Ancient Greek
Section 26
Soranus, De Fasciis 26
Not analysed yet
26. Ἐπιϲχίϲαντεϲ τὴν ταινίαν ἐξ ἀμφοτέρων τῶν μερῶν, ὥϲτε τὸν μέϲον ϲυνεχῆ ἀπολείπεϲθαι τόπον, τούτων τάξαντεϲ τὴν μεϲότητα κατὰ γενείου ἄγομεν τῶν ἀρχῶν τὰϲ μὲν κάτωθεν εὐθείαϲ κατὰ παρειῶν ἐπὶ βρέγμα, τὰϲ 〈δὲ〉 ἄνωθεν ἐπικαρϲίουϲ κατὰ γένυοϲ ἐπὶ ἰνίον καὶ αὐτὰϲ προϲεπιλαμβανόμενοι 〈πρὸϲ ἀλλήλαϲ ἀποδεϲμεύομεν,〉 ἱνα ἁρμόϲῃ ἐφ’ ὧν τὸ γένειον ἐπιδῆϲαι θέλομεν. τετειάc. (T Τab VII 26, XVI 26 a)