Ancient Greek
Section 3
Soranus, De Fasciis 3
Not analysed yet
3, Θέτεϲ τὴν ἀρχὴν ἐπὶ ἰνίον ἄγομεν τὴν ἐπείληϲιν εὐθεῖαν κατὰ βρέγματοϲ ἐπὶ μεϲόφρυον, εἶτα ἀναδιπλώϲαντεϲ παρ’ ἕν μέροϲ τῆϲ πρώτηϲ ἐπὶ ἰνίον, εἶτα παρὰ τὸ ἕτερον ἐπὶ μέτωπον τοῦτο ποι- οῦντεϲ, ἄχρι οὐ ϲκεπαϲθῇ ὅλον τὸ κεφάλιον, ἐγκύκλιόν τε κατὰ μετώ- που καταλαμβανόμενοι τὰϲ ἀναδιπλώϲειϲ, ἵνα ἁρμόϲῃ ἐφ’ ὧν τὸ ϲκαφίον ϲκέπηϲ δεῖται. ϲκαφίον. (Tab. I 3)