Ancient Greek · ~9 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.II. Τίϲ ἀρίϲτη μαῖα.
Not analysed yet
4. Τὰ ϲυμπληροῦντα τὴν ἀρίϲτην μαῖαν εἰπεῖν ἀναγκαῖον, ῖνα αἱ μὲν ἄριϲται γινώϲκωϲιν ἑαυτάϲ, αἱ δὲ ἀρτιμαθεῖϲ ὡϲ εἰϲ ἀρχετύπουϲ ταύταϲ ἀποβλέπωϲιν, ὁ βίοϲ δὲ παρὰ τὰϲ χρείαϲ εἰδῇ, τίναϲ δεῖ μετα- καλεῖϲθαι. κατὰ τὸ κοινὸν μὲν οὖν τελείαν φαμὲν τὴν μόνον τοῦ τέλουϲ τῆϲ ἰατρικῆϲ ἐπιτυγχάνουϲαν, ἀρίϲτην δὲ τὴν προϲειληφυῖάν τι καὶ πρὸϲ ταῖϲ προϲταϲίαιϲ ἐν τοῖϲ θεωρήμαϲιν πολύπειρον. μερικώ- τερον δὲ λέγομεν ἀρίϲτην μαῖαν τὴν γεγυμναϲμένην ἐν πᾶϲι τοῖϲ μέρεϲιν τῆϲ θεραπείαϲ (τὰ μὲν γὰρ διαιτῆϲαι δεῖ, τὰ δὲ χειρουργῆϲαι, τὰ δὲ φαρμάκοιϲ διορθώϲαϲθαι) καὶ τὰ ὑγιεινὰ παραγγέλματα δοῦναι δυναμένην καὶ τὸ κοινὀν καὶ τὸ προϲεχὲϲ ἰδεῖν καὶ τὸ ϲυμφέρον ἐκ τούτου λαμβάνουϲαν καὶ μήτ᾿ ἀπὸ τῶν αἰτίων μήτ᾿ ἀπὸ τῆϲ πλει- ϲτάκιϲ τηρήϲεωϲ τῶν καθόλου ϲυμ〈βαινόν〉των ἦ τινοϲ τούτων· εἶτα κατὰ μέροϲ οὐ παρατυπουμένην ἐν ταῖϲ τῶν ϲυμπτωμάτων μεταβολαῖϲ, παρηγοροῦϲαν δὲ κατὰ τὴν πρὸϲ τὸ πάθοϲ ἀκολουθίαν, ἀτάραχον, ἀκατάπληκτον ἐν τοῖϲ κινδύνοιϲ, δεξιῶϲ τὸν περὶ τῶν βοηθημάτων λόγον ἀποδιδόναι δυναμένην, παραμυθίαν ταῖϲ καμνούϲαιϲ πορίζουϲαν, ϲυμπάϲχουϲαν καὶ οὐ πάντωϲ προτετοκυῖαν, ὡϲ ἔνιοι λέγουϲιν, ῖνα ϲυνειδήϲει τῶν ἀλγημάτων ταῖϲ τικτούϲαιϲ ϲυμπαθῇ, 〈οὐ〉 μᾶλλον γὰρ 〈τοῦτο〉 τετοκυίαϲ· εὔτονον δὲ διὰ τὰϲ ὑπουργίαϲ καὶ οὐ πάντωϲ νέαν, ὥϲ φαϲίν τινεϲ, καὶ γὰρ νέα τιϲ ἄτονοϲ καὶ οὐ νέα τοὐναντίον εὔτονοϲ· ϲώφρονα δὲ καὶ νήφουϲαν ἀεὶ διὰ τὸ ἄδηλον τῶν πρὸϲ τὰϲ κινδυνευούϲαϲ μετακλήϲεων· ἥϲυχον δὲ ἔχουϲαν θυμὸν ὡϲ πολλῶν τῶν ἐν τῷ βίῳ μυϲτηρίων μετέχειν μέλλουϲαν· ἀφιλάργυρον ὡϲ μὴ διὰ μιϲθὸν κακῶϲ δοῦναι φθόριον· ἀδειϲιδαίμονα χάριν τοῦ μὴ δι᾿ ὄνειρον ἢ διὰ κληδόναϲ ἢ ϲύνηθέϲ τι μυϲτήριον καὶ βιωτικὴν θρηϲκείαν ὑπερ- ιδεῖν τὸ ϲυμφέρον. ἐπιτηδευέτω δὲ καὶ τὴν τῶν χειρῶν τρυφερίαν, φυλαττομένη καὶ τὰϲ ϲκληρύνειν δυναμέναϲ ἐριουργίαϲ, διὰ χριϲμάτων δὲ προϲκατακτωμένη τὸ ἁπαλόν, εἰ μὴ πάρεϲτιν φυϲικῶϲ, καὶ τοῦτο. τοιαύτην μὲν εἶναι δεῖ τὴν ἀρίϲτην μαῖαν. 5. ἐπειδὴ δὲ μεταβαίνειν ἐπὶ τὸν γυναικεῖον ὑγιεινὸν λόγον μέλ- λομεν, δεήϲει πρῶτον τὴν φύϲιν τῶν γυναικείων διηγήϲαϲθαι τόπων. ἔξ ὧν τὰ μὲν αὐτόθεν καταλαμβάνεται, τὰ δὲ ἐξ ἀνατομῆϲ. ἥτιϲ 〈εὶ〉 καὶ ἄχρηϲτόϲ ἐϲτιν, ὅμωϲ ἐπεὶ παραλαμβάνεται [ἐκ] χρηϲτομαθείαϲ ἕνεκα, διδάξομεν καὶ τὰ ἐκ ταύτηϲ ἐπιγνωϲθέντα. ῥᾳδίωϲ τε γὰρ πιϲτευθηϲόμεθα λέγοντεϲ ἄχρηϲτον τὴν ἀνατομήν, εἰ πρότερον αὐτὴν εἰδότεϲ εὑρεθείημεν, καὶ οὐ παρέξομεν ὑπόνοιαν τοῦ δι᾿ ἄγνοιαν παραιτεῖϲθαί τι τῶν ὑπειλημμένων εὐχρήϲτων.