Ancient Greek · ~5 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Δ〉
Soranus, Gynaeciorum Libri IV Πῶϲ ϲημειούμεθα τὰ αἴτια τῆϲ δυϲτοκίαϲ.
Not analysed yet
6 [58]. Τῶν ῥηθέντων αἰτίων τῆϲ δυϲτοκίαϲ ἃ μὲν ἐξ αὐτῶν ἐϲτι καταληπτέα, B δὲ οὕ. λύπη μὲν γὰρ ἂν ὑπερτεταμένη, 〈ἥ〉 χαλᾷ καὶ ἀνίηϲιν, καὶ τὰ ἄλλα ψυχικὰ αἴτια ἐξ ἀνακρίϲεωϲ κατελήμφθη ὡϲ μὴ ϲυνεργοῦντα τῇ εὐτοκίᾳ· κάροϲ δὲ καὶ λήθαργοϲ πρόδηλά ἐϲτι, ἔτι δὲ τούτων ϲημεῖα ἐκ τοῦ περὶ ὀξέων μετάγεται τόπου. ἤδη δὲ καὶ τὸ μέγεθοϲ τοῦ ἐμβρύου δυϲτοκίαν ποιοῦν ϲημειούμεθα ἐκ τοῦ ὄγκου τῆϲ κοιλίαϲ· ἐὰν δὲ προπεϲὸν μὴ κατὰ λόγον κουφίζῃ τὴν κοιλίαν, ὑπο- ληπτέον πολλὰ εἶναι τὰ κυούμενα. ἤδη δὲ καὶ τὰ πλάγια καὶ τὰ προβάλλοντα τὰϲ χεῖραϲ, ἤτοι 〈τὰ παρὰ φύϲιν〉 ἐϲχηματιϲμένα, ταῖϲ καθέϲεϲι τῶν δακτύλων ϲημειούμεθα. ***αὐτάϲ. ἐὰν γὰρ ζῳόν, ὠδίνει ἡ κύουϲα καὶ ἐντείνεται, θερμὸν τε αὐτῆϲ 〈τὸ ἐπιγάϲτριον εὑρίϲκεται, τῆ δὲ καθέϲει〉 τῶν δακτύλων καὶ αὐτὸ τὸ ἔμβρυον εὐανθὲϲ ὁρᾶται, ἐὰν δὲ ῇ νεκρόν, οὐχ οὕτωϲ ὠδίνει ἡ κύουϲα τό τε ἐπιγάϲτριον αὐτῆϲ ψυχρὸν γίνεται, τῇ 〈δὲ〉 καθέϲει τῶν δακτύλων οὕτε θερμὸν ὑπο- πίπτει τὸ ἔμβρυον οὕτε ἀϲθμαῖνον, ἐάν τε καὶ προπέϲῃ τι μέροϲ. τοῦτο μέλαν καὶ νεκρῶδεϲ εὑρίϲκεται. τὴν δὲ μήτραν πεπονθυῖαν ϲημειούμεθα ἐκ τῆϲ ἁφῆϲ. μετάγοντεϲ τὰ ἐπὶ τῶν παθῶν ῥηθέντα ϲημεῖα· ἐὰν δὲ 〈ἐν〉 τῷ τόκῳ πάϲχῃ, τὰϲ κινδυνευούϲαϲ ἐν τῷ τίκτειν ϲημειούμεθα ἐκ ϲφυτμοῦ, ἐξ ἀναπνοῆϲ, τὰϲ δὲ ἀπολλυμέναϲ ἐκ τῆϲ ἀϲφυξίαϲ καὶ ἐκ τοῦ θανάϲιμα ἔχειν τὰ ϲημεῖα. |