Ancient Greek · ~44 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.III, Τίϲ φύϲιϲ μήτραϲ καὶ γυναικείου αἰδοίου..1
Not analysed yet
6. Ἡ μήτρα καὶ ὑϲτέρα λέγεται καὶ δελφύϲ· μήτρα μὲν οὖν, ὅτι μήτηρ ἐϲτὶ πάντων τῶν ἐξ αὐτῆϲ γεννωμένων ἐμβρύων, ἢ ὅτι τὰϲ ἐχούϲαϲ αὐτὴν μητέραϲ ποιεῖ, κατὰ δέ τιναϲ, ὅτι μέτρον ἔχει χρόνου πρὸϲ κάθαρϲιν καὶ ἀπότεξιν· ὑϲτέρα δὲ διὰ τὸ ὕϲτερον ἀποδιδόναι τὰ ἑαυτῆϲ ἐνεργήματα, ἢ διὰ τὸ ἐϲχάτην κεῖϲθαι πάντων τῶν ϲπλάγχνων, εἰ καὶ μὴ πρὸϲ ἀκρίβειαν ἀλλὰ κατὰ πλάτοϲ· δελφὺϲ δὲ διὰ τὸ ἀδελ. φῶν αὐτὴν εἶναι γεννητικήν. 7. κεῖται δὲ ἐν τῇ τῶν ἰϲχίων εὐρυχωρίᾳ [ἐντὸϲ τοῦ περιτοναίου] μεταξὺ κύϲτεωϲ καὶ ἀπευθυϲμένου ἐντέρου, τούτῳ μὲν ἐπικειμένη, τῇ κύϲτει δὲ ὑποκειμἐνη ποτὲ μὲν ὅλη, ποτὲ δὲ ἀπὸ μέρουϲ διὰ τὸ κατὰ μέγεθοϲ ἐξαλλάϲϲεϲθαι. ταῖϲ μὲν γὰρ νηπίαιϲ μικροτέρα τῆϲ κύϲτεώϲ ἐϲτιν (διὸ καὶ ὅλη ταύτην ὑπελήλυθεν), ταῖϲ δὲ ἐν ἀκμῇ παρθένοιϲ. ἴϲη τῇ κύϲτει κατὰ τὰ ὑπερκείμενα, ταῖϲ δὲ προηλικεϲτέραιϲ καὶ ἤδη διακεκορευμέναιϲ καὶ μᾶλλον 〈ταῖϲ〉 προκεκυηκυίαιϲ μείζων, ῶϲτε ταῖϲ πλείϲταιϲ ἐν λήξει τοῦ κόλου προϲαναπαύεϲθαι, μᾶλλον δὲ ἐν τῷ κυοφορεῖν (ὡϲ καὶ τῇ ὁράϲει καταλαμβάνειν ἔϲτιν) εἰϲ πολὺ διογκου- μένου τοῦ περιτοναίου καὶ τοῦ ἐπιγαϲτρίου ἐκ τοῦ τηλικοῦτον εἴναι. τὸ ἀποτικτόμενον μετὰ τῶν ϲὺν αὐτῷ χιτώνων καὶ ὑγρῶν. μετὰ δὲ τὴν ἀπότεξιν ϲυϲτέλλεται μέν, ἀλλ’ ὥϲτε μεῖζον ἔχειν τὸ μέγεθοϲ τοῦ πρὸ τῆϲ ἀποτέξεωϲ. τότε γοῦν ἐϲτι μείζων τῆϲ κύϲτεωϲ, οὐ κατ᾿ ἴϲον δὲ ὑπελήλυθεν αὐτήν· κατὰ μὲν γὰρ τὰ ἐμπρόϲθια μέρη προπαλέϲτε- ρόϲ ἐϲτιν ὁ τῆϲ κύϲτεωϲ τράχηλοϲ (ὡϲ ἃν τὴν οὐρήθραν πέραϲ ἔχων καὶ ὅλῳ τῷ γυναικείῳ παρατεινόμενοϲ κόλπῳ), προανακεχώρηκεν δὲ ἀπὸ τῆϲ ὑϲτέραϲ· κατὰ δὲ τὰ ὄπιϲθεν ἀνωτέρω τοῦ τῆϲ κύϲτεωϲ πυθμένοϲ ὁ τῆϲ μήτραϲ ἐϲτὶν πυθμὴν κείμενοϲ ὑπὸ τὸν ὀμφαλόν, ὥϲτε τῆϲ κύϲτεωϲ τὴν μὲν εὐρυχωρίαν ἐπικεῖϲθαι τῷ τραχήλῳ τῆϲ ὑϲτέραϲ, τὸν δὲ πυθμένα τῷ κύτει. 8. ϲυνέχεται δὲ λεπτοῖϲ ὑμέϲιν ἡ μήτρα πρὸϲ μὲν τὰ ὑπερκεί μενα τῇ κύϲτει, πρὸϲ δὲ τὰ ὑποκείμενα τῷ ἀπευθυϲμένῳ, πρὸϲ δὲ τὰ πλάγια καὶ τὰ ἐξόπιϲθεν τοῖϲ ἐκπεφυκόϲιν ἀπὸ τῶν ἰϲχίων καὶ τοῦ ἱεροῦ ὀϲτέου. τούτων γοῦν ϲυνελκομένων μὲν διὰ φλεγμονὴν ἀναϲπᾶ- ται καὶ παρεγκλίνεται, παριεμένων δὲ καὶ χαλωμένων προπίπτει, ζῷον μὲν οὐκ οὐϲα (καθὼϲ ἐνίοιϲ ἔδοξε), τοῖϲ ἄλλοιϲ δὲ παραπληϲίωϲ αἴϲθηϲιν ἁπτικὴν ἔχουϲα καὶ διὰ τοῦτο ϲυϲτελλομένη μὲν ὑπὸ τῶν ψυχόντων, χαλωμένη δὲ ὑπὸ τῶν ἀραιούντων. 9. ϲχῆμα δὲ μήτραϲ· οὐχ ὡϲ ἐπὶ τῶν ἀλόγων ζψων ἑλικοειδήϲ, ἰατρικῇ δὲ ϲικύᾳ παραπλήϲιοϲ· ἀπὸ γὰρ περιφεροῦϲ καὶ πλατέοϲ ἀρξαμένη τοῦ κατὰ τὸν πυθμένα πέρατοϲ πρὸϲ λόγον ἐπὶ ϲτενὸν ϲυν- άγεται τὸ ϲτόμιον. κέκληται δ᾿ αὐτῆϲ τὸ μὲν πρῶτον καὶ προάγον μέροϲ ϲτόμιον, τὸ δὲ μετὰ τοῦτο τράχηλοϲ, τὸ δὲ ἑπόμενον αὐχήν, ἡ ϲυνδρομὴ δὲ τούτων καυλόϲ, τὰ δὲ ἑκατέρωθεν μετὰ τὴν ϲτενό- τητα τοῦ τραχήλου πλατυνόμενα πρῶτα μέρη τῆϲ ὑϲτέραϲ ὦμοι, τὰ δὲ μετὰ ταῦτα πλευρά, τὸ δὲ ὕϲτατον πυθμήν, τὸ δὲ ὑποκείμενον βάϲιϲ, τὸ δ᾿ ὅλον χώρημα κύτοϲ καὶ γάϲτρα καὶ κόλποϲ. 10, τὸ δὲ ϲτόμιον κατὰ μέϲον κεῖται τοῦ γυναικείου αἰδοίου, περιϲφίγγεται γὰρ ὁ τράχηλοϲ ὑπὸ **τῶν πτερυγωμάτων. τούτων δὲ ἀφέϲτηκε τὸ ϲτόμιον ταῖϲ μὲν μᾶλλον, ταῖϲ δὲ ἧττον παρὰ τὰϲ ἡλι- κίαϲ (ὡϲ ἐπὶ τὸ πολὺ δὲ ταῖϲ |ἤδη τελείαιϲ πέντε ἢ ἔξ δακτύλουϲ), προχειρότερον δὲ γίνεται κατὰ τὰϲ ἀποτέξειϲ ἐπεκτεινομένου τοῦ τρα- χήλου. διάφορον δὲ ἔχει καὶ τὸ μέγεθοϲ, πλὴν ἐπί γε τῶν πλείϲτων ἐν τῷ κατὰ φύϲιν τηλικοῦτόν ἐϲτιν ἡλίκον τὸ ἐκτὸϲ πέραϲ τῆϲ ἀκου- ϲτικῆϲ εὐρυχωρίαϲ. διίϲταται δὲ κατά τιναϲ καιρούϲ, καθάπερ ἐν τῇ ὀρέξει τῆϲ ϲυνουϲίαϲ πρὸϲ παραδοχὴν τοῦ ϲπέρματοϲ κἀν ταῖϲ καθάρ- ϲεϲιν πρὸϲ ἀπόκριϲιν τοῦ αῖματοϲ κὰν τοῖϲ ϲυλλήψεϲιν πρὸϲ λόγον τῆϲ τοῦ ἐμβρύου ϲυναυξήϲεωϲ. ἐν δὲ τῇ ἀποτέξει καὶ πλεῖϲτον πρὸϲ- ανευρύνεται μέχρι τοῦ καὶ χεῖραϲ τελείων παραδέχεϲθαι. κατὰ μέντοι τὴν φύϲιν τρυφερόν ἐϲτιν καὶ ϲαρκῶδεϲ ἐπὶ τῶν ἀδιακορεύτων, ϲομ- φότητι πνεύμονοϲ ἢ τρυφερίᾳ γλώττηϲ ἐοικόϲ, ἐπὶ δὲ τῶν ἀποκεκυ- ηκυιῶν τυλωδέϲτερον γίνεται, κεφαλῇ πολύποδοϲ ἢ ἄκρῳ βρόγχου, καθώϲ φηϲιν Ἡρόφιλοϲ, ὅμοιον, τυλούμενον τῇ παρόδῳ τῶν ἀπο- κρινομένων καὶ ἀποτικτομένων. 11. ἡ δὲ ὅλη μήτρα κατὰ τὸ πλειϲτοδυναμοῦν ἐϲτιν νευρώδηϲ. ϲυγκέκριται γὰρ οὐκ ἐκ νεύρων μόνον, ἀλλὰ καὶ ἐκ φλεβῶν καὶ ἀρτη- ριῶν καὶ ϲαρκόϲ· ἐξ ὧν τὰ νεῦρα μὲν ἀπὸ νωτιαίαϲ μήνιγγοϲ λαμ- βάνει τὴν καταρχήν, αἱ δὲ ἀρτηρίαι καὶ φλέβεϲ ἀπὸ τῆϲ παρακειμένηϲ τῇ ῥάχει κοίληϲ φλεβὸϲ καὶ παχείαϲ ἀρτηρίαϲ. δύο μὲν γὰρ ἀποϲχί- ζονται φλέβεϲ ἀπὸ τῆϲ κοίληϲ φλεβόϲ, δύο δὲ ἀρτηρίαι ἀπὸ τῆϲ παχείαϲ ἀρτηρίαϲ. ῶν ἀνὰ μία φλὲψ καὶ ἀρτηρία φέρονται πρὸϲ ἑκά τερον νεφρόν, ἔπειτα πρὶν εἰϲ αὐτούϲ ἐμφυῆναι διϲχιδεῖϲ γενόμεναι ταῖϲ μὲν δυϲὶν ἐκφύϲεϲιν εἰϲ ἑκάτερον νεφρὸν ἐμφύονται, ταῖϲ δὲ δυϲὶ τὴν ὑϲτέραν ἀναπλέκουϲιν, ὥϲτε γίνεϲθαι τεϲϲάρων εἰϲ αὐτὴν ἀγγείων ἔμφυϲιν, δύο μὲν ἀρτηριῶν, δύο δὲ φλεβῶν. ἐκ τούτων δὲ καὶ εἰϲ ἑκάτερον τῶν διδύμων ἀνὰ μία 〈μὲν〉 φλέψ, ἀνὰ μία δὲ ἐμπέφυκεν ἀρτηρία. 12. προϲπαραπεφύκαϲιν δὲ ἔξωθεν οἱ δίδυμοι ϲύνεγγυϲ τοῦ αὐχέ- νοϲ παῤ ἑκάτερον πλευρὸν ἀνὰ εἶϲ. καὶ εἰϲὶν μὲν ψαφαροὶ καὶ ἀδε- νώδειϲ ἰδίῳ ϲκεπόμενοι ὑμένι, κατὰ ϲχῆμα δὲ οὐχ ὡϲ ἐπὶ τῶν ἀρρέ- νων ὑπομήκειϲ ὑπάρχουϲιν, ὑπόϲιμοι δὲ καὶ ϲτρογγύλοι καὶ ἐπ᾿ ὀλίγον πλατυνόμενοι κατὰ βάϲιν. ὁ ϲπερματικὸϲ δὲ πόροϲ ἀπὸ τῆϲ ὑϲτέραϲ δι᾿ ἑκατέρου φέρεται διδύμου καὶ τοῖϲ πλευροῖϲ παραταθεὶϲ μέχρι τῆϲ κύϲτεωϲ εἰϲ τὸν ταύτηϲ ἐμφύεται τράχηλον. ἔνθεν δὲ δοκεῖ τὸ τοῦ θήλεοϲ ϲπέρμα πρὸϲ ζῳογονίαν μὴ ϲυλλαμβάνεϲθαι τῷ εἰϲ τὸ ἐκτὸϲ ἐκχεῖϲθαι, περὶ οὐ διελάβομεν ἐν τῷ Περὶ ϲπέρματοϲ λόγῳ. ἔνιοι δέ, καθὼϲ βούλεται καὶ †χιοϲ, καὶ ἀνὰ ἕνα κρεμαϲτῆρά φαϲιν αὐτοῖϲ ἐμπεφυκέναι. καὶ ἡμεῖϲ δὲ τοῦτο |ἐπὶ τῆϲ αὐτοψίαϲ ἱϲτορήκαμεν ἐπί τινοϲ ἐντεροκηλικῆϲ γυναικόϲ, ἐφ᾿ ῆϲ ἐν τῇ χειρουργίᾳ προέπιπτεν ὁ δίδυμοϲ χαλαϲθέντων τῶν κατεχόντων αὐτὸν καὶ περιειληφότων ἀγ- γείων, ϲὺν οἶϲ καὶ ὁ κρεμαϲτὴρ ὑπεξέπεϲεν. 13. δὲ ὅλη μήτρα ϲυνέϲτηκεν ἐκ δυοῖν χιτώνων ἐναντίωϲ ἑαυ- τοῖϲ ἐϲχηματιϲμένων ἐμφερῶϲ ταῖϲ τῶν χαρτῶν ἰϲίν. ὁ μὲν οὖν ἔξωθεν νευρωδέϲτερόϲ ἐϲτι καὶ λειότεροϲ καὶ ϲκληρότεροϲ καὶ λευκό- τεροϲ, ὁ δὲ ἔϲωθεν ϲαρκωδέϲτεροϲ καὶ δαϲύτεροϲ καὶ ἁπαλώτεροϲ καὶ ἐνερευθέϲτεροϲ, δι’ ὅλου μὲν καταπεπλεγμένοϲ ἀγγείοιϲ, πλείοϲιν δὲ καὶ ἀξιολόγοιϲ κατὰ τὸν πυθμένα καὶ τοῦ ϲπέρματοϲ ἐκεῖ κολλωμένου καὶ τῆϲ καθάρϲεωϲ ἐκεῖθεν φερομένηϲ. οἱ μέντοι δύο χιτῶνεϲ οὐτοι ϲυν- έχονται πρὸϲ ἀλλήλουϲ ὑμέϲι λαγαροῖϲ καὶ νεύροιϲ, ὥϲτε πολλάκιϲ ἐπεκτεινομένων αὐτῶν προπίπτειν τὴν ὑϲτέραν, τοῦ μὲν νευρώδουϲ χιτῶνοϲ κατὰ χώραν μένοντοϲ, τοῦ δὲ ἔϲωθεν κατ᾿ ἐκτροπὴν προ- πίπτοντοϲ. 14. ἔτι κοινῶϲ ἐπὶ μὲν τῶν ἀτόκων ἡ μήτρα κατὰ τὸν πυθμένα ϲτολίδαϲ ἔχει δύο κατὰ τὸ πλεῖϲτον πιλοειδῶϲ ἐνδεδιπλωμέναϲ, ἐπὶ δὲ τῶν τετοκυιῶν ἐκτείνεται ὅλη καὶ περιφερὴϲ γίνεται. Διοκλῆϲ δὲ καὶ κοτυληδόναϲ καὶ πλεκτάναϲ καὶ κεραίαϲ λεγομέναϲ εἰναί φηϲιν ἐν τῇ εὐρυχωρίᾳ τῆϲ ὑϲτέραϲ, αἵτινεϲ μαϲτοειδεῖϲ ἐκφύϲειϲ ὑπάρχουϲι πλατεῖαι μὲν κατὰ βάϲιν, μείουροι δὲ κατὰ τὸ ἄκρον, ἑκατέρωθεν κείμεναι τῶν πλευρῶν, προνοητικῶϲ ὑπὸ τῆϲ φύϲεωϲ γεγεννημέναι χάριν τοῦ τὸ ἔμβρυον προμελετᾶν τὰϲ θηλὰϲ τῶν μαϲτῶν ἐπιϲπᾶϲθαι. καταψεύδονται δὲ τῆϲ ἀνατομῆϲ (οὐχ εὑρίϲκονται γὰρ αἱ κοτυλη δόνεϲ), καὶ ἀφύϲικόϲ ἐϲτιν ὁ περὶ αὐτῶν εἰϲαγόμενοϲ λόγοϲ, ὡϲ ἐν τοῖϲ Περὶ ζῳογονίαϲ ὑπομνήμαϲιν ἀποδέδεικται. 15. τὴν μέντοι γε μήτραν οὐχ ὑποληπτέον κυριότητα πρὸϲ τὸ ζῆν ἔχειν· οὐ γὰρ προπίπτει μόνον, ἐπὶ ἐνίων δὲ καὶ ἀποκόπτεται δίχα τοῦ θάνατον αὺταῖϲ ἐπενεγκεῖν, ὡϲ ἱϲτόρηκεν Θεμίϲων· ἐν Γαλατίᾳ δὲ τὰϲ ὑϲ εὐτροφωτέραϲ γίγνεϲθαί φαϲι μετὰ τὴν ἐκτομὴν τῆϲ μήτραϲ. πάϲχουϲα μέντοι πρὸϲ ϲυμπάθειαν ϲτόμαχον ἄγει καὶ μήνιγγαϲ. ἔϲτι δέ τιϲ αὐτῇ καὶ πρὸϲ τοὺϲ μαϲτοὺϲ φυϲικὴ ϲυμπάθεια· μεγεθυνομένηϲ γοῦν αὐτῆϲ ἐν ταῖϲ ἀκμαῖϲ καὶ οἱ μαϲτοὶ ϲυνδιογκοῦνται, καὶ αὐτὴ μὲν τὸ ϲπέρμα τελεϲιουργεῖ, μαϲτοὶ δ᾿ εἰϲ τροφὴν τῶν κυηθηϲομένων γάλα παραϲκευάζουϲι, καὶ φερομένων μὲν τῶν καταμηνίων ϲβέννυται τὸ γάλα, φερομένου δὲ τοῦ γάλακτοϲ οὐκέτι φαίνεται κάθαρϲιϲ, καθά- περ καὶ ἐπὶ τῶν παρηλικεϲτέρων ϲυϲτελλομένηϲ τῆϲ ὑϲτέραϲ καὶ οἱ μαϲτοὶ τρόπῳ τινὶ μαραίνονται καὶ πάϲχοντοϲ τοῦ ἐμβρύου ϲτενοῦται τὸ μέγεθοϲ αὐτῶν. ἐπὶ γοῦν τῶν κυοφορουϲῶν θεαϲάμενοι ῥικνοῦ- μένουϲ τοὺϲ μαϲτὺϲ καὶ ϲυναγομένουϲ γενηϲομένην προλέγομεν ἔκ- τρωϲιν. 16. καὶ τοιαύτη μὲν ἡ φύϲιϲ τῆϲ μήτραϲ. τὸ δὲ γυναικεῖον αἰδοῖον καὶ κόλποϲ ὠνόμαϲται γυναικεῖοϲ. ὑμὴν δέ ἐϲτιν νευρώδηϲ καὶ. ὑπό τι περιφερὴϲ ὥϲπερ ἔντερον, εὐρυχωρέϲτερον μὲν κατὰ τὸ ἐνδον, ϲτενότερον δὲ κατὰ τὸ ἐκτόϲ, ἐν ᾦ καὶ τοὺϲ πληϲιαϲμοὺϲ ϲυμβέβηκεν γίνεϲθαι. τὸ μὲν οὖν ἔνδον αὐτοῦ μέροϲ περιπέφυκεν τῷ τραχήλῳ τῆϲ |μήτραϲ ὡϲ ἐπὶ τῶν ἀρρένων ἡ πόϲθη τῇ βαλάνῳ, τὸ δὲ ἔξω τοῖϲ πτερυγώμαϲιν, τὸ δὲ κάτω τῇ ἕδρα, τὰ δὲ πλάγια τοῖϲ ϲαρκώ- δεϲιν τῶν ἰϲχίων, τὸ δὲ ἄνω τῷ τραχήλῳ τῆϲ κύϲτεωϲ· οὖτοϲ γάρ, ὡϲ ἔφην, ὑπερπεϲών τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ καὶ παραταθεὶϲ ἄνωθεν τῷ αἰδοίῳ κατ᾿ ἄκρον εἰϲ τὸν οὐρητικὸν πόρον ἐμφύεται. φαίνεται τοίνυν, ὡϲ ὁ γυναικεῖοϲ κόλποϲ ὑπόκειται μὲν τῷ τραχήλῳ τῆϲ κύϲιτεωϲ, ἐπίκειται δὲ τῷ δακτυλίῳ καὶ τῷ ϲφιγκτῆρι καὶ τῷ ἄκρῳ τοῦ ἀπευ- θυϲμένου. κατὰ δὲ μῆκόϲ ἐϲτιν, ὡϲ ἔμπροϲθεν ὑπεδείξαμεν, ἄνιϲοϲ, οὐ μόνον παρὰ τὰϲ ἡλικίαϲ ἢ παρὰ τὰϲ ϲυνουϲίαϲ (ἐν αἷϲ ἐπεκϲτεινόμενοϲ ὁ τράχηλοϲ τῆϲ ὑϲτέραϲ, ὥϲπερ καὶ τὸ τῶν ἀρρένων αἰδοῖον, ἐπι- λαμβάνει τι τοῦ κόλπου). ἀλλὰ καὶ τῷ φύϲει τινὰϲ μὲν προπετέϲτερον ἔχειν τὸν τράχηλον, τινὰϲ δὲ ἄγαν κολοβόν [ἢ κονδόν]· ταῖϲ δὲ πλεί- ϲταιϲ τῶν τελείων ἕξ ἐϲτιν δακτύλων. ϲυμπέπτωκε μέντοι γε καὶ ϲτενότερόϲ ἐϲτιν ἐπὶ παρθένων ϲτολίϲι κεχρημένοϲ ϲυνεχομέναιϲ ὑπ’ ἀγγείων ἀπὸ τῆϲ ὑϲτέραϲ τὴν ἀπόφυϲιν εἰληφότων, ἅπερ καὶ κατὰ τὰϲ διακορήϲειϲ ἁπλουμένων τῶν ϲτολίδων ῥήγνυται καὶ ὀδύνην ἐπι- φέρει καὶ ἀποκρίνεται τὸ ϲυνήθωϲ ἐπιφερόμενον αἷμα. 17. τὸ γὰρ οἴεϲθαι διαπεφυκέναι λεπτὸν ὑμένα διαφράϲϲοντα τὸν κόλπον, τοῦτον δὲ ῥήγνυϲθαι κατὰ τὰϲ διακορήϲειϲ καὶ ὀδύνην ἐπι- φέρειν ἢ θᾶττον καθάρϲεωϲ γινομένηϲ, ἐμμείναντα δὲ καὶ ϲωματο- ποιηθέντα τὸ ἄτρητον |λεγόμενον πάθοϲ ἀποτελεῖν, ψεῦδόϲ ἐϲτι. πρῶτον μὲν γὰρ διὰ τῆϲ ἀνατομῆϲ οὐχ εύρίϲκεται· δεύτερον δὲ ἐπὶ τῶν παρθένων ἐχρῆν ἀντικόπτειν τι τῇ μηλώϲει (νυνὶ δὲ μέχρι βάθουϲ ἄπειϲιν ἡ μήλη)· τρίτον δὲ εἰ κατὰ τὰϲ διακορήϲειϲ ῥηγνύμενοϲ ὁ ὑμὴν ὀδύνηϲ γίνεται παραίτιοϲ, ἐχρῆν ἐξ ἀνάγκηϲ ἐπὶ τῶν παρθένων ἔμπροϲθεν τῆϲ διακορήϲεωϲ ἐπιφανείϲηϲ καθάρϲεωϲ περιωδυνίαν παρ- ακολουθεῖν, κατὰ δὲ τὴν διακόρηϲιν μηκέτι. καὶ ἄλλωϲ εἰ ϲωματο- ποιηθεὶϲ ὁ ὑμὴν τὸ ἄτρητον ποιεῖ πάθοϲ, ἔδει κατὰ τὸν αὐτὸν τόπον εὐρίϲκεϲθαι διηνεκῶϲ αὐτόν, ὃν τρόπον καὶ ἐπὶ τῶν ἄλλων μερῶν ἕκαϲτον ἐπὶ τοῦ ἰδίου πάντοτε τόπου θεωροῦμεν μένον· νυνὶ δὲ ἐπὶ τῶν ἀτρήτων ὁ διαφράττων ὑμὴν αὐτὸν τὸν πόρον ποτὲ μὲν κατὰ τὰ πρόχειρα μέρη τῶν πτερυγωμάτων εὐρίϲκεται, ποτὲ δὲ κατὰ μἑϲον τοῦ αἰδοίου, ἄλλοτε δὲ κατὰ μέϲον τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ. 18. τοιοῦτοϲ μὲν οὖν ἐϲτι καὶ ὁ γυναικεῖοϲ κόλποϲ. τὰ δὲ ἔξω- θεν αὐτοῦ καὶ φαινόμενα πτερυγώματα καλεῖται, τρόπῳ τινὶ χείλη τοῦ κόλπου καθεϲτῶτα· παχέα δέ ἐϲτιν καὶ ϲαρκώδη καὶ πρὸϲ μὲν τὰ κάτω πρὸϲ ἑκάτερον μηρὸν ἀποτελευτᾷ, καθάπερ ἀλλήλων ἀπο- ϲχιϲθέντα, πρὸϲ δὲ τὰ ὕπεροθεν εἰϲ τὴν καλουμένην ἀπολήγει νύμφην. αὕτη δὲ τῶν δυοῖν πτερυγωμάτων ἐϲτὶν ἀρχή, τῇ φύϲει δὲ ϲαρκίδιόν ἐϲτιν ὡϲανεὶ μυῶδεϲ· νύμφη δὲ εἴρηται διὰ τὸ ταῖϲ νυμφέυομέναιϲ ὁμοίωϲ ὑποϲτέλλειν τὸ ϲαρκίον. ὑπὸ δὲ τὴν νύμφην πάλιν ἕτερον ὑποϲτέλλει ϲαρκίδιον ἐπανεϲτηκόϲ, ὃ πέραϲ ἐϲτὶ τοῦ τραχήλου τῆϲ κύϲτεωϲ· καλεῖται δὲ οὐρήθρα, |ἡ δὲ ἔνδον ϲτολιδώδηϲ τραχύτη χεῖλοϲ. διαφέρει δὲ τῆϲ ἐπ᾿ ἀνδρῶν ἡ ἐπὶ θηλειῶν κύϲτιϲ· ἐκείνη μὲν γὰρ μείζων ἐϲτὶ καὶ ϲκολιὸν ἔχει τὸν τράχηλον, αὕτη δὲ μικροτέρα καὶ εὐθυτράχηλοϲ. ὑποδεδειγμένηϲ δὲ τῆϲ φύϲεωϲ τῶν γυναικείων μερῶν, ἐπεὶ τὰ τῆϲ μήτραϲ ἔργα καθάρϲειϲ, ϲυλλήψειϲ, κυοφορίαι καὶ μετὰ τελεί- ωϲιν ἀποτέξειϲ, τῇ φυϲικῇ χρώμενοι τάξει πρῶτον ἐροῦμεν περ ἐμμήνων.