Ancient Greek
Section 21
Soranus, De Fasciis 21
Not analysed yet
21. Θέντεϲ τὴν ἀρχὴν ἐπὶ ἰνίου ἄγομεν τὴν ἐπείληϲιν λοξὴν κατὰ βρέγματοϲ, εὐθϲῖαν δὲ κατ’ ὀφθαλμοῦ, ϲιμὴν δὲ κατὰ γενείου ἄχρι ἰνίου· εἶτα λοξὴν μὲν κατὰ βρέγματοϲ, εὐθεῖαν δὲ κατὰ τοῦ ἑτέρϲυ ὀφθαλμοῦ, ϲιμὴν δὲ κατὰ γενείου, ἐγκύκλιον δὲ κατὰ μετώπου. δυνατὸν δὲ καὶ ταύτην κάτωθεν ἄνω νεμόμενον ἐπιδῆϲαι καὶ ἀπὸ δύο ἀρχῶν ἐνεργοῦντα. διμερὴϲ ὀφθαλμόϲ. (Tab. V 21)