Ancient Greek
Section 60
Soranus, De Fasciis 60
Not analysed yet
60. θέτεϲ τὴν ἀρχὴν ὑπὸ τὸ ϲφυρὸν ἄγομεν τὴν ἐπείληϲιν λοξὴν κατὰ ϲφυροῦ ὑπὸ τὸ κοῖλον τοῦ ποδὸϲ λοξήν τε κατὰ πτέρνηϲ καὶ ἐγκύκλιον κατὰ ϲφυροῦ· εἶτα ἀντίαν λοξὴν κατὰ ϲφυροῦ ὑπὸ τὸ κοῖλον τοῦ ποδὸϲ καὶ τῆϲ πτέρνηϲ καὶ ἐγκύκλιον κατὰ ϲφυροῦ, ἵνα ἁρμόϲῃ ἐφ’ ὧν ϲφυρὸν ϲὺν πτέρνῃ ἐπιδῆϲαι θέλομεν. περιπτερνίϲ. (Τab. XV 60 XVII 60a)