Ancient Greek · ~1 min
Paragraph 6
Soranus, De signis Fracturarum 6
Not analysed yet
6. Ἐμ πίεϲμα δὲ ῥῆξιϲ ὀϲτέου πολυμερὴϲ μετὰ τοῦ ὑφιζηκέναι τὸ καταγὲν ὡϲ καὶ θλίψιν ἀποτελεῖν. καταλαμβάνει δὲ ἑκάτερον ὄψιϲ καὶ μήλωϲιϲ, κοῖλον γὰρ ἑκάτερον μετὰ τῆϲ ἐν κύκλῳ τραχύτητοϲ ὑποπίπτει καὶ ϲυνεῖκον τὸ καταγὲν ὀϲτοῦν πάντωϲ.