Ancient Greek
Paragraph 24
Soranus, De signis Fracturarum 24
Not analysed yet
24. Κοινῶϲ δὲ ἐπὶ πάντων ϲημειωτέον κίνδυνον ,ὅπου μετὰ τραύματοϲ καὶ μετ’ ἐκπορπήϲεωϲ τῶν καταγέντων ὀϲτῶν γέγονεν πεῖϲιϲ, ἐπινύϲϲεται δὲ κύρια μέρη καὶ ϲυμπάθεια παρακολουθεῖ καὶ μελαϲμοὶ καὶ ἀφωνίαι καὶ καταψύξειϲ. καὶ 〈τὰ〉 εἰϲ τὰ παρὰ τοῖϲ ἄρθροιϲ δὲ γινόμενα τῶν κατὰ μέϲα τὰ κῶλα χαλεπώτερα ϲημειωτέον, οὐ γὰρ ἐξ ἴϲου δέχεται τὴν ἐπίδεϲιν. καὶ περὶ καταγμάτων ἀπόχρη τοϲαῦτα.