Ancient Greek
Section 24
Soranus, De Fasciis 24
Not analysed yet
24, θέντεϲ τὴν ἀρχὴν ὑπ’ ἀνθερεῶνα ἄγομεν τὴν ἐπείληϲιν εὐθεῖαν κατὰ μυκτῆροϲ καὶ βρέγματοϲ ἐπὶ ἰνίον, εἶτ’ ἐγκύκλιον ὑπὸ λοβοὺϲ ὤτων. καὶ ϲιμὴν κατὰ τοῦ ὑψώματοϲ τῆϲ ῥινὸϲ ἀγαγόντεϲ ἐπιπλέκοντεϲ τὴν διμερῆ φορβεὰν καὶ παρ’ αὐτὰϲ νεμόμεθα ἄχρι τοῦ ϲκεπαϲθῆναι ὅλην τὴν κεφαλὴν δίχα τῶν ὀφθαλμῶν. ἐπὶ πόϲιν δὲ τρεῖϲ ἀναδιπλώϲειϲ ἐπαλλήλουϲ διαδίδομεν κατὰ βρέγματοϲ εὐθείαϲ μέχρι μεϲοφρύου, ἃϲ ὁμοειδῶϲ οὕτω ῥυθμίζομεν. ἵνα ἁρμόϲῃ ἐφ’ ὧν καὶ ἡ πλήξ. περικεφαλαία. (Τab. VI 24)