τι ἡ ἠλλοιῶσθαι, ὥσπερ οὐδὲ τὸν οἰκο- δόμον ὅταν οἰκοδομῇ. ἀλλ’ οὐδὲ διδασκαλίαν τοῦτο λεκτέον, ἀλλ’ ἑτέραν ἐπωνυμίαν νυμίαν ἔχειν δίκαιον. οὕτως οὐδὲ τὸ δυνάμει αἰσθητικόν, ὅταν ἐνεργείᾳ αἰσθάνηται, πάσχειν κυρίως ἢ ἠλλοιῶσθαι λέγειν δεῖ. τὸ δὲ ἐκ δυνάμει ὄντος μανθάνον καὶ λαμβάνον ἐπιστήμην ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ διδασκαλικοῦ, τὸ πρῶτον λέγω δυνάμει, τὸ κατ’ ἐπιτηδειότητα μόνην καὶ ἀτελές, ἤτοι οὐδὲ πάσχειν φατέον οὐδ’ αὐτό, ὥσπερ εἴρηται ἢ ὁμώνυμόν τι καὶ δύο τρόπους εἶναι πάθους καὶ ἀλλοιώσεως, τήν τε ἐπὶ τὰς στερητικὰς διαθέσεις μεταβολὴν καὶ τὴν ἐπὶ τὰς ἕξεις καὶ τὴν φύσιν. τούτων οὖν οὕτως ἐχόντων οὐκ ἄν εἴη κυρίως ἡ τῆς δυνάμει αἰσθήσεως διέγερσις καὶ μεταβολὴ εἰς ἐνέργειαν πάθος ἢ ἀλλοίωσις, ὥσπερ ἐλέγετο· εἰ γοῦν καὶ ἔτι λέγοιμεν, καταχρηστικῶς ἂν λέγοιμεν καὶ οὐ κυρίως. Ἀλλ’ ἐπειδὴ μηδενὸς τῶν καλλίστων καὶ τοῖς τοιούτοις προσηκόντων λόγοις ἐλλελεῖφθαι φιλοτιμούμεθα τῷ πονήματι, ἄνωθεν καὶ τὴν τοῦ δυνατοῦ διαίρεσιν προθέντες ἐντελέστερον ἐπεξέλθωμεν καὶ ὡς ἑτέροις ἐκδέδοται, κἄν τινος διὰ τὴν παλιλλογίαν ὑπαίτιοι μέμψεως, καὶ τοῦτο δεχόμεθα. τοῦ δυνατοῦ μὲν ἤδη ὂν κατ’ ἐνέργειαν, ὡς ὅταν τὸν βαδίζοντα λέγωμεν δύνασθαι βαδίζειν καὶ τὸν ἥλιον δύνασθαι κινεῖσθαι ἢ φωτίζειν, τὸ δὲ κατὰ δύναμιν καὶ ἐπιτηδειότητα μόνην, ὡς ὅταν λέγωμεν τὸν καθήμενον δύνασθαι βαδίζειν καὶ τὸν βαδίζοντα μὴ βαδίζειν. πάλιν τοῦ κατ’ ἐνέργειαν τὸ μὲν εἶναι συμ- φυὲς τῷ πράγματι τῷ δύνασθαι αὐτὸ λεγομένῳ καὶ εἰδοποιὸν αὐτοῦ, τὸ δὲ ἐπίκτητον καὶ οὐκ ἀεὶ παρὸν τῷ ὑποκειμένῳ. καὶ τοῦ μὲν συμφυοῦς καὶ εἰδοποιοῦ, ὡς εἴρηται, τῶν ὑποκειμένων τὸ μὲν εἶναι ἀίδιον καὶ ἐν ἀιδίοις πράγμασιν ὑφιστάμενον, ὡς τὸ κινεῖσθαι κύκλῳ τὸν οὐρανὸν ἢ τὴν γῆν ἐν τῷ μέσῳ τετάχθαι τοῦ παντὸς ἢ τὸν θεὸν ἀγαθὸν εἶναι, τὸ δὲ οὐκ ἀίδιον μὲν οὐδ’ ἐπ’ ἀιδίων θεωρούμενον ὑποκειμένων, ἕως μέντοι ἄν ὦσι τὰ ὑποκείμενα, κείμενα, συνυπάρχον αὐτοῖς, ὡς ὅταν λέγωμεν τόδε τὸ πῦρ δύνασθαι θερμαίνειν καὶ τήνδε τὴν χιόνα ψύχειν, τοῦ λοιποῦ δηλαδὴ σημαινομένου τοῦ κατ’ ἐνέργειαν, τοῦ μὴ συμφυοῦς τοῖς ὑποκειμένοις, θεωρουμένου ἐπὶ τῶν ἐκ δυνάμεως εἰς τὴν ἐνέργειαν μεταβεβηκότων, ὡς ἐλέγομεν ἐπὶ τοῦ τὸν καθήμενον δύνα- σθαι βαδίζειν. τοῦ δ’ αὖ ἐπ’ ἀιδίων πραγμάτων λεγομένου τὸ μὲν θεωρεῖσθαι ἐν ταῖς παντάπασιν ἐξῃρημέναις τῆς ὕλης οὐσίαις, ὡς ἀγαθότητα τοῦ θεοῦ καὶ τὴν νόησιν, τὸ δὲ ἐκείνου προσεχῶς ἐξηρτημένον καὶ ὑφεστηκὸς ἐν σώμασι μέν, ἀλλ’ ἁπλοῖς καὶ μηδὲν ἔχουσιν ἐναντίον καὶ κατὰ μόνην τὴν κύκλῳ κίνησιν ἀεὶ κινουμένοις πάσης τε θνητῆς δυσχερείας ἀπηλλαγμένοις. πάλιν δὲ τοῦ κατὰ δύναμιν τὸ μὲν εἶναι οἷον μεταβάλλειν εἰς τὴν ἐνέργειαν, ὡς ὅταν λέγωμεν τὸν παῖδα δύνασθαι στρατηγεῖν, **ἄν μή τι τῶν ἔξωθεν ἐμποδὼν γένηται, τὸ δὲ εἰς ἐνέργειαν μὲν οὐδέποτε ἀχθησόμενον, κατ’ αὐτὸ δὲ μόνον τὸ δυνάμει τὸ εἶναι ἔχον, ὡς ἐπὶ τῆς εἰς ἄπειρον τομῆς τῶν μεγε- θῶν καὶ πάντων ἀπλῶς τῶν συνεχῶν καὶ τῆς ἐπὶ πλέον προόδου τῶν ἀριθμῶν. καὶ περὶ μὲν τοῦ δυνατοῦ τ. οσαῦτα. ἔστι δέ πως ἄλλως τὸ αἰσθάνεσθαι, ὥσπερ καὶ τὸ νοεῖν· ἄμφω γὰρ κατὰ λῆψιν τῶν εἰδῶν τὸ μὲν νοητῶν τὸ δὲ αἰσθητῶν, καὶ ὥσπερ ἐκεῖ ταὐτὸν ὁ νοῦς τῷ νοητῷ ὁ κατὰ δύναμιν καὶ ἐνέρ- γειαν τῷ δυνάμει καὶ ἐνεργείᾳ, οὕτως ὧδε ἡ αἴσθησις τῷ αἰσθητῷ. ὡς γὰρ ὁ κηρὸς δυνάμει λέγεται ὅπερ τὸ σφραγιστήριον, γίνεται δέ πως καὶ ἐνεργείᾳ ὅπερ ἐκεῖνος τῷ ἐκτυποῦσθαι, οὐχ ὅλον δὲ τοῦτο γέγονεν ὁ κηρὸς ὅπερ ἡ σφραγὶς κατὰ τὴν ὕλην, ἀλλ’ ὅσον τὸ ἐκτύπωμα δέξασθαι αὐτοῦ κατὰ τὴν ἐπιφάνειαν, οὕτω δεῖ καὶ ἐπὶ τοῦ νοῦ νοεῖν καὶ αἰσθήσεως, ὅταν λέγωμεν τὸν μὲν ὅπερ τὰ νοητά, τὴν δὲ ὅπερ τὰ αἰσθητὰ γίνεσθαι. οὔτε γὰρ ἄγγελος ὁ νοῦς ἢ λίθος αὐτὰ νοῶν, οὔτε λευκὴ ἡ ὄψις ἢ μέλαινα τὰ τοιάδε ὁρῶσα χρώματα, ἀλλὰ μόνα τὰ εἴδη ὁ μὲν τῶν νοητῶν ἡ δὲ τῶν αἰσθητῶν ἀύλως καὶ γνωστικῶς ἐν αὐτοῖς ὑπεδέξαντο. ὥστε ἔσται αἴσθησις ψυχῆς δύναμις μερικὴ γνωστική, διά τινος ἀλλοιώσεως καὶ μεταβολῆς ὁμοιουμένη τοῖς αἰσθητοῖς αἰσθητὸν δὲ τὸ τοῖς στοιχείοις ἐνὸν καὶ τοῖς κατὰ μέρος σώμασιν οὐσιω- δῶς ἡ καὶ κατὰ συμβεβηκὸς μερικὸν ὄν, δι’ οὗ καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις ὑπ’ αὐτοῦ πάσχουσα ὁμοιοῦται, πρότερον δυνάμει οὖσα ὁμοία αὐτῷ. καὶ τοῦτο τῷ μακρῷ λόγῳ μόλις συνεπεράναμεν· οὗ δὲ σκώμματος διὰ τὸ παράδειγμα δεῖ δεικνύουσιν ἀδηλοτέρῳ τὸ ἄδηλον, καὶ τοῖς ἄλλοις κοινούμεθα, οἷς ἧττον εὐπορία τῶν ἐμφανῶν, πρὸς τὰ ἀφανῆ καὶ ἀκριβέστερα καταφεύγουσι καὶ μαθηματικῶς ἐν ὑλικοῖς χρωμένοις ταῖς ἀποδείξεσιν. Ἐπεὶ οὖν περὶ αἰσθήσεως ἁπλῶς ζητοῦντες τὰ πρὸς τοῦτο συμπαρελάβομεν, πῶς τε τὸ ποιεῖν καὶ πάσχειν λέγεται καὶ ποσαχῶς τὸ δυνάμει καὶ ἐνεργείᾳ, καὶ εντι πρὸ τούτων τινὰ τῶν φερομένων περὶ αἰσθήσεως διῃτήσαμεν καὶ κοινόν τινα λόγον ἐκ τούτων αἰσθητοῦ καὶ αἰσθήσεως συνηγάγομεν, ἤδη πάλιν ἐχόμεθα τῶν ἑξῆς καὶ περὶ τῶν κατ’ εἴδη αἰσθητῶν καὶ αἰσθήσεων τὸν λόγον ποιούμεθα. μικρὰ δ’ ἄττα πρότερον περὶ τὴν τῆς αἰσθήσεως γέ- νεσιν καὶ ὅπως τὸ ζῶον αἰσθητικὸν τὴν ἀρχὴν ὑπῆρξε, διαλαβεῖν ἀναγκαῖον. ἔπει οὖν τρίπον πως τὸ δυνατὸν ὥρισται πρότερον, τὸ μὲν κατὰ μόνην ἐπι- τηδειότητα, τὸ δὲ κατὰ τελείαν ἕξιν, τὸ δὲ κατὰ τὴν ἐνέργειαν, καὶ τούτοις ἡ τῶν ἐν γενέσει καὶ φθορᾷ φύσις ἐξάγεται, ὅπως καὶ ἐπ’ αἰσθήσεως ταῦτα συμβαίνει, σκεπτέον. τοῦ μὲν οὖν αἰσθητικοῦ ἡ πρώτη μεταβολὴ γίνεται ὑπὸ τοῦ γεννῶντος· τὸ γὰρ σπέρμα καὶ τὰ καταμήνια καὶ ὅλως ἡ τοῦ ζώου ὕλη ἔνδον ἐν τῷ γεννῶντι, αἰσθητικὸν οὕτω δυνάμει, ὡς κἄν τὸ ἀρτιγενὲς παιδίον γραμματικόν ἄμφω γὰρ κατὰ τὸ πρῶτον καὶ ἀτελὲς δυνάμει λέγεται. ἄγεται δὲ τὸ μὲν ὑπὸ τοῦ διδασκάλου εἰς ἕξιν ἐπιστημονικήν, τὸ δὲ ὑπὸ τῆς ἐν τῇ μητρὶ φύσεως εἰς τὴν καθ’ ἕξιν αἴσθησιν. ὅταν γὰρ ἀποκυηθῇ, ἤδη τὴν ἕξιν ἔχει· ἡ γὰρ κύησις ἀλλοίωσίς τίς ἐστι καὶ μεταβολὴ μεταβολὴ τοῦ πεφυκότος αἰσθάνεσθαι ἐπὶ τὴν καθ’ ἕξιν αἴσθησιν, καὶ ἔστιν οὕτω τότε τὸ αἰσθάνεσθαι, ὥσπερ καὶ τὸ ἐπίστασθαι τῷ καθεύδοντι γεωμέτρῃ. ἀλλ’ ἡ μὲν ἐκ τοῦ πρώτου δυνάμει ἐπὶ τὴν ἕξιν μεταβολὴ ἐν τῇ κυήσει ὑπὸ τῆς ἐν τῷ γεννῶντι φύσεως, ὥσπερ εἴρηται, γίνεται, ἡ δὲ ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν ὑπὸ τῶν αἰσθητῶν. διὸ ἅμα τῷ γεννηθῆναι, ἂν παρῇ τὸ αἰσθητόν, ἀντιλαμβάνεται τὸ τεχθέν· ὅθεν εὐθὺς κλαυθμυρίζεται εἰς ἀσυνήθη καὶ ψυχρὸν ἀέρα ἐμπίπτον, καὶ ἀνιώμενον οὐ μόνον τῇ ἁφῇ τῷ περιέχοντι, ἀλλὰ καὶ τῇ ὄψει ὑπὸ τοῦ φωτός. τοῦτο δ’ ἂν πάθοι καὶ ἐν ταῖς ἄλλαις αἰσθήσεσιν, εἴ γε πάρεισιν αὐτῷ καὶ τὰ τούτων αἰσθητά. ἔστιν οὖν τὸ καθ’ ἕξιν αἰσθάνεσθαι ὥσπερ τὸ ἀπλῶς ἐπίστασθαι· τὸ δὲ κατ’ ἐνέργειαν ὁμοίως λέγεται τῷ θεωρεῖν. δια- φέρει δέ, ὅτι τοῦ μὲν τὰ ποιητικὰ τῆς ἐνεργείας ἔξωθεν, τὸ ὁρατὸν τὸ ἀκου- στόν, ὁμοίως δὲ καὶ τὰ λοιπὰ τῶν αἰσθητῶν. αἴτιον δὲ ὅτι τῶν καθ’ ἕκαστον ἡ κατ’ ἐνέργειαν αἴσθησις, ἡ δ’ ἐπιστήμη τῶν καθόλου· ταῦτα δὲ ἐν αὐτῇ πως ἔσται τῇ ψυχὴ. διανοηθῆναι μὲν γὰρ ἐπ’ αὐτῷ, ὅταν βούληται, αἰσθά- νεσθαι δὲ οὐκ ἐπ’ αὐτῷ ἀναγκαῖον γὰρ παρεῖναι τὸ αἰσθητόν. ὁμοίως δὲ τοῦτ’ ἔχει κἀν ταῖς ἐπιστήμαις ταῖς τῶν αἰσθητῶν, καὶ διὰ τὴν αὐτὴν αἰτίαν, ὅτι τὰ αἰσθητὰ τῶν καθ’ ἕκαστα καὶ μερικὰ καὶ ἔξωθεν, ὥσπερ ὁ πολιτικὸς καὶ ὁ μηχανικὸς καὶ οἱ κατὰ μέρος τεχνῖται. τούτοις γὰρ ἡ μὲν καθόλου περὶ τὰς τέχνας θεωρία ἐπ’ αὐτοῖς, ἡ δὲ ἀπὸ τῶν τεχνῶν ἐπὶ τὰ καθ’ ἕκαστα οὐκ ἐπ’ αὐτοῖς· δεῖ γὰρ τῆς ὕλης καὶ τῶν ὀργάνων. ἀλλὰ περὶ μὲν τούτων διασαφῆσαι καιρὸς γένοιτ’ ἂν καὶ εἰσαῦθις· ὲν τῷ τρίτῳ γὰρ περὶ τοῦ πρακτικοῦ νοῦ καὶ ὅπως ἐκεῖνος ἴσχει τὰς ἐνεργείας διαληφθήσεται. οὐκ ἄν δὲ διπρὸν καὶ ἐπὶ ταύτῃ τὸ δυνάμει καὶ ἐνεργείᾳ. προστιθέασι δὲ καὶ τὸ τῆς μεταβολῆς αἴτιον· ἔξω μὲν γάρ φασιν οὖσαν σώματος κεχωρίσθαι πάντη τοῦ πρώτου δυνάμει, νοῦν οὖσαν καθαρῶς καὶ πάντα τᾶι νοητὰ καθ᾿ ἔξιν ἔχουσαν ἐλλθοῦσαν δὲ εἰς γένεσιν κατὰ τὰ αὐτὰ τῷ ἐπιστήμονι πάσχειν, εἴπερ ὕπο νόσου ἢ χρόνου οὗτος ἢ λήρου φθαρείη τὴν ἐπιστήμην, καἲ γίνεσθαι κατὰ τὸ πρῶτον δυνάμει, ἄγεσθαι δὲ εἰς ἕξιν ὑπὸ τοῦ διδασκάλου ἡ ὕπο τῶν αἰσθητῶν αὐτὴν ζητοῦσαν καὶ εὑρίσκουσαν, εἶτα εἰς ἐνέργειαν, ποιητικὴν αἰτίαν καὶ παρ’ αὑτῇ τὴν βούλησιν ἔχουσαν. καὶ ταῦτα μὲν ἐκεῖνοι· νῦν δὲ διωρίσθω τοσοῦτον, ὅτι οὐχ ἁπλοῦ ὄντος τοῦ δυνάμει λεγομένου, ὡς πολλάκις εἴρηται, ὠὰ τοῦ μὲν ὥσπερ ἄν εἴποιμεν τὸν παῖδα δύνασθαι στρατηγεῖν, τοῦ δὲ ὡς τὸν ἐν ἡλικίᾳ ὄντα, οὕτως ἔχει τὸ αἰσθητικόν. ἐπεὶ δ’ ἀνώνυμος αὐτῶν ἡ διαφορά οὐ γὰρ ἰδίων εὐποροῦμεν ὀνομάτων· ἐπί τε τοῦ πρώτου καὶ δευτέ- ρου, ἀλλ’ ἄμφω δυνάμει λέγομεν), διώρισται δὲ περὶ αὐτῶν, ὅτι ἕτερα καὶ πῶς ἕτερα, χρῆσθαι ἀναγκαῖον τῷ πάσχειν καὶ ἀλλοιοῦσθαι ὥσπερ ἄν εἰ καὶ κυρίοις ὀνόμασι. τὸ δὲ αἰσθητικὸν δυνάμει ἐστὶν οἷον τὸ <αἰσθητὸν> ἐντελεχείᾳ, καθάπερ εἴρηται. πάσχει μὲν οὖν οὐχ ὅμοιον ὄν, πεπονθὸς δὲ ὡμοίωται καὶ ἔστιν οἷον ἐκεῖνο.