Ancient Greek
Section 58
Soranus, De Fasciis 58
Not analysed yet
58. Περιειλήϲαντεϲ τὴν ἀρχὴν τῷ πέρατι τοῦ κώλου ἄγομεν τὴν ἐπείληϲιν λοξὴν μὲν κατὰ τοῦ μέϲου τόπου, ἐγκύκλιον δὲ κατὰ τοῦ ὑποκειμένου, ἐπ’ ἀντίθετον δὲ τῇ πρώτῃ λοξὴν καὶ ἐγκύκλιον καθ’ ὑπό- βαϲιν παρὰ τὰϲ αὐτὰϲ ὁμοίαϲ ἄγομεν ἐπειλήϲειϲ, ἵνα ἁρμόϲῃ ἐπὶ τῶν προϲφάτωϲ πεπωρωμένων κώλων ἀϲφαλείαϲ χάριν. φοίνιξ[ιρα] ϲειρά. (Τab. XV 58, XVIII 58a)