Ancient Greek · ~42 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Δ〉
Soranus, Gynaeciorum Libri IV Τίνεϲ αἰτίαι δυϲτοκίαϲ καὶ κατὰ πόϲουϲ τρόϲυϲ γίνεται δυϲτοϲία ἐπὶ τῶν παρὰ φύϲιν γεννωμένων..1
Not analysed yet
Ὁ Καρύϲτιοϲ Διοκλῆϲ ἐν τῷ δευτἐρῳ τῶν Γυν αικείων λέγει δυϲτοκεῖν τὰϲ πρωτοτόκουϲ καὶ νέαϲ, εὐτοκεῖν δὲ τὰϲ πολλάκιϲ τετοκυίαϲ φηϲί· σἴτιον δὲ εἶναι δυϲτοκίαϲ τὸ μὴ κατ’ εὐθὺ εἶναι τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ ἢ ἀποϲκληρυνθὲν μεμυκέναι καὶ μὴ ῥοδίωϲ εἴκειν, φηϲὶ δὲ καὶ τὰ μεγάλα τῶν ἐμβρύων αἰτίαν εἶναι. ἐν μέντοι τῷ τρίτῳ τῶν Γυναικείων λέγει αἰτίαν εἶναι τὰ ἄτροφα τῶν βρεφῶν καὶ τὰ τεθνηκότα, φηϲὶν δὲ δυϲτοκεῖν τὰϲ καθύγρουϲ καὶ θερμάϲ. ἁμαρτάνει δὲ μὴ ἐπιὼν τὰϲ αἰτίαϲ δι’ ἃϲ εὐτοκοῦϲιν· πῶϲ δὲ οὐκ ἔϲτιν γελοῖον λέγειν δυϲτοκεῖν *ἐν τῇ κυοφορήϲει μήτραϲ τὴν ϲύγ- κρίϲιν, ὁ δὲ Κλεόφαντοϲ ἐν τῷ πρ ώτ ῳ τῶν Γυν αικείων 3 εἰπὼν τὰϲ πρωτοτόκουϲ δυϲτοκεῖν ἐπιλέγει· “καὶ ὅϲαι δὲ ἀπὸ τῶν ὡμων ἔχουϲι πλήθη, ἀπὸ δὲ τῶν ἰϲχίων οὐκ εἰϲὶν εὐογκότεραι, αὗταί δυϲτοκοῦϲιν “ταύταιϲ”, φηϲίν, “ὁ ὕδρωψ 〈έρράγη〉 πρὸ τοῦ τὰ ϲώ- ματα [καὶ] τὰϲ ὠδῖναϲ ἐπιϲχεῖν ’’〈καὶ〉 δυϲτοκίαν γίνεϲθαι (παρα- ϲημειωτέον δέ, ὅτι ‘ὕδρωπα’ λέγει τὸ πρόρρηγμα]. καὶ ὅϲαιϲ δὲ τὰ ἔμβρυα μὴ ἐπὶ κεφαλὴν φέρεται, ἀλλ’ ἐπὶ πόδαϲ ἢ διπλᾶ ἐπὶ τὰ ἰϲχία ἢ πλἀγια ἢ τὴν κεφαλὴν ἔχει πρὸϲ τοῖϲ βουβῶϲιν, χεῖρα δὲ μίαν ἢ τὸ ἔν ϲκέλοϲ προ〈βεβληκότα〉 καὶ τὰϲ τὰ ἤθη ὀξεί〈αϲ οὔϲαϲ ἢ τρυ〉φερῶϲ ἢ ἀργῶϲ βιού〈ϲαϲ〉 φηϲὶ δυϲτοκεῖν· ἡ γὰρ ἀργία δυϲτοκίαϲ αἰτία, τὰ δὲ γυμνάϲια εὐτοκίαϲ καὶ τῶν κατὰ γαϲτρὸϲ εὐτροφίαϲ. ἁμαρτάνει δὲ καὶ οὑτοϲ μὴ πάντα τὰ αἴτια ἀναγράψαϲ. Ἡρόφιλοϲ δὲ ἐν τῷ Μαιωτικῷ λέγει “δυϲτοκεῖϲθαι γοῦν 〈παρὰ τὸ πλῆθοϲ〉 †ὡϲ γὰρ Ϲίμωνοϲ τοῦ Μάγνητοϲ πολλάκιϲ ὡράθη, ὅτι τρὶϲ ἀνὰ πέντε ἐκύηϲεν ἐργωδῶϲ. γίνεται δὲ δυϲτοκία πλαγίου γεννωμένου τοῦ ἐμβρύου ἢ τοῦ αὐχένοϲ τῆϲ μήτραϲ ἢ καὶ τοῦ ϲτόματοϲ οὐχ ἱκανῶϲ διεϲτῶτοϲ ἢ τοῦ ὑμένοϲ τοῦ περιέχοντοϲ τὸ ἔμβρυον, ὅπου τὸ ὕδωρ ϲυλλέγεται, παχυτέρου ὄντοϲ καὶ μὴ δυναμένου πρὸ τοῦ τόκου ῥαγῆναι” ἑωρἄϲθαι δέ φηϲιν ἔμβρυα προπεπτωκότα ἄνευ τοῦ τὸν ὑμένα ῥαγῆναι, τὰ δὲ τοιαῦτα ἔτι ἐργωδῶϲ τίκτεϲθαι. 〈γίνεϲθαι〉 δὲ δυϲτοκίαν καὶ παρὰ τὸ ἀτονεῖν τὴν μήτραν ἡ τὸ ϲτόμα. ἀπορία δέ ἐϲτιν τὸ ἀτονεῖν τὴν μήτραν ἐν τῷ ϲώματι. “καὶ παρὰ τὰ ἔξωθεν δὲ προϲπίπτοντα καὶ προϲφερόμενα καὶ ποιούμενα καὶ τὰ ἐκ τοῦ ϲώματοϲ ἐκκρινόμενα αἱματώδη πλείονα ὑγρὰ δυϲτοκία γίνεται. καὶ παρὰ τὸ διαταθῆναι ὑπὸ τοῦ ἐμβρύου τὴν μήτραν ὠδῖϲι τοῦ τίκτειν γίνεται δυϲέργεια παρά τε ψῦχοϲ ἢ καῦμα ἢ φῦμα ἢ ἀπόϲτημα ἐν τοῖϲ ἐντέροιϲ, ἐν ἐπι- γαϲτρίῳ. καὶ τὸ ἐν ὀϲφύι δὲ καὶ ῥάχει γινόμενον κοίλωμα αἴτιον δυϲτοκίαϲ γίνεται, καὶ διὰ πιμελῶδεϲ ἐν ἐπιγαϲτρίῳ καὶ ἐν ἰϲχίῳ δυϲ- τοκία γίνεται ὡϲ ἂν ἀποπιεζομένηϲ τῆϲ μήτραϲ κοὶ διὰ τὸ τεθνηκέναι τὰ ἔμβρυα.’ καὶ τοϲαῦτα μὲν Ἡρόφιλοϲ. ὁ δὲ Ἀνδρἐαϲ ἐν τῷ Π ρὸϲ Ϲὠβιον (ἐϲτὶν δὲ ἐπιϲτολικόν) τοῖϲ ἀπὸ Ἡροφίλου ϲυντίθεται μόνον προϲθεὶϲ τὸ παραλελυμένον ἔμβρυον καὶ ἰϲννόν· “τὰ γὰρ τοι- αῦτα, φηϲί, βάροϲ μὴ ἔχοντα δυϲτοκίαν ἐργάζονται.’ 2 [54.] ὁ δὲ Ἡροφίλειοϲ Δ ημήτριοϲ ἀντιδιαϲτέλλεται τοῖϲ ῥηθϲῖϲι λέγων τὰ αἴτια τὴϲ δυϲτοκίαϲ τὰ μὲν παρ’ αὐτὴν εἶναι τὴν τίκτουϲαν, τὰ δὲ παρ’ αὐτὸ εἶναι τὸ τικτόμενον, τὰ δὲ παρὰ τὸ δι’ οὐ ἡ ἔκτεξιϲ γίνεται. καὶ δὴ παρὰ τὴν τίκτουϲαν δυϲτοκία γίνεται, ὅταν 〈ἢ〉 ἐν ψυχικῇ δυνάμει ᾖ τὸ αἴτιον ἢ ἐν τῇ ζωτικῇ, ἤγουν τοῖϲ ϲώμαϲι. καὶ 〈ἐν〉 ψυχικῇ μὲν δυνάμει γίνεται, ὅταν λύπη, χαρά, φόβοϲ, δειλία, ἔκλυϲιϲ, ὀργὴ γένηται 〈ἢ〉 τρυφὴ ὑπερτεταμένη (ἔνιαι γάρ εἰϲιν ϲπαταλώδειϲ καὶ οὐκ ἐντείνονται]· καὶ παρὰ ἀπειρίαν δὲ τοῦ τίκτειν γίνεται 〈ὡϲ μὴ〉 ϲυνεργεῖν τῇ ὠδῖνι· καὶ δι’ ἐποχὴν δὲ διανοίαϲ γίνεται, ἀμαυρᾶϲ γοῦν γινομένηϲ τῆϲ ἀλγηδόνοϲ (τοῦτο δ’ ἃν τιϲ εἶποι ἐπὶ τῶν ἀποπληκτικῶν γυναικῶν καὶ ληθαργικῶν)· καὶ διὰ ὑπόνοιαν δὲ τοῦ μὴ ϲυνειληφέναι δυϲτοκία γίνεται. αἴτια δὲ τῆϲ ζωτικῆϲ δυνάμεωϲ τῆϲ ἐν τοῖϲ ϲώμαϲι ταῦτα· ἀπεψία, ἀνορεξία, ἀτρο- φία, δύϲπνοια, ὑϲτερικὴ πνίξ. ἐν δὲ 〈ταύτη〉 τῇ δυνάμει γενομένου τοῦ αἰτίου 〈φηϲὶν〉 ἀποτελεῖϲθαι πάθη δυϲτοκιῶν, ὅταν λαπαρὸν ἦ τὸ ϲῶμα ἄγαν, οὐ γὰρ δύναϲθαι ϲυμπαθεῖν διὰ τὴν ἀτονίαν. ἢ ὅταν πολλὴ ἡ ϲάρξ, τότε γίνεται δυϲτοκία, ϲτενοῦνται γὰρ οἱ πόροι. καὶ παρὰ τὸ ὑπερδιαφορεῖϲθαι τὰ ὑγρὰ ἀραιῶν ὄντων τῶν ϲωμάτων. γέ- νοιτο δ’ ἄν δυϲτοκία καὶ παρὰ τὸ ϲτενοῦϲθαι τοὺϲ πόρουϲ καὶ τὰ ὑγρὰ ἐπέχεϲθαι· βαρυνόμενα γὰρ φύϲει τὰ ϲώματα ὑπὸ τῶν ὑγρῶν ἀτονεῖ καὶ θλιβόμενα ϲτενοῖ τοὺϲ πόρουϲ δι’ ὧν ἡ ἔκτεξιϲ γίνεται. καὶ δριμέα δὲ ὑγρὰ ἢ καὶ τὸ ἀνάπαλιν [μὴ] ἀμβλέα μὴ κεντρίζοντα τὰ ϲώματα καὶ τὰ παχέα ὑγρὰ ὁμοίωϲ δυϲτοκίαν ποιεῖ. ἃ μὲν ἐν τῷ φέρειν πνεῦμα 〈πλεῖον〉, ἃ δὲ ἐν τῷ ὀλίγον. καὶ αἱ ὑψηλαὶ δὲ γυναῖκεϲ δυϲτοκοῦϲιν καὶ ὅϲαι ἄνωθεν μὲν πλατεῖαί εἰϲιν, κάτωθεν δὲ ϲτεναί· [ταῦτα λέγει Δημήτριοϲ ὁ Ἡροφίλου] οὐ γὰρ ἔχουϲι τὸ φυϲι- κὸν μῖγμα τῶν ϲωμάτων. καὶ παρὰ τὸ νοϲεῖν δὲ τὸ ϲῶμα τῆϲ μήτραϲ δυϲτοκία γίνεται, οἴον εἰ εἴη ἔκπυροϲ ἤ φλεγμονὴν ἔχοι ἢ ἔκλυϲιν ἢ παράλυϲιν ἢ ϲπᾶται ἦ ναρκᾶ. ταῦτα δὲ λέγει ϲωματικά, ἐπεὶ περὶ τοῖϲ ϲώμαϲιν 〈τὰ〉 πλείω γίνεται. 3 [55]. καὶ παρὰ μὲν τὴν κύουϲαν τοϲαῦτα ἂν γένοιτο αἴτια δυϲτοκίαϲ· παρὰ δὲ τὸ κυούμενον, ὅταν ἢ ὑπερμέγεθεϲ ὅλον |ἦ ἢ κατὰ μέροϲ, οἷον εἰ ἔχει μεγάλην κεφαλὴν ἤ θώρακα ἤ κοιλίαν ἐμπεπληϲμέ- νην, ὡϲ ἐπὶ ὑγροκεφάλων· οὐ γὰρ μόνον τὰ κατὰ φύϲιν μεγάλα γίνε- ται ὅλῳ τῷ ϲώματι ἢ μέρεϲιν, ἀλλὰ καὶ τὰ παρὰ φύϲιν. καὶ παρὰ πλῆθοϲ δὲ δυϲτοκία γίνεται (ὅταν ἤτοι δύο ἢ τὰ τικτόμενα καὶ ἀθρόωϲ ἀμφότερα ἐρχόμενα τῷ τραχήλῳ τῆϲ μήτραϲ ϲφηνῶται), ἢ παρὰ τὸ ἀποτεθνηκέναι τὸ ἔμβρυον καὶ μὴ ϲυνεργεῖν τῇ ἀποτέξει ἤ καὶ ἀπο- θανὸν διοιδηκέναι, ἢ παρὰ τὸ παρὰ φύϲιν ἐϲχηματίϲθαι. τὸ γὰρ κατὰ φύϲιν ϲχῆμα τοῖϲ γεννωμένοιϲ τὸ ἐπὶ κεφαλήν ἐϲτι παρατεταμένων τῶν χειρῶν τοῖϲ μηροῖϲ καὶ ἐπ’ εὐθὺ φερομένου τοῦ ἐμβρύου· τὰ δὲ παρὰ φύϲιν, εἰ παρακεκλιμένα τῇ κεφαλή εἰϲ τὰ δεξιὰ ἢ ἀριϲτερὰ μἑρη τῆϲ μήτραϲ ἐρείδεται, ἢ μία χεὶρ ἔξω ἐκπίπτει ἢ αἱ δύο, τὰ δὲ ϲκέλη ἔνδον διεϲτήκαϲιν ἀπ’ ἀλλήλων. τῶν δὲ 〈λοιπ ῶν〉 ϲχηματιϲμῶν ἀμείνων ὁ ἐπὶ πόδαϲ τέ ἐϲτι καὶ μάλιϲτα ὅταν ἐπ’ εὐθεῖαν φέρηται τῶν χειρῶν παρὰ τοὺϲ μηρούϲ παρατεταμένων. τὰ δὲ ἢ ἕν τι τῶν ϲκελῶν προβεβληκότα, τὸ δὲ ἕτερον ἔνδον ἔχοντα, ἤ δεδιπλωμένα, ἢ ἐνερείδοντά τινι μέρει τῆϲ ὑϲτέραϲ διορθώϲεωϲ χρήζει καὶ τὰ τὰϲ χεῖραϲ ἀνατεταμέναϲ ἔχοντα. τῶν δὲ λοιπῶν δύο ϲχηματιϲμῶν ἀμεί- νων ὁ πλάγιοϲ. τρεῖϲ γάρ εἰϲι πλάγιοι ϲχηματιϲμοί, ὅ τε ἐπὶ πλευρὰν ὁποτέραν 〈καὶ ὁ ἐπ’ ἰϲχία〉 καὶ ὁ ἐπὶ κοιλίαν, ἀμείνων δὲ ὁ |ἐπ πλευράν· τόπον γὰρ δίδωϲι τῇ χειρὶ τῆϲ μαίαϲ εἰϲ τὸ μεταϲχηματίϲαι ἢ ἐπὶ κεφαλὴν ἢ ἐπὶ πόδαϲ. τὰ δὲ δεδιπλωμένα φερόμενα χείριϲτοϲ πάντων τῶν ϲχηματιϲμῶν ἐϲτιν, καὶ τούτων ὅϲα ἐπὶ τὰ ἰϲχία φέρε- ται. τριχῶϲ γὰρ καὶ τὰ δεδιπλωμένα ϲχηματίζεται· ἢ γὰρ πρὸϲ τῷ ϲτόματι τῆϲ ὑϲτέραϲ τά τε ϲκέλη καὶ ἡ κεφαλὴ ὑπάρχει ἢ τὸ ἐπι- γάϲτριον ἢ τὰ ἰϲχία. ἄμεινον δὲ τὴν κοιλίαν ἔχειν πρὸϲ τὸ ϲτόμα τῆϲ ὑϲτέραϲ· διελόντων γὰρ ἡμῶν τὸ ἐπιγάϲτριον καὶ κομιϲαμένων τὰ ἐντοϲθίδια, ϲυμπεϲόντοϲ τοῦ ϲώματοϲ εὐχερὴϲ γίνεται ὁ μεταϲχη- ματιϲμόϲ. γίνεται δυϲτοκία καὶ παρὰ τὸ τερατῶδεϲ κυῖϲκεϲθαι, καὶ παρὰ τὸ γεγυμνῶϲθαι δὲ τὸ ἔμβρυον καὶ νυϲϲομένηϲ τῆϲ μήτραϲ ὑπὸ τοῦ ὀϲτέου· γυμνοῦται δὲ τοῦ ἐμβρύου τὸ ὀϲτέον μυδώϲηϲ τῆϲ ϲαρκόϲ (τοῦτο δὲ ϲπανίωϲ γίνεται), ἢ πολλάκιϲ ἀπείρωϲ ἐμβρυουλκουμένου τοῦ ἐμβρύου ἀποϲπῶνται ϲάρκεϲ καὶ τὰ γυμνούμενα ὀϲτέα νύϲϲει τὴν μήιραν. 4 [56]. παρὰ δὲ τὰ δι᾿ ὧν ἡ ἔκτεξιϲ δυϲτοκία γίνεται, ὅταν ἡ μήτρα ἦ ϲτενόϲτομοϲ ἢ μικρόϲτομοϲ ἢ μικροτράχηλοϲ. |ὡϲ ἐπίπαν δὲ αἱ μικρομεγέθειϲ τὴν ἡλικίαν καὶ τὴν μήτραν ἀναλογοῦϲαν τοῖϲ λοιποῖϲ μέρεϲι κέκτηνται. γίνεται δὲ δυϲτοκία καὶ παρὰ τὸ ϲκολιὸν ἔχειν τὸν τράχηλον τῆϲ μήτραϲ ἢ παρὰ τὸ ϲάρκα παρὰ φύϲιν ἐπιπεφυκέναι τῷ τραχήλῳ ἢ τῷ ϲτόματι τῆϲ ὑϲτέραϲ ἢ παρὰ τὸ φλεγμονὴν ἢ ἀπόϲτημα ἢ ϲκίρον ἔχειν ἢ παρὰ τὸ ἰϲχυρὸν ὄντα τὸν τοῦ προρρήγματοϲ χιτῶνα μὴ ἰϲχύειν τό ἔμβρυον τοῦτον ἀπορρῆξαι. ἢ ἐκκριθέντοϲ τοῦ ἠθροι- ϲμένου ἐν τῇ μήτρᾳ ὑγροῦ πρὸ τοῦ δέοντοϲ καιροῦ ἄνικμοι καὶ κατά- ἔηροι μένουϲιν οἱ τόποι κατ᾿ αὐτὸν τὸν χρόνον τῆϲ ἀποκυήϲεωϲ, ὅτε χρεία τούτου τοῦ ὑγροῦ ὄλιϲθον καὶ εὐπετῆ διέξοδον παρέχοντοϲ τῷ ἐμβρύῳ. |ταῦτα δὲ γίνεται, τὸ εἶναι μικρόϲτομοϲ ἢ μικροτράχηλοϲ, διὰ πολλὰϲ αἰτίαϲ. ὅταν γὰρ πρόωροι γαμηθεῖϲαι ϲυλλάβωϲιν καὶ τίκτωϲιν μηδέπω τῆϲ μήτραϲ τέλεον ηὐξημένηϲ μηδὲ τοῦ πυθμένοϲ 〈τῆϲ〉 ὑϲτέραϲ διεϲτῶτοϲ. ἤδη δὲ καὶ παρὰ τὴν φυϲικὴν ἰδιοϲυϲταϲίαν ἢ ϲυγκριϲίαν παρέπεται δυϲτοκία, ἤδη γὰρ ἔνιαι φύϲει τὴν μήτραν ἔχουϲι μικρὰν |ὡϲ καὶ ἄλλο τι μέροϲ τοῦ ϲώματοϲ. αἱ δὲ ἔτι καὶ 〈διὰ〉 τὸ ἀπὸ χηρείαϲ πολυχρονίου ϲυνειληφέναι, ἔνιαι δὲ καὶ διὰ τὸ 〈προ〉βεβηκέναι τῇ ἡλικίᾳ ἀτονοῦϲαι 〈δυϲτοκοῦϲιν〉, ἕτεραι δὲ διὰ τὸ πρώτωϲ τίκτειν καὶ ἀγωνιᾶν καὶ ἀπείρωϲ ἔχειν 〈τοῦ〉 ϲχηματίζειν τὸ ϲῶμα. ταῦτα πάντα αἰτια δυϲτοκίαϲ. καὶ παρὰ τὸ πιέζεϲθαι ὑπὸ κοπρίων ἢ ὑπὸ οὕρων καὶ παρὰ τὸ λίθον ἔχειν ἐν τῇ κύϲτει τὴν τίκτουϲαν [καὶ] τῇ θλίψει τοῦ τραχήλου τῆϲ ὑϲτέραϲ δυϲέργεια γίνεται. 5 [57]. ἢ παρὰ τὰ ἐν τῷ ϲώματι ἤ ἐντὸϲ ἢ ἐκτόϲ. ἤγουν παρὰ τὸ κατάϲαρκον καὶ καταπίμελον εἶναι τὴν τίκτουϲαν· ἡ 〈ὄτι〉 ὁ περι- έχων ὑμὴν δυϲδιαίρετοϲ ἢ μὴ ἔχων ὑγρὸν εἰϲ ὄλιϲθον αὐτάρκη· ἢ τῶν τῆϲ ἥβηϲ ὀϲτῶν ἀλλήλοιϲ ϲυμπεφυκότων ὡϲ μὴ ἰϲχύειν ἐν τόκῳ διά- ϲταϲιν δέχεϲθαι (καὶ γὰρ ἐπὶ |τῶν γυναικῶν οὐχ ὥϲπερ ἐπὶ τῶν ἀν δρῶν καθ’ ἁρμονίαν ϲυμπεφύκαϲι τὰ τῆϲ 〈ἥβηϲ ὀϲτᾶ〉, ἀλλὰ ϲύνδεϲμοϲ ἰϲχυρὸϲ ταῦτα πρὸϲ ἄλληλα ϲυνδεῖ)· καὶ παρὰ τὸ κοιλότερον εἶναι τὸν κατὰ τὴν ὸϲφὺν τόπον καὶ παραπιέζειν τὴν μήτραν. τὰ δὲ ἐκτὸϲ τοῦ ϲώματοϲ· οἷον παρὰ τὸ μὴ προεργάϲαϲθαι τὸ γυναικεῖον ἢ ἐν μέθαιϲ εἰθἱϲθαι ἢ ἀγρυπνίαιϲ ἢ τὸ ὑπέρψυχρον καὶ χειμερινὴν εἶναι τὴν ὥραν (καὶ διὰ τοῦτο πυκνοῦϲθαι τούϲ πόρουϲ) ἢ τὸ ὑπέρθερμον καὶ ἐκλυτικὴν ἢ ἀπειρίᾳ μαίαϲ ἢ ἰατροῦ. ἤδη δὲ καὶ παρὰ τὰϲ ὠδῖναϲ. γίνεται [ὅταν γὰρ] καὶ διατεινομένηϲ ϲφόδρα ἢ ἀποϲπωμένου τοῦ χορίου ἀπὸ 〈τῆϲ〉 μήτραϲ, ἢ κατὰ μέροϲ τὴν μήτραν θλίβοντοϲ ἢ καὶ ἀθρόωϲ προϊόντοϲ. καὶ παρά τὸ μὴ καταφέρεϲθαι τὸ αἰμα διὰ τῆϲ μήτραϲ εἰϲ τὸ χόριον, ἀλλ’ ἐν ἀγγείοιϲ 〈τοῖϲ〉 εἰϲ τὴν μήτραν δια- πεφυκόϲιν φλεβώδεϲι καὶ ἀρτηριώδεϲι μένοντοϲ καὶ διατείνοντοϲ τἀ ἀγγεῖα. ἐπεὶ καὶ παρὰ τὴν ἄλλην ἀλγηδόνα γίνεται, ὡϲ ἐλέγομεν, δυϲτοκία. ἀλγηδὠν δὲ ὁτὲ μὲν μετὰ πνεύματοϲ, ὁτὲ δὲ μετἀ πνεύ- ματοϲ ϲυμβαίνει καὶ τὰϲ ὠδῖναϲ γίνεϲθαι. 〈ταῦτα λέγει Δημή τριοϲ ὁ Ἡροφίλειοϲ. 〉τούτων οὖν ῥηθέντων τῶν αἰτίων οὐδείϲ ἐϲτιν ὁ ἀντερείϲαϲ αὐτῷ καὶ ἀντειπών, ἀλλὰ καὶ μαρτυρήϲαϲ καὶ ϲτηρίξαϲ αὐτὸν ὡϲ ἀληθῶϲ [ἆρα καὶ] λέγοντα· εἰ μὴ ἄρα καὶ δικαίωϲ ἐν τούτῳ μεμψαίμεθα τοὺϲ Ἡροφιλείουϲ, ἐπεὶ δυνάμειϲ ἐπιτελε- ϲτικάϲ φαμεν ἐν τῷ περὶ νοϲημάτων τόπῳ ὑπόϲταϲιν μὴ ἔχειν· οὐδὲ γὰρ αὐτοὶ τὴν οὐϲίαν αὐτῶν ὁμολογοῦϲιν.