Ancient Greek
Section 8
Soranus, De Fasciis 8
Not analysed yet
8. Θέντεϲ τὴν ἀρχὴν τοῦ ἐπιδέϲμου ἐπὶ μεϲόφρυον ὥϲτε ἀπο- κρέμαϲθαι ἀνάγομεν τὴν ἐπείληϲιν εὐθεῖαν κατὰ βρέγματοϲ ἐπὶ ἰνίον· εἶτα ἐπιπλέξαντεϲ τὸν ἡμίρομβον πρὸ τῆϲ μετωπιαίαϲ τὴν ἀπὸ κρεμαμένην τρὶϲ κατὰ μεϲόφρυον ἀναδιπλοῦμεν, ὥϲτε τιάραϲ βαϲιλείου ϲψζειν ἐμφέρειαν, ἵνα ὰρμόϲῃ ἐφ’ ὧν εὐπρεπείαϲ ἢ βαϲιλικῆϲ, ὥϲ φαϲιν οἱ ἀρχαῖοι, χρήζομεν ϲημαϲίαϲ. βαϲιλίϲκοϲ. (Ταb. II 8)