Ancient Greek
᾿Αρχὴ τοῦ τρίτου τμήματος.
Sophonias, In Aristotelis Libros De Anima Paraphrasis 7.1-2
Not analysed yet
Ωσπερ δὲ τὸ αὐτό ἐστιν ἡ κατ’ ἐνέργειαν ἐπιστήμη τῷ πράγματι, ἡ δὲ κατὰ δύναμιν χρόνῳ πρότερον ἐν τῷ ἑνὶ τῷ νῦν, ὅλως δὲ οὐδὲ χρόνῳ (ἔστι γὰρ ἐξ ἐντελεχείᾳ ὄντος πάντα τὰ γινόμενα), οὕτως καὶ ὁ κατ’ ἐνέργειαν νοῦς ὁ αὐτός ἐστι τοῖς νοητοῖς ἢ τῷ τὸ εἶδος αὐτῶν δέχεσθαι ἢ τῷ πάντως καὶ αὐτὸς νοητὸς εἶναι· καὶ ἐν μὲν τῷ αὐτῷ καὶ ἑνὶ ἀνθρώπῳ πρότερόν ἐστιν ὁ δυνάμει νοῦς τῷ χρόνῳ τοῦ κατ’ ἐνέργειαν· εἰ μέντοι πρὸς τὸ πᾶν ἀπίδοις, οὐδὲ χρόνῳ. ἔστι γὰρ καὶ ὁ κατ’ ἐνέργειαν καὶ πρῶτος καὶ ὁ διδασκαλικός, ὑφ’ ὧν ὁ δυνάμει τελειοῦται. καὶ ὁ ἐνεργῶν μὲν ἁπλαῖς ἐπιβολαῖς γινώσκει τὰς ἁπλᾶς οὐσίας, δυνάμει ὅ ὢν καὶ ἀγόμενος εἰς τελείωσιν μετὰ συνθέσεως ποιεῖται τὴν πρόοδον, καὶ διάνοια τοῦτο ἢ δόξα κατονομάζεται. (Οἰκείως δ’ ἄν ἐν τούτοις καί τινα τῶν Πυθαγορείων προσιστορήσαιμι· διαιροῦντες γὰρ τὰ ὄντα πρὸς τὰ τῆς ψυχῆς κριτήρια καὶ συμβιβάζοντες πρὸς ἄλληλα, οὕτω φασὶ τῶν ὄντων τὰ μὲν νοητὰ τὰ δὲ αἰσθητά. καὶ τῶν νοη- τῶν τὰ μὲν ἰδίως νοητὰ καλεῖται καὶ ἐπιστητά, τὰ δὲ διανοητά. καὶ πρῶτα μέν ἐστι τὰ νοητά, δεύτερα δὲ καὶ ὑποδεέστερα τὰ διανοητά. τῶν δ’ αὖ αἰσθη- τῶν τὰ μὲν ἰδίως αἰσθητά, ἃ καὶ δοξαστά, τὰ δὲ εἰκαστά. δοξαστὰ μὲν καὶ ἰδίως αἰσθητὰ τὰ κατὰ μέρος σώματα, οἷον λίθοι, ξύλα, τὰ τέτταρα στοιχεῖα. ταῦτα δέ ἐστιν ἐν αἰσθητοῖς πρῶτα, μεθ’ ἃ ἀσθενῆ ἄλλα καὶ οὐχ ὅμοια, ἐπη- κολουθηκότα δὲ τοῖς πρώτοις. ἔστι δὲ ταῦτα αἱ σκιαί· καὶ γὰρ αἱ σκιαὶ πορακολουθήματα τῶν σωμάτων, καὶ εἰ μὴ ἔχοιεν ἄλλο τι ὑποβεβλημένον σῶμα, οὐκ ἄν φανεῖεν. εἴδωλα οὖν αἱ σκιαὶ καὶ τὰ ἐν ὕδασι καὶ κατόπτροις ἐν ἄλλοις καὶ οὐ καθ’ αὑτὰ ὄντα οὐδὲ ἄλλων δίχα φαινόμενα, ἀλλὰ εἰς ἄλλα σώματα πεπτωκότα, ὧν ὑποσπασθέντων οὐ φαίνεται. διὸ αἰσθητὰ μέν ἐστιν ἐν] τῷ γένει, ὅτι ὑπὸ αἴσθησιν πίπτει, εἰκαστὰ δὲ μᾶλλον καὶ πιστευτὰ ἢ ὑποστατά, κατὰ πίστιν λεγόμενα τὴν μὴ ἐπὶ τῶν ἀποδεικτικῶν, ἄλλως δὲ εἰς παραδοχὴν παραλαμβανομένων ἀπὸ τῆς τῶν προφερόντων πίστεως. καὶ γὰρ τὰ τῶν σκιῶν οὐκ ἀφ’ ἑαυτῶν ἔχει τὸ ἀντιληπτικόν, ἀπὸ δὲ τῶν σωμάτων, εἰς ἃ πέπτωκε καὶ ἐν οἷς ἀναπαυόμενα φαίνεται. ἔχει οὖν τὸ ἀβέβαιον ἡ τοιαύτη πίστις· καὶ γὰρ ταῦτα εἰ ἀποσταίη τοῦ κατόπτρου ἢ ὕδατος ἢ ἐδ· άφους, οὐδὲν ἄν εἴη τὸ σύνολον. ὥστε καὶ τῶν σωμάτων δοξαστῶν ὄντων καὶ τὸ εἶναι ἐν τῷ δοκεῖν κεκτημένων αἱ σκιαὶ ἔτι μᾶλλον ὑποβεβήκασι τῷ μὴ ἔχειν ἐξ αὐτῶν τὸ στερέμνιον ἀλλ’ ἐπερείδεσθαι ἐπ’ ἄλλου. τούτοις δὴ ἔοικε καὶ τὰ διανοητά, λόγον ἔχοντα πρὸς τὰ ἐπιστητὰ καὶ νοητά, ὃν τὰ εἰκαστὰ πρὸς τὰ αἰσθητά τε καὶ δοξαστά. τάς τε γὰρ ἰδέας οἱονεὶ κατ’ ἐπαφὴν ἔχει ὁ νοῦς τὰς ὄντως ὄντα οὔσας, τὰ δὲ διανοητά, ἅπερ ἐστὶ τὰ γεωμετρικά, ὑπὸ τῆς διανοίας βλέπεται, οὐκέτι τῆς διανοίας αὐτῆς κατ’ εὐθὺ καὶ οἷον κατ’ ἐπιβολὴν πελαζούσης, ἀλλὰ διὰ λόγου μᾶλλον τῆς ἐπ’ αὐτὰ γινομένης πελάσεως καὶ οἷον ἀπὸ τῶν ἰδεῶν κατιόντων ὡς ἐπὶ εἰκάσματα ἐκείνων καὶ εἴδωλα νοητά· τά τε εἰκαστὰ καὶ ἐν ταῖς σκιαῖς ὑποβέβηκε παρὰ τὰ αἰσθητά, τῷ ἐκεῖνα μὲν καθ’ αὑτὰ ὑποπίπτειν τῇ αἰσθήσει κατ’ εὐθυωρίαν, τὰ δὲ ἐν ἄλλῳ καὶ ἐπ’ ἄλλῳ καὶ δι’ ἄλλο θεωρεῖσθαι. οὐ γὰρ καθ’ αὑτὴν ἡ σκιά, ἀλλ’ ἢ ἐν τῷ ἐδάφει αἰσθητῷ ὄντι καθ’ αὑτὸ ἢ ἐν τῷ κατόπτρῳ ἢ ἐν τοῖς ὕδασιν, ἅπερ ἦν καθ’ ἑαυτὰ αἰσθητά. οὕτω καὶ τὰ μαθηματικὰ ὥσπερ ἐν ταῖς ἰδέαις ἔοικε φαντάζεσθαι καὶ ἐπ’ ἐκείναις ἔχειν τὸ ἐπέρεισμα· οὐ γὰρ δὴ ἀπὸ τῶν αἰσθητῶν κατὰ ἀφαίρεσιν ἐπινοεῖσθαι ταῦτα, ἀλλ’ ὑποβάντα ἀπὸ τῶν ἰδεῶν τὸ εἰδωλικὸν ἔχειν ἀπ’ ἐκείνων, τῷ προσειληφέναι καὶ μέγεθος καὶ ἐν διαστάσει φαντάζεσθαι. ὅπερ γὰρ ἐν τοῖς τῶν αἰσθητῶν εἰδώλοις τὸ ἀμενηνὸν καὶ καθ’ αὑτὸ ἀνετέρειστον, τοῦτο ἐν τοῖς νοητοῖς τὸ ἔνογκον καὶ διαστατόν· ἀλλ’ ἐπεὶ καὶ τοῦτο σπεύδει πρὸς τὸ ἄογκον καὶ ἀμερές, ἐπαναπαύεσθαι ἔοικεν ἐν τῇ τῶν ἰδεῶν ἀμερείᾳ, ὡς αἱ σκιαὶ ἐν τῇ τῶν αἰσθητῶν ἀντιτυπίᾳ. ὥσπερ τοίνυν τὰ διανοητὰ τῶν νοητῶν κεχώισται, οὕτω καὶ ἡ διάνοια τῆς νοήσεως. διόπερ καὶ Βροτῖνος ἐν τῷ Περὶ νοῦ καὶ διανοίας χωρίζων αὐτὰ ἀπ’ ἀλλήλων τάδε λέγει “ἁ δὲ διάνοια τῶ νῶ μεῖζόν ἐστι, καὶ τὸ διανοατὸν τῶ νοατῶ ὁ μὲν γὰρ νόος ἐστὶ τό τε ἁπλόον καὶ τὸ ἀσύνθετον καὶ τὸ πρᾶτον νοέον καὶ τὸ νοεόμενον” τοιοῦτον δέ ἐστι τὸ εἶδος· καὶ γὰρ ἀμερὲς καὶ ἀσύνθετον καὶ πρῶτόν ἐστι τῶν ἄλλων), “ἁ δὲ διάνοια τό τε πολλαπλόον καὶ μεριστὸν καὶ τὸ δεύτερον νοέον· ἐπιστάμαν γὰρ καὶ λόγον τὸ προσείληφε. παραπλησίως δὲ καὶ τὰ διανοατά· ταῦτα δ’ ἐντὶ τὰ ἐπιστάτα καὶ τὰ ἀποδεικτὰ καὶ τὰ καθόλω τὰ ὑπὸ 70) νόω διὰ τῶ λόγω καταλαμβανόμεωα” . ἐν δὴ τούτοις μεῖζον μὲν λέγει τὴν διάνοιαν καὶ τὸ διανοητὸν νοῦ καὶ νοητοῦ, οὐ τῇ δυνάμει ἀλλὰ τῷ πλήθει· ἐναντίως δὲ ἔχει ταῦτα πρὸς ἄλληλα. ἀφορίζεται δὲ αὐτὰ ἀπ’ ἀλλήλων οὐ τούτοις μόνον, ἀλλὰ καὶ τῷ τὰ μὲν ἀπλᾶ εἶναι καὶ ἀσύνθετα, τὰ δὲ πολυειδῆ καὶ σύνθετα· καὶ διότι τὰ μὲν πρώτως νοεῖ καὶ νοεῖται, τὰ δὲ δευτέρως καὶ παρ’ ἐκείνων λαμβάνοντα τὴν ἐνέργειαν τούτων. καὶ τὰ μὲν ἐν εἴδεσιν ἕστηκε, τὰ δὲ ἐν λόγοις πολλαπλοῖς ποιεῖται τὴν ἐνέργειαν· καὶ τὰ μέν ἐστιν ἀμέριστα, τὰ δὲ μεριστά· καὶ τὰ μὲν κρείττω ἀποδεικτικοῦ συλλο- γισμοῦ, τὰ δὲ συλλογίζεταί τι περὶ τῶν ὄντωω· καὶ τὰ μὲν αὐτά ἐστι τὰ ὄντα, τὰ δὲ ἐν τοῖς καθόλου περιείληφε καὶ συνεμφαίνει τὰ καθ’ ἕκαστον· καὶ τὰ μὲν ἀύλοις καὶ καθαραῖς ἐνεργείαις χρῆται, τὰ δὲ συμμεμιγμένην ἔχει τὴν νόησιν· τῷ γὰρ νῷ διὰ τοῦ λόγου καταλαμβάνει τὰ οἰκεῖα γνωστά, ἢ τῷ νῷ μετὰ λόγου. συμβαίνει δὴ οὖν ἐκ τούτων τά τε κρινόμενα πράγματα καὶ τὰ κριτήρια αὐτῶν διεστηκέναι ἀπ’ ἀλλήλων, ὡς τὰ μὲν διανοητὰ τῶν νοητῶν διαφέρειν, τὴν δὲ διάνοιαν τοῦ νοῦ. ὡς τέσσαρες μέν εἰσι διαφοραὶ τῶν ὄντων, τέσσαρες δὲ τῆς· κρίσεως ἀρχαί, καὶ ὡς ὁ λόγος μέσως ἔχων ἐφάπτεται τῶν δύο ἄκρων, νοητῶν τε καὶ αἰσθητῶν, ἐν τέλους τάξει πρὸς τὸν νοῦν καὶ τὴν αἴσθησιν καθιστάμενος, ὡς ἀρχὰς οὔσας ἑαυτοῦ, καὶ ὑπ’ αὐτῶν ἀποτελούμενος. τεσσάρων δὴ οὐσῶν τῶν κρινουσῶν δυνάμεων τάξις τις αὐτῶν θεωρεῖται καὶ αἱ ἐνέργειαι διῃρημέναι τυγχάνουσιν· ἐπὶ μὲν τῷ ἀκροτάτῳ νόησις, ἐπὶ δὲ τῷ δευτέρῳ διάνοια, ἐπὶ δὲ τῷ τρίτῳ πίστις, εἰκασία δὲ ἐπὶ τῷ τετάρτῳ. καὶ ὑπὸ νόησιν μὲν διαλεκτικὴ τάττεται· ταύτῃ γὰρ ὁ νοῦς τὰ ὄντα καὶ τὰ εἴση τὰ ἀνυπόθετα θεωρεῖ, καὶ λόγον ἔχει περὶ πάντων δοῦναι αἰσθητῷ τε οὐδενὶ προσχρῆται, ἀλλὰ τοῖς νοητοῖς εἴδεσιν. διαλεκτικὴν δὲ λέγομεν οὐ τὴν περιάγουσαν τὸν προσδιαλεγόμενον εἰς ἀντίφασιν, ἀλλὰ τὴν ἐπισκοποῦσαν τὰ ὄντα ἡ ὄντα, τὴν ἀνυπόθετον φιλοσοφίαν, ἣν μετὰ τὰ φυσικὰ καὶ θεολογίαν προσωνομάσαμεν. διανοίᾳ δὲ σύστοιχος ἡ μαθηματικὴ καὶ ἡ φυσική, ἡ μὲν οὖσα περὶ τὰ πάθη καὶ εἴδη τοῦ ποσοῦ, ἡ δὲ περὶ τοὺς καθόλου λόγους τῶν σωμάτων τῶν αἰσθητῶν καὶ τῶν τούτοις ἑπομένων ᾗ σώμασι. ταῦτα ἀληθῆ μὲν καὶ γενναῖα καὶ τοῖς ἡμετέροις συνᾴδοντα πλὴν τὰ περὶ τῶν μαθηματι- κῶν· οὐ γὰρ ὥσπερ ἡμεῖς ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν τίθενται. ἴδωμεν δὲ καὶ ἃ τούτων ἑξῆς φασι, καὶ ἧστινος οὐσίας τὴν λογικὴν ψυχὴν τίθενται· τῆς γὰρ μέσης ἀποφανοῦνται καὶ μαθηματικῆς. ἀναφέρομεν οὖν, φασί, καὶ τὰ περὶ τῆς ψυχῆς ἐν τοῖς μαθηματικοῖς. καὶ ἓν μὲν γένος τῶν ἐν τοῖς μαθήμασιν ὄντων οὐκ ἄν τις αὐτὴν εὐλόγως θείη κατὰ τὴν τοιαύτην ἐπι- βολὴν τῆς θεωρίας· μεριστὴ γὰρ ἄν οὕτω γένοιτο ἡ περὶ τῆς μαθηματικῆς οὐσίας γνῶσις. διόπερ οὔτε ἰδέαν τοῦ πάντη διαστατοῦ οὔτε ἀριθμὸν αὐτὸ· κινητὸν οὔτε ἁρμονίαν ἐν λόγοις ὑφεστῶσαν οὔτε ἄλλο οὐδὲν τοιοῦτον κατ’ ἰδίαν ἀφοριστέον περὶ αὐτῆς· κοινῇ δὲ συμπλέκειν πάντα ἄξιον, ὡς τῆς ψυχῆς καὶ ἰδέας οὔσης ἀριθμοῦ καὶ κατ’ ἀριθμοὺς ἁρμονίαν περιέχοντας ὑφεστώσης· πάσας τε συμμετρίας κοινῶς, ὅσαι ποτέ εἰσιν ὑπὸ τὴν μαθηματικήν, ὑπὸ ταύτην ὑποτακτέον, τάς τε ἀναλογίας ὅλας ὑπ’ αὐτὴν θετέον. διὰ δὴ τοῦτο γεωμετρικῇ τε ὁμοῦ καὶ ἀριθμητικῇ καὶ ἁρμονικῇ ἀναλογίᾳ συνυπάρχει. ὅθεν δὴ καὶ λόγοις τοῖς κατ’ ἀναλογίαν ἡ αὐτή ἐστι, ταῖς τε ἀρχαῖς τῶν ὄντων ἔχει τινὰ συγγένειαν καὶ πάντων ἐφάπτεται τῶν ὄντων καὶ πρὸς πάντα ὁμοιοῦσθαι δύναται. αἰτίαι μὲν οὖν εἰσι τοιαῦτα. τῆς τοιαύτης ὑπολήψεως· πρὸς δὲ τὴν θεωρίαν ἀφορμαὶ ἄν γένοιντο τὴν μαθηματικὴν ὁμοῦ καὶ τὴν περὶ τῆς ψυχῆς, εἰ κατίδοιμεν ὡς τὸ πεπερασμένον πᾶν καὶ ὡρισμένον ἀπὸ τῶν ἀριθμῶν εἰς αὐτὴν ἐφήκει, ὁ δ’ ἑνιαῖος λόγος ἀπὸ τῆς τοῦ ἑνὸς φύσεως. ἡ δὲ εἰς μέγεθος καὶ αὔξησιν προἰοῦσα δύναμις καὶ ἔχουσα περιουσίαν, ὥστε πᾶσι διδόναι αὐτὴν τοῖς μετρίοις, ἀπὸ τῆς γεωμετρικῆς οὐσίας πάρεστιν. ἡ δὲ δύναμις τῆς ἐναρ- μονίου κινήσεως τάξις τε καὶ λόγων συμμετρία, ἥ τε ἐν ἀριθμοῖς συμφώνοις ἢ συμφωνίαν περιέχουσιν ἀμετρίᾳ ἀπὸ τῆς κατ’ οὐσίαν ἁρμονίας παραγίνεται. διόπερ καὶ ἁρμονιῶν κατακούει ἡ ψυχὴ καὶ χαίρει τοῖς ἡρμοσμένοις, ὡς οὖσα αὐτὴ ἁρμονία. ἔκ τε ἀριθμῶν καὶ ἄλλων τοιούτων μαθηματικῶν μέτρων τὴν οὐσίαν ἔχει, ἅπερ συγγένειαν παρεδέξατο πρός τε τὰ νοητὰ εἴδη καὶ τὰς αἰσθητὰς οὐσίας καὶ τὰ ἔνυλα εἴδη. πρὸς γὰρ πάντα ταῦτα ἡ παροῦσα δόξα δίδωσι θεωρίας ἀφορμήν, ὡς ἱκανῆς οὔσης τῆς οὕτως ὑποτιθεμένης μαθημα- τικῆς δόξης πάντα τὰ τοιαῦτα νοήματα παρέχειν. ἵνα δὲ συνέλωμεν τὴν ὅλην δόξαν, ἐν λόγοις κοινοῖς πάντων τῶν μαθημάτων τὴν ψυχὴν νοοῦμεν οὖσαν, ἔχουσαν μὲν τὸ κριτικὸν αὐτῶν, ἔχουσαν δὲ καὶ τὸ γεννητικόν τε καὶ ποιητικὸν αὐτῶν τῶν ἀσωμάτων μέτρων, οἷς καὶ τὴν γενεσιουργίαν δύναταί τις προσαρμόζειν τῶν ἐνύλων εἰδῶν, τήν τε δι’ εἰκόνων ἀπεργασίαν ἐκ τῶν ἀφανῶν εἰς τὸ φανερὸν προϊοῦσαν συνάπτουσάν τε τὰ ἔξω τοῖς εἴσω. κατὰ γὰρ πάντα ταῦτα, ὡς συλλήβδην εἰπεῖν, ὁ τῆς ψυχῆς λόγος περιέχει ἀφ’ ἑαυτοῦ τὴν ὅλην τῶν μαθημάτων συμπλήρωσιν. πότερον δὲ μῖγμα ἐκ πάντων ἐστὶ τῶν ἐν τοῖς μαθήμασιν ὄντων, ἢ πάντα ὑφίστησιν αὐτὴ καθ’ ἕνα λόγον προηγούμενον, χρὴ διασκέψασθαι. εἰ μὲν οὖν σύμμιξίς ἐστιν ἀφ’ ὅλων, προυπάρχει αὐτῆς τὰ συμπληρωτικὰ ἀφ’ ὧν συνιόντων συγκίρναται, καὶ οὐκέτ’ ἄν εἴη αὕτη ἀρχὴ τῆς μαθηματικῆς οὐσίας, ἀλλ’ ἀπὸ τῶν σποράδην ὑφεστηκότων μαθημάτων συνιόντων εἰς ταὐτὸ ἀπογεννωμένης, πρὸς τοῖς ἄλλοις ἀτόποις καὶ σύνθεσίν τινα συνάγει μετὰ τῆς ψυχῆς καὶ ὑστερογενῆ ὡς ἐκ προτέρων τινῶν ἐπισυνισταμένην ὑπόστασιν. εἰ μέντοι αὕτη πρώτως ἀρχηγός ἐστι τῆς μαθηματικῆς οὐσίας καὶ παρεισάγει ταύτην ἐξ ἑαυτῆς, πρεσβυτέρα τε αὐτῆς ἔσται καὶ ὡς ἐν αἰτίας λόγῳ προηγεῖται καὶ ὡς ἑτέρα ὑπερέχει. ἔστι δὲ καὶ τοῦτο ὑπε- ναντίον πρὸς τὴν παροῦσαν δόξαν· τιμιωτέρα γὰρ ἄν οὕτω γένοιτο ἡ ψυχὴ τῶν ἐν τοῖς μαθήμασιν ὄντων. βέλτιον οὖν λέγειν ὡς οὗτε προηγεῖται οὔτ’ ἐπακολουθεῖ τοῖς μαθηματικῶς οὖσι, συντρέχει δὲ ἅμα πρὸς αὐτὰ καὶ συνυφέ- στηκεν ἀσύνθετον καὶ ἀμέριστον ἔχουσα τὴν ἐν ὅλοις καὶ ἀφ’ ὅλων σύμμιξιν, μονοειδῶς τε αὐτοῖς παροῦσα καὶ ἑνιαίως αὐτῶν ὅλων μετέχουσα, δύναμίν τε περιεκτικὴν τῶν ὅλων ἐν ἑαυτῇ συλλαβοῦσα καὶ ἑαυτὴν δοῦσα εἰς ὅλα τὰ μαθήματα ὡσαύτως. εἰ δὲ τοῦτο οὕτως ἔχοι, καὶ πάντα περιείληφεν ἐν ἑαυτῇ τελέως καὶ ἀνενδεῶς, οὐδέν τε ἐκτὸς ἑαυτῆς ἀφίησιν· αὐτή τε γάρ ἐστι τελεία καὶ οὐχ οἷόν τε τῆς οἰκείας ἀρχῆς ἀπολείπεσθαί τι τῶν ὄντων· μία τε οὕτως ἔσται ἡ οὐσία τῆς αὐτῆς ἀρχῆς δι’ ὅλων διηκούσης. διαφοραί γε μὴν οὐδὲν ἧττον ἔσονται κατὰ τὰς διαφόρους δυνάμεις καὶ ζωὰς καὶ ἐνεργείας τῆς ψυχῆς καὶ τὸ τῶν οὐσιῶν αὐτῆς πλῆθος, ὅπερ ἐν ἑνὶ περιέχεται. τοσαῦτα ἄν τις καὶ παρὰ τῶν μαθηματικῶν ἐν Πυθαγορείοις εἰς τὴν τῆς ψυχῆς συνεισφέροιτο πραγματείαν· Πάλιν δὲ ἐπαναλαβόντες καὶ τὰ εἰρημένα πρόσθεν περὶ νοῦ συνάγοντες λέγομεν ὡς εἷς ὢν τὴν οὐσίαν καὶ ἀναλλοίωτος πολυπλασιάζεται τῇ σχέσει ταῖς ἐνεργείαις καὶ ταῖς δυνάμεσι. καὶ δυνάμει μὲν λέγεται, πρίν τι μαθεῖν ἢ εὑρεῖν, ὡς ἐν παισί· καθ’ ἕξιν δέ, ὡς ὅταν ἐπιστήμων μὲν γένηται, μὴ ἐνεργῇ δὲ κατὰ τὰς ἐπιστήμας, ὡς ὁ καθεύδων γεωμέτρης ἢ καὶ ἐγρηγορὼς μὴ ἐνεργῶν δὲ κατὰ τὴν ἐπιστήμην. κατ’ ἐνέργειαν δέ, ὡς ὅταν θεωρῇ, καὶ τοῦτο διττῶς· ἢ περὶ τῶν ἀιδίων καὶ καθόλου καὶ θείων, ὡς ὅταν ἀστρονομῇ ἢ γεωμετρῇ, καὶ καλεῖται θεωρητικὸς διανοητικός, τέλος ποιούμενος τὴν ἀλήθειαν, ἢ περὶ τῶν ἀνθρωπίνων καὶ μερικῶν καὶ πολιτικῶν, τέλος τιθέμενος τὸ ἀγαθόν, καὶ καλεῖται πρακτικός· καὶ ἔτι παρὰ τούτους ὁ κυριώτατος καὶ κατ’ ἐνέργειαν νοῦς ὁ θεωρητικὸς ὄντως, ἐν ᾧ κατ’ οὐδέν ἐστι τὸ δυνάμει, ἀλλ’ ἔστιν ἄνευ δυνάμεως ἐνέργεια, ἐξ οὗ τῶν ἐπιστημῶν τὰς ἀρχὰς ἔχει ὁ δυνάμει νοῦς· οὗτος δὴ καὶ ἀθάνατος εἶναι τοῖς ἑξῆς ἀποφανθήσεται καὶ περὶ μὲν τῆς οὐσίας αὐτοῦ καὶ ἐνεργείας, ἔτι δὲ ποσαχῶς λέγεται, τοσαῦτα. περὶ δὲ τῆς ἀθανασίας διὰ βραχέων κἀνταῦθα ὑπομνησθήσεται, ὡς διττοῦ ὄντος τρόπου καθ’ ὃν ἄν τι φθείροιτο, τοῦ τε τὸ σύνθετον εἰς τὰ ἐξ ὧν συνέστηκε διαλύοντος, καθ’ ὃν τὰ σώματα πάντα φθείρεται ἐξ ὕλης ὑφεστῶτα καὶ ειοους, καὶ ἑτέρου του τῶν ἀσωμάτων ἐν ὑποκειμένῳ δὲ τῷ σώματι τὸ εἶναι ἐχόντων. φθείρεται γὰρ καὶ ταῦτα, οὐκ εἰς τὰ ἁπλᾶ ἀναλυόμενα, ἀλλὰ τοῦ ὑποκειμένου ἀνεπιτηδείου γενομένου εἰς τὸ στέγειν αὐτά, ὥσπερ τὸ ἐν τῷ κηρῷ σχῆμα τακέντος αὐτοῦ. ὃ γοῦν παντελῶς χωριστὸν τῆς ὕλης καὶ ἀσώ- ματον καὶ μὴ ἐν ὑποκειμένῳ καὶ αὐτὸ ἐφ’ ἑαυτοῦ ἱδρυμένον, τοῦτο ἀνάγκη ἄφθαρτον εἷναι καὶ ἀίδιον. ὅτι δὲ τὰ νοητὰ τὰ χωριστὰ τῆς ὕλης ἀνάγκη καὶ νόας εἶναι δῆλον· εἰ γὰρ χωριστὸν ὄν, μὴ εἴη δὲ νοῦς, οὐδὲ νοήσει· ὥστε μάτην ἔσται ἀνενέργητον ὄν. ἀλλὰ μὴν ὅσα τὴν οὐσίαν χωριστὴν ἔχει, ταῦτα καὶ τὴν ἐνέργειαν· ὥστε τὰ χωριστὰ τῶν νοητῶν τῆς ὕλης καὶ ἐνέρ- γειαν ἕξει χωριστήν. τίς δ’ ἂν αὐτοῦ εἴη ἐνέργεια ἢ τὸ νοεῖν; οὐ γὰρ δὴ τό γε αἰσθάνεσθαι ἡ ἄλλη τις σωματικὴ ἐνέργεια. ἔτι οὐδεμία δύναμις ἐν ὑποκειμένῳ τῷ σώματι τὸ εἶναι ἔχουσα αὐτὴ πρὸς ἑαυτὴν ἐπιστρέφειν δύναται· συνεπιστραφήσεται γὰρ καὶ τὸ σῶμα ἐν ᾧ ἐστιν. οὐδὲν δὲ σῶμα ἑαυτῷ ἐφαρ- μόσαι δύναται· ἀλλ’ οὐδ’ ἄλλῳ, εἰ μὴ κατ’ ἐπιφάνειαν. ὁ δὲ νοῦς αὐτὸς πρὸς ἑαυτὸν ἐπιστρέφει καὶ ἑαυτὸν ὁρᾷ αὐτὸς περὶ αὑτοῦ ζητῶν καὶ αὐτὸς εὑρίσκων. ἀσώματος ἄρα διὰ ταῦτα καὶ ἀνώλεθρος. καὶ μέντοι ἀπολυθεὶς σώματος διανοίᾳ μὲν οὐκ ἐσεῖται προσχρώμενος, μὴ διὰ προτάσεων ἐπὶ συμ- περάσματα πάλιν ἥκων, ἀλλὰ νοῦς ἔσται καθαρὸς δίχα ζητήσεως, ὅτε βού- λοιτο, καὶ ἀχρόνως ἐπιβάλλων τοῖς πράγμασιν, ἅτε δὴ τοὺς λόγους πάντων ἔχων ἐν ἑαυτῷ τῷ μὴ ἐπιθολοῦσθαι σώματι.) ᾿Απορήσειε δ’ ἄν τις, εἰ ὁ νοῦς ἁπλοῦς ἐστι καὶ ἀπαθὴς καὶ μηδενὶ μηδὲν ἔχοι κοινόν, ὥσπερ φησὶν Ἀναξαγόρας, πῶς νοήσει, εἰ τὸ νοεῖν πάσχειν τί ἐστι. δεῖ γὰρ αὐτὸν σχέσιν ἔχειν πρὸς τὸ νοούμενον καὶ οἷον ἅπτεσθαι αὐτοῦ· εἰ δὲ τοῦτο, οὐκ ἄν εἴη ἀπαθής. πάσχειν μέντοι δοκεῖ τὰ πάσχοντα ὑπὸ τῶν ποιούντων τῷ κοινῆς ὕλης κεκοινωνηκέναι. ἔτι ὁ νοῦς ἢ νοεῖ ἑαυτὸν ἢ οὔ. εἰ μὲν οὖν μὴ νοεῖ, παρὰ τὴν ἐνάργειαν· τίς γάρ ἐστιν ὁ ἀποφαινόμενος περὶ αὐτοῦ τοῦ νοῦ καὶ λέγων ὅτι ἀσώματός ἐστι καὶ ἀπαθὴς καὶ ἀίδιος καὶ πᾶσαν τὴν περὶ ψυχῆς πραγματείαν συνθεὶς καὶ τἄλλα εἰ μὴ αὐτὸς ὁ νοῦς; ἐπεὶ δὲ νοεῖ ἑαυτόν, ἢ κατὰ ταὐτὸν νοεῖ τε καὶ νοηθήσεται καὶ ἔστιν αὐτῷ νῷ τε εἶναι καὶ νοητῷ, ἢ κατ’ ἄλλο μὲν νοήσει, κατ’ ἄλλο δὲ νοηθήσεται. ἀλλ’ εἰ μὲν τὸ πρῶτον, ταὐτὸν ἔσται αὐτῷ τὸ νῷ τε εἶναι καὶ νοητῷ, καὶ τὸ νοητῷ τε καὶ νῷ. καθὸ γὰρ νοῦς, νοητός· οὐκοῦν καὶ καθὸ νοητός, νοῦς· ὀνόματα γάρ ἐστι πλείονα καθ’ ἑνὸς ὑποκειμένου. εἰ δὲ τοῦτο, πάντα τὰ νοητὰ νοῖ ἔσονται. οὐκοῦν ἐπεὶ τὰ εἴδη πάντα νοητά, καὶ τὸ τοῦ λίθου καὶ τὸ τοῦ ξύλου οὐ γὰρ αἰσθήσει τὸ κατ’ οὐσίαν εἶδος ληπτόν)· ἔσονται ἄρα καὶ ἐν τοῖς ἀψύχοις νοῖ, ὅπερ ἄτοπον. εἰ δὲ μὴ κατὰ ταὐτὸ νοῦς ἐστι καὶ νοητόν, ἀλλὰ κατ’ ἄλλο μὲν νοεῖ κατ’ ἄλλο δὲ νοεῖται, οὐχ ἁπλοῦς ἔσται οὐδ’ ἀμιγής, ἕξει δὲ πρὸς τῷ νοῦς εἶναι καὶ ἄλλο τι μεμιγμένον αὐτῷ καὶ μὴ ἔχων τι ἴδιον πρὸς τἄλλα ἐσεῖται· ὡς γὰρ ἐκείνων ἕκαστον νοητόν, καὶ αὐτός. καὶ τὰ μὲν ἠπορημένα ταῦτα. ἀπαντῶντες δὲ πρὸς μὲν τὰ πρότερα οὕτω λέγομεν, ὡς διττοῦ τοῦ πάσχειν ὄντος, ὡς ἐν τοῖς πρόσθεν ἐλέγετο, τό τε γὰρ πρὸς φθορὰν ἄγεσθαι πάσχειν ἐτίθεμεν καὶ τὸ πρὸς τελείωσιν) οὐδὲν ἄτοπον εἰ πάσχειν τὸν νοῦν λέγοιμεν τῷ δέχεσθαι τὰ εἴδη τὰ νοητὰ τελειούμενον, ὥσπερ ὑπὸ τῶν αἰσθητῶν τὴν αἴσθησιν· καὶ καθάπερ ἡ ὄψις περὶ τὸ μέλαν ἡ λευκὸν ἐνεργήσασα οὐκ ἔφθαρτο οὐδ’ ὅπερ ἐκεῖνα κατὰ τὴν ὕλην γέγονεν οὐ γὰρ λελεύκωται ἢ μεμελάνωται), οὕτω τοι καὶ τὸν νοῦν ἀπαθῆ μένοντα μὴ καὶ τὴν οὐσίαν, ἀλλὰ μόνα τὰ εἴδη τῶν νοητῶν γνωστικῶς δέχεσθαι. λέγεται μέντοι καὶ νοῦς καὶ αἴσθησις καταχρηστικῶς πάσχειν τῷ ὥσπερ τὰ πάσχοντα τὸ κύριον πάθος δεχόμενα τὸ τοῦ ποιοῦντος εἶδος ἐπιμένειν ἐν αὐτῷ χρόνον τινά οἷον ὁ ἀὴρ παθὼν ὑπὸ τοῦ πυρὸς ἢ τὸ ξύλον καὶ γινόμενον πῦρ ἐπι- μένει μέχρι του τῇ καταδοχῇ τοῦ πυρός), καὶ ταῦτα παραμένειν τῇ καταδοχῇ τῶν εἰδῶν· πλὴν τὰ μὲν τρέπεται τὴν οὐσίαν, τὰ δὲ οὐ τρέπεται. καὶ ὁ μὲν νοῦς αὐτοκίνητος ἀφ’ ἑαυτοῦ ποτε νοεῖ, ἡ δὲ αἴσθησις δεῖται τῆς τῶν αἰσθητῶν παρουσίας. καὶ ὁ μὲν μεταβάλλει ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ οὐ δεχόμενος ἅπερ μὴ εἶχεν εἴδη, ἀλλ’ ἐοικὼς τῷ καθεύδοντι γεωμέτρῃ ὡς ἔχων μὲν τοὺς λόγους ἐμποδιζόμενος δέ, καὶ μόνου χρῄζει τοῦ ἐξυπνίσοντος οὗτος δὲ ὁ ἐνεργείᾳ νοῦς ἢ ὁ διδασκαλικὸς καὶ καθόλου· ἐμπόδιον δὲ αἱ ἐκ τῆς συμπλοκῆς τῆς φαντασίας ἀλλόκοτοι δόξαι, ἃς ἀνακαθαίρων τοῖς ἐλέγχοις γνώριμον ποιεῖ τὸν ἐνόντα θησαυρόν), ἡ δὲ αἴσθησις ἐκ τοῦ πρώτου δυνάμει μεταβάλλει δεχομένη ἅπερ μὴ εἶχεν εἴδη, πρὸς δὲ τὰ δεύτερα. ὡς οὐδὲν ἄτοπον, εἰ κατὰ ταὐτὸν νοῦς τε εἴη καὶ νοητόν. οὐ γὰρ ψεῦδος τὸ πᾶν νοητὸν νοῦν ὑπάρχειν, ἀλλ’ ἀληθές τε καὶ ἀναγκαῖον, εἴπερ νοητὰ τὰ κυρίως νοοῖμεν καὶ ἐνεργείᾳ, ταῦτα δὲ τὰ παντελῶς ἄυλα καὶ χωριστά. τὰ μέντοι τῶν αἰσθη- τῶν εἴδη νοητὰ λέγοντες καταχρώμεθα τῷ ὀνόματι· οὐ γὰρ χωριστὰ οὐδὲ κατ’ ἐνέργειαν ἀλλὰ δυνάμει, καὶ τῷ χωρίσαι ταῦτα τὸν νοῦν τῇ ἐπινοίᾳ τῆς ὕλης ὑφίστανται ἄλλως ὄντα ἀνύπαρκτα. ἔτι εἰ ἅμα νοῦς ἐστι καὶ νοητόν, διὰ τί μὴ ἀεὶ νοεῖ τῶν νοητῶν αὐτῷ παρόντων; καὶ εἰ αὐτὸς νοῦς τε εἴη καὶ νοητόν, διὰ τί μὴ ἑαυτὸν ἀεὶ νοεῖ ἀεὶ αὑτῷ παρών ; ἢ ὅτι λήθῃ ἐμπο- δίζεται· τοῦτο δὲ διὰ τὴν φαντασίαν. εἰ γὰρ καὶ ἀπαθὴς αὐτός; ἀλλ’ ἡ φαντασία φθαρτή· ταύτης δὲ χωρὶς οὐ νοεῖ ἢ συνεργούσης ἢ ἐμποδιζούσης τῶν ἐν τῷ κόσμῳ τι· μόλις γὰρ ἄν τις τῶν εἰς ἄκρον ἀρετῆς καὶ φιλοσο- φίας ἐληλακότων γνώσεταί τι τῶν νοητῶν ἀφαντάστως. ᾿Επιστῆσαι δ’ ἐν τούτοις χρὴ καὶ τὴν παρὰ τῶν παλαιοτέρων ἀντιλογίαν καὶ ἐπαπόρησιν, ὡς διῄτηται. λέγουσι γὰρ ὡς, εἴπερ ἡ λογικὴ ψυχὴ ἀγράφῳ γραμματείῳ προσέοικε, μᾶλλόν τι κατὰ τὸ πρῶτον δυνάμει τὰ εἴδη τὰ νοητὰ δέχεται. ἔνθεν καὶ οὐ προβιωτὴ τοῦ σώματος ἔσται, ἥπερ ὁ Πλατῶν ἔλεγεν· ἦ γὰρ ἄν καθ’ ἕξιν ἔχειν τοὺς λόγους ἔμελλεν· εἰ δὲ μὴ τοῦτο, ἀρχὴν τοῦ εἶναι εἴληφεν. ἔνθεν δὲ καὶ πέρας ὄξει· πᾶν γὰρ τὸ ἀρξάμενον κατὰ χρόνον καὶ πέρας ἔχει κατὰ χρόνον. οὐκ ἄρα ἀθάνατος. καὶ εἰ ταῦτα, ἔστι δὲ κατ’ αὐτοὺς καὶ ὁ κόσμος ἀίδιος, ἀνάγκη δυοῖν θάτερον ἢ ἀθανάτους οὔσας τὰς λογικὰς ψυχὰς ἀπείρους εἶναι καὶ γίνεσθαι ἄπειρον γὰρ καὶ τὸ παρελθὸν καὶ τὸ γενησόμενον), ἢ εἰ τοῦτο ἀδύνατον, θνητὰς εἷναι ὥσπερ καὶ τὰ λοιπά, καὶ ἢ εἰς τὸ μηδαμὴ μηδαμῶς ὂν χωρεῖν, εἴπερ εἰσὶν ἀσώματοι, ἢ εἰς ὕλην ἀνα- λύεσθαι, καὶ οὕτως ἔσονται σώματα. λύεται δὲ τούτοις, ὡς οὐ λέγεται ἡ ψυχὴ δυνάμει, ὡς ἄν τὸ σπέρμα δυνάμει ἄνθρωπον εἴποιμεν· ἀλλ’ ἐπειδὴ ἑκάστου τοῦ σημαινομένου δυνάμει πλάτος τι θεωρεῖται λέγομεν γὰρ καὶ τὴν πρώτην ὕλην δυνάμει εἶναι ἄνθρωπον καὶ τὰ σ· τοιχεῖα καὶ τὸ σπέρμα, καὶ πάντα κατὰ τὸ πρότερον, οὐ μέντοι ὁμοίως ἀλλὰ τὸ μὲν ἐγγυτέρω τοῦ πράγματος, τὸ δὲ πορρωτέρω, καὶ κατὰ τὸ δεύτερον δὲ τὸ καθ’ ἕξιν δυνάμει πλάτος πολύ· ἄλλως γὰρ ὁ ἐγρηγορὼς μὴ ἐνεργῶν δὲ τὸ γεωμετρεῖν, καὶ ἄλλως ὁ καθεύδων δυνάμει καὶ καθ’ ἕξιν γεωμέτραι λέγονται), οὕτω καὶ ἡ ψυχὴ κἂν δυνάμει λέγηται καὶ ἀγράφῳ ἐοικέναι γραμματείῳ, διὰ τὴν ἐκ τῶν παθῶν τῆς γνώσεως ἐπιπρόσθησιν τοῦτο λέγεται δοκοῦσα μήδ’ ὅλως ἔχειν. δόξειε δ’ ἂν καὶ ὁ καθεύδων γεωμέτρης ἐστερῆσθαι πάντη, καὶ ὁ νοῦς τῷ τῇ γενέσει πεφύρθαι ἔοικέ που τῷ καθεύδοντι ἢ καρουμένῳ. ὡς οὖν ὁ ἥλιος τὰ χρώματα, δυνάμει ὄντα ἐν τῇ νυκτί, ἀνατείλας ποιεῖ ἐνεργά, οὐ τὴν ὑπόστασιν παρέχων αὐτοῖς, ἀλλ’ ὑφεστηκότα καὶ ἄδηλα ἐμφανῆ ποιῶν, οὕτω καὶ ὁ ἐνεργείᾳ νοῦς τελειοῖ τὸν δυνάμει, οὐκ ἐντιθεὶς ἐν αὐτῷ μὴ ὄντα εἴδη, ἀλλὰ κρυπτόμενα διὰ τὸν ἀπὸ γενέσεως κάρον ἐκφαίνων. καὶ ταῦτα μὲν ἐκεῖνοι· καὶ τοιοῦτόν τι κατ’ αὐτοὺς τῇ ψυχῇ τῆς ἀγνοίας τὸ αἴτιον. οἷς δὲ τὰ θεῖα φιλοσοφεῖται καὶ οὔτε προΰπαρξις οὔτε μεθύπαρξις τῆς ψυχῆς τοῦ σώματος δογματίζεται, ἀλλ’ ἅμα ἄμφω παρὰ τοῦ δημιουργοῦ λαμβάνειν τὴν οὐσίωσιν καὶ τὴν ὕπαρξιν, κἂν ἡ μὲν τελείαν εὐθύς, ὅτιπερ ἄυλος καὶ ἀσώματος, τὸ δὲ πληροῦσθαι διὰ τῆς κατὰ μικρὸν ἐπιδόσεως διὰ τὸ ὑλῶδες καὶ τὸ ἐκ τῶν στοιχείων συντίθεσθαι, ἑτέρως καὶ περὶ τῆς ἀγνοίας αὐτῆς δογματίζεται· τῷ γὰρ μὴ εὐφυῶς ἔτι το ὄργανον ἔχειν κατὰ τὴν βρεφικὴν ἡλικίαν οὔτε πάσας οὔτε τελείας τῆς ψυχῆς τὰς ἐνεργείας κεχώρηκεν αὐτῆς τελείας οὔσης, διαρθρουμένου δὲ τῷ χρόνῳ καὶ τελειουμένου τέλειαι καὶ ὁλόκληροι αἱ ψυχικαὶ δυνάμεις ἐγγίνονται. Ἔτι κἀκεῖνο ἐπισκεψώμεθα, ἆρα ἐνδέχεται τῶν παντάπασι κεχωρισμένων τῆς ὕλης θείων εἰδῶν νοεῖν τι τὸν ἡμέτερον νοῦν ἀχώριστον ὄντα αὐτὸν μεγέθους καὶ ἔτι συνόντα σώματι. ἢ τοῦτο μὲν καὶ προηπόρηται καὶ προλέλυται, ὡς καὶ νοεῖ ταῦτα καὶ παραμένων σώματι, εἰ καὶ μὴ οὕτως ὡς μετὰ τὴν ἀπαλλαγὴν τῆς παχύτητος· καὶ τὸ θειότατον καὶ ἀθάνατον αὐτοῦ τῆς φύσεως ἐν τούτῳ δείκνυται μάλιστα. πολλοὶ γὰρ τῶν πάλαι φιλοσοφησάντων μακαρίων ἀνδρῶν καὶ πολλάκις περὶ αὐτῶν ἡμᾶς ἐδίδαξαν, καὶ ἡμεῖς δὲ ὅταν εἰς τὸν κόσμον ἀποβλέποντες πρὸς τὴν τοῦ θεοῦ ἀναγώμεθα ἔννοιαν, οὐ τὸ πᾶν τοῦτο αἰσθήσεως ἢ φαντασίας εἶναι τιθέμεθα, ἢ ὅσον ἐρεθίσαι τοὺς ἐναποκειμένους ἐν ἡμῖν λόγους, ἀλλὰ τοῦ ἀκροτάτου τῆς ψυχῆς μέρους καθαρὰς ἐννοίας. πρὸς τούτοις κἀκεῖνο ζητήσωμεν, πότερον ὃν ὑμνοῦμεν ἐνεργεία νοῦν καὶ τελειοῦντα τὸν δυνάμει ἐν ἡμῖν ἐστιν, ὥσπερ ὁ δυνάμει, ἢ ἔξωθεν καὶ οὐχ ἡμέτερος. τινὲς μὲν ἴσως ὑπολάβοιεν ἂν τὸν θεῖον τοῦτον εἶναι καὶ δημιουργικὸν καὶ καθόλου, ἐπεὶ τὰ πάντα ποιεῖν ἀκούουσι καὶ νοεῖν· οὐ γὰρ ἀνθρωπίνου νοὸς τοῦτο. τοῦτο δὲ οἶμαι λέληθεν αὐτούς· οὐ γὰρ θεολογοῦμεν ἐνταῦθα. ἄλλοι ἕτερον ἔξωθεν καὶ αὐτόν, δεύτερον μὲν τοῦ πρώτου καὶ θείου, προσεχῶς δὲ καὶ ὑπερ- κείμενον ἡμῶν καὶ ἐλλάμποντα τῷ ἡμετέρῳ νῷ. πρὸς τοῦτο καὶ τὸ τοῦ φωτὸς αὐτοῖς τείνει παράδειγμα. ἕτεροι οὐκ ἀλλότριον τῆς ἡμετέρας ψυχῆς, ἀλλ’ ἐν αὐτῇ καὶ δύο νόας εἶναι, τὸν μὲν δυνάμει τὸν δὲ ἐνεργείᾳ, καὶ τὸν δυνάμει τελειοῦσθαι ὑπὸ τοῦ ἐνεργείᾳ, καὶ τὸν μὲν δυνάμει ἀεὶ ἐν τῇ ψυχῇ εἶναι, τὸν δὲ ἐνεργείᾳ θύραθεν ἐπεισιέναι. ἄλλοι τὸν διδασκαλικὸν τοῦτον εἶναι, ὃς τε- λειοῖ τὸν ἐν ἄλλῳ δυνάμει παρατιθέμενος τὰ τῶν ἐπιστημῶν θεωρήματα καὶ νοήματα, καὶ αὐτὸς ἐκ δυνάμεως εἰς ἐνέργειν ἀχθείς ποτε. πέμπτη πρὸς τούτοις δόξα, ἣν οἶμαι καὶ μᾶλλον ἀληθῆ, ἣ ἕνα καὶ τὸν αὐτὸν εἶναι λέγει τὸν δυνάμει καὶ ἐνεργείᾳ, καὶ οὐκ ἔξωθεν ἀλλ’ ἐν μιᾷ τῇ αὐτῇ ψυχῇ καὶ ἐν ἑνὶ καὶ τῷ αὐτῷ καθ’ ἕκαστα ἀνθρώπῳ, διαφέροντα δὲ ἑαυτοῦ τῷ τελείῳ καὶ ἀτελεῖ. κατ’ ἄλλην δὲ καὶ ἄλλην ἐκδοχὴν καὶ αἱ λοιπαὶ δόξαι προσβιβαζό- μεναι ἀληθεύουσι.) Τούτων οὕτω διωρισμένων λείπεται καὶ περὶ τοῦ ὀρεκτικοῦ μορίου τῆς ψυχῆς εἰπεῖν. πρότερον δὲ ἐκεῖνο τῶν ἀναγκαίων ἐγνῶσθαι ὡς ἔστι τις ἀνα- λογία τῆς αἰσθητικῆς ψυχῆς καὶ τῆς διανοητικῆς, καὶ ὡς ὁρμὴ καὶ ὄρεξις ἀμφοτέροις, καὶ ἡ μὲν κατὰ νοῦν ἀγαθῶν οὖσα καλεῖται βούλησις, κακῶν δὲ φυγή. τὸ μὲν δὴ αἰσθάνεσθαι ὅμοιον τῷ φάναι μόνον ἐντὸς τὴν ψυχὴν καὶ νοῆσαι ὅρον ἁπλῶς· ὅταν δὲ ἡδὺ ἢ λυπηρὸν ὧδε, ἐκεῖ οἷον κατάφασις καὶ ἀπόφασις, καὶ τότε δὴ ἡ ψυχὴ ἢ διώκει ἢ φεύγει. ὅταν γὰρ ἡ αἴσθησις τὴν οὐσίαν τῶν αἰσθητῶν γινώσκῃ, οἷον τοῦ θερμοῦ ὡς θερμοῦ, διακρίσεως μόνης αἰσθάνεται καὶ πυρώδους οὐσίας· ὅταν δὲ μετὰ φαντασίας ὡς πρὸς τὸ ζῶον ἀναφέρουσα κρίνῃ οὐ μόνον ὡς αἰσθητήν, ἀλλὰ καὶ ὡς ἀνιαρὰν ἢ ἡδεῖαν, ὄρεξις λέγεται, καὶ ἢ φεύγει ὡς φθαρτικὴν ἢ διώκει ὡς σωστικήν. καὶ ἔστι τὸ ὀρεκτικὸν ταὐτὸ τῇ αἰσθητικῇ δυνάμει κατὰ τὸ ὑποκείμενον, τῷ λόγῳ δὲ διάφορον· ἡ μὲν γὰρ αἴσθησις, ὥς γε εἴρηται, ἁπλῆ ἐστι τοῦ αἰσθητοῦ γνῶσις ὡς αἰσθητοῦ, ἡ δὲ ὄρεξις ὡς φθαρτικοῦ τοῦ ζώου ἢ σωστικοῦ. καὶ οὐκ ἄλλο τι τὸ ἥδεσθαι ἢ λυπεῖσθαι καὶ τὸ φεύγειν ἢ διώκειν, ἅπερ εἰσὶ τοὐ ὀρεκτικοῦ ἐνέρ- γειαι, ἢ τὸ αἰσθάνεσθαι ὡς συμμέτρου ἢ ἀσυμμέτρου αὐτῷ. καὶ αὕτη μὲν ἡ κατὰ τὴν αἴσθησιν ὄρεξις, ἥτις ἔσται καὶ ἐν ἀλόγοις, σύνθετος ἐκ φαντασίας καὶ αἰσθήσεως. ἡ δὲ κατὰ τὸν λόγον καὶ τὸν πρακτικὸν νοῦν, ἐπειδήπερ ὑπόκεινται τῇ διανοητικῇ ψυχῇ τὰ φαντάσματα μνήμῃ σωζόμενα ὥσπερ τῇ αἰσθήσει τὰ αἰσθητά, εἰς ἅπερ ὁ νοῦς ὁρᾷ, ὅταν μὲν ὡς ἁπλοῦν τὸν τύπον ἴδῃ τοῦ αἰσθητοῦ, ἀπλοῦν αὐτοῦ ἴσχει τὸ νόημα, καθ’ ὃ γίνεται ἀληθεύων περὶ τῶν αἰσθητῶν ἄνευ συνθέσεως, ἀναλογῶν τῇ ἁπλῇ αἰσθήσει· ὅταν δὲ ὡς ἀγαθόν τι τούτων ἢ κακὸν ὑπολάβῃ τῷ ζῴῳ, ἤδη σύνθετον γίνεται, ᾧ ἕπεται φυγὴ καὶ δίωξις, ἀνάλογος τῇ τοῦ ἡδέος αἰσθήσει καὶ λυπηροῦ. καὶ ἡ μὲν κατ’ αἴσθησιν ὄρεξις ἀεὶ τοῦ παρόντος, ἡ δὲ λογιστικὴ καὶ τοῦ μέλλοντος. ὡς γὰρ παρούσης αἰσθήσεως κινούμενον τὸν φρυκτὸν ὁ νοῦς ὁρῶν ὁ πρακτικὸς γνωρίζει ὅτι πολέμιοι, καὶ διώκειν ἐπιτάττει ἢ φεύγειν, οὕτω καὶ αἰσθήσεως ἀπούσης ἀναπλάττων τοῦτο τῇ φαντασίᾳ, ὡς εἴ ποτε τοιοῦτον ἔσεται, τί δεῖ ποιεῖν, βουλεύεται περὶ τῶν μελλόντων συντιθεὶς πρὸς τὰ παρόντα, καὶ κρίνας διώκει ἢ φεύγει. τοῦτο δέ ἐστι τὸ ἐν τοῖς πρακτοῖς ἀγαθὸν ἢ κακόν· ταῦτα γὰρ καὶ τέλη καὶ ἀρχαὶ τῷ πρακτικῷ νῷ, δι’ ἃ τὴν αἵρεσιν ποιεῖται καὶ τὴν φυγήν. οὐ μόνον δὲ ἐπὶ τοὐ πρακτικοῦ νοῦ ἀρχὴ τελικὴ τὸ ἀγαθὸν ἢ κακόν, ἀλλὰ καὶ τοῦ θεωρητικοῦ, ᾧ ἔργον τὸ ἀληθὲς ἰδεῖν καὶ τὸ ψεῦδος· ἔστι γὰρ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀγαθὸν καὶ κακὸν ἄνευ πράξεως. διαφέρει μέντοι τὸ ὡς ἀληθὲς ἀγαθὸν τοῦ πρακτικοῦ ἀγαθοῦ καὶ τὸ ὡς ψευδὲς κακὸν τοῦ πρακτι- κοῦ κακοῦ, ὡς ἐκεῖ μὲν τὸ ἀληθὲς ἁπλῶς ἐστιν ἀγαθὸν καὶ φύσει, καὶ τὸ ψεῦδος ὁμοίως κακόν, τὸ δ’ ἐν τοῖς πρακτοῖς οὐχ ἁπλῶς ἀλλὰ ποτὲ καὶ τινί, οἷον τὸ λούσασθαι ἢ βαδίσαι ἢ γυμνάσασθαι• καὶ τὸ μὲν τῆς λογικῆς ψυχῆς πρακτικὸν οὐδὲν νοεῖ ἄνευ φαντάσματος, τὸ δὲ θεωρητικὸν οὐ πᾶν. καὶ ἔτι μᾶλλον ὁ ἐνεργείᾳ νοῦς γεωμετρικὰς μέν τινας θεωρίας φαντάσεται ὡς περί τι πρακτικάς· ὅταν δὲ θεωρῇ τὸ νόημα τὸ περὶ τοῦ τριγώνου, ὅτι αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι καὶ αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζους καὶ τὰ ὅμοια, εἰ καὶ τὸ τρίγωνον ἄνω καὶ κάτω φέρομεν, ἀλλ’ οὖν τὸν λόγον αὐτὸν καθαρὸν ἐπισκοποῦμεν. καὶ ὅταν τὰς λογικὰς μεθόδους ἀποδεικνύῃ ὡς τρία σχήματα τοῦ κατηγορικοῦ συλλογισμοῦ καὶ τρόποι ἀποδεικτικοὶ τόσοι καὶ ἀντιστροφὴ προτάσεων τοῦτο καὶ ἐῶ λέγειν, ὅταν περὶ τῶν νοητῶν καὶ ἀύλων εἰδῶν συλλογίζηται), πῶς ἢ τίνα φαντάσεται; ἐπεὶ δὲ τῶν νοητῶν, ὡς πολλάκις εἴρη. τᾶι, τὰ μὲν ἐνεργείᾳ καὶ φύσει νοητὰ τὰ δὲ θέσει, ὄντα φύσει αἰσθητά, οἷα τὰ μαθηματικὰ σχήματα, κινήσεις καὶ ἁρμονίαι καὶ ἀναρμοστίαι αἵ τε τῶν αἰσθητῶν ἕξεις καὶ διαθέσεις καὶ οἱ φυσικοὶ λόγοι, ἀδύνατον ἄνευ αἰσθήσεως τὴν περὶ ταῦτα ἐπιστήμην ἐγγενέσθαι τῇ ψυχῇ. διὰ τοῦτο μὴ αἰσθανόμενος μηδὲν οὐδ’ ἂν μάθοι τούτων, ὅταν τε θεωρῇ, ἀνάγκη ἐν φαντάσματι θεωρεῖν· τὰ γὰρ φαντάσματα ὥσπερ αἰσθήματά εἰσιν ἄνευ ὕλης. τὰ μέντοι πρῶτα νοήματα τὰ περὶ τῶν ἀύλων εἰδῶν τῶν φύσει νοητῶν καὶ ἐνεργείᾳ, ἐπείπερ ἄνευ αἰσθήσεως, καὶ ἄνευ φαντασίας. ἔστι γὰρ ἡ φαντασία ἕτερον φάσεως καὶ ἀποφάσεως· συμπλοκὴ γὰρ νοημάτων ἐστὶ τὸ ψεῦδός τε καὶ τὸ ἀληθές. Ὥσπερ δὲ ὁ ἀὴρ παθὼν ὑπὸ χρώματος τοιανδὶ τὴν κόρην ἐποίησεν, αὕτη δὲ ἕτερον τὸ πνεῦμα τὸ ὀπτικόν, καὶ ἡ ἀκοὴ καὶ ἡ ὄσφρησις καὶ αἱ λοιπαὶ κατ’ εἶδος αἰσθήσεις εἰς οἰκεῖον ἔνδον ἑκάστη τὸ κατάλληλον ἀπὸ τῶν ἔξω καταντᾷ τέλος, ἓν μὲν τῷ ὑποκειμένῳ διάφορον δὲ τῷ λόγῳ, οὕτω καὶ κοινόν τι πέρας πάλιν τὸ ὁρίζον εἰς ἓν καὶ συνάγον φανήσεται τὰ διάφορα πέρατα, τὸ ἀπλῶς αἰσθητικὸν τῆς ἁπλῆς αἰσθήσεως, καθάπερ καὶ πρόσθεν ἐλέγετο. ὡς γὰρ λευκὸν καὶ μέλαν ἑνὶ τῷ ὑποκειμένῳ τῷ ὀπτικῷ κρίνεται, διαφόρῳ δὲ τῇ δυνάμει, καὶ βαρὺς ψόφος καὶ ὀξὺς ἑνὶ τῷ ἀκουστικῷ, καὶ ἐπὶ τῶν ἄλλων, οὕτω τοι καὶ τὸ κοινὸν πρὸς τὰ διάφορα τῶν αἰσθητῶν, χρῶμα ψόφον ὀσμὴν καὶ τὰ λοιπά, ἕξει κριτήριον, ἓν μὲν καὶ ἀμερὲς ὅν, πολυειδὲς δὲ καὶ τῷ λόγῳ διάφορον, πέρας ὂν περάτων καὶ κοινοτήτων κοινότης καὶ κρινόντων κριτήριον. ἔχει δὲ οὕτως ὡς τὸ λευκὸν πρὸς τὸ μέλαν, οὕτω τὸ κρῖνον ἑκάτερον πρὸς τὸ κρῖνον ἑκάτερον· ἀνάλογα γάρ. διὸ καὶ ἐναλλὰξ ὡς ἡγούμενον πρὸς ἡγούμενον καὶ ἑπόμενον π· ρὸς ἑπόμενον. ἐκεῖνο δ’ ἐκείνου ἀντελαμβάνετο, καὶ τοῦτο τούτου ἀντιλήψεται. ἀλλὰ μὴν ἓν τῷ ὑποκειμένῳ τὰ διαφόρως κρίνοντα· μία γὰρ δύναμις ἡ ὀπτική. καὶ ἐπὶ τῶν διαφόρων δὲ τὸ κοινὸν οὕτως ἕξει. ὃ γὰρ ἐπὶ τῶν ὁμογενῶν καὶ ἐναντίων ἐθεωρήσαμεν, τοῦτο καὶ ἐπὶ τῶν ἑτερογενῶν οὐδὲν κωλύει συμβαίνειν. καὶ δὴ ὡς τὸ λευκὸν πρὸς τὸ γλυκύ, τὸ κρῖνον πρὸς τὸ κρῖνον καὶ ἐναλλάξ· ἀνάλογα γάρ. καὶ ὡς ἐκεῖ ἓν τῷ ὑποκειμένῳ τὰ τῶν ἐναντίων ἐφάνη κριτήρια, οὕτω τῶν διαφόρων ὧδε· τί γὰρ διοίσει ἀπορεῖν, πῶς τὰ μὴ ὁμογενῆ κρίνει ἢ τὰ. ἐναντία; οὐκ ἀκριβοῦμεν δὲ τὰ τῆς ἀναλογίας. εἰς τί δὲ ὅλως ταῦτα καίπερ ἀπερρηγμένα δοκοῦντα τῆς συνεχείας ἐμβέβληνται, ἢ ὡς ἄν ἐκεῖνο δειχθῇ· ὡς αἴσθησις πρὸς αἰσθήσεις ἔχει ἡ κοινὴ πρὸς μερικὰς καὶ αἰσθητὰ πρὸς αἰσθητά, καὶ νοῦς πρὸς νοήσεις ἕξει καὶ νοητὰ πρὸς νοητά. ὁμοίως γὰρ κἀκεῖ κἀνταῦθα βαθμίδες αἰσθήσεως καὶ νοήσεως, καὶ τὸ συναγωγὸν ἐν ἀμφοτέροις ἐκ πολλῶν ἓν καὶ μία ἡ διὰ πάντων ἥκουσα δύναμις.