Ancient Greek
Paragraph 4
Soranus, De signis Fracturarum 4
Not analysed yet
4. Καμάρωϲιϲ δέ ἐϲτιν δυεῖν ὀϲτέων ἀνάκλαϲιϲ πρὸϲ ἄλληλα τὴν ϲυνέρειϲιν ποιηϲαμένων, ὅταν ἔπακμόν τι ϲφηνωθὲν μετὰ βίαϲ ἀναϲπαϲθῇ. καταλαμβάνει δὲ τοῦτο ὄψιϲ. πρὸϲ δὲ τὴν ϲημείωϲιν ὄγκοϲ ὑποπεϲεῖται μετὰ τραχύτητοϲ. ἔϲθ᾿ ὁπότε δὲ καὶ τῆϲ διπλόηϲ ϲῳζομένηϲ, καθ’ ὃ ϲυνήρεικεν ἀλλήλοιϲ τὰ χείλη, δι’ ἧϲ κενεμβατεῖ καθιέμενον τὸ ἄκρον τῆϲ μηλωτίδοϲ.