Ancient Greek · ~32 min
〈ϹΩΠΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Γ〉
Soranus, Gynaeciorum Libri IV IV. Περὶ ὑϲτερικῆϲ πνιγόϲ..1
Not analysed yet
26. Ἡ ὑϲτερικὴ πνὶξ κέκληται μὲν ϲυνθέτωϲ ἀπὸ τοῦ πάϲχοντοϲ τόπου καὶ ϲυμπτώματοϲ ἑνόϲ, λέγω δὲ τοῦ πνιγμοῦ, κατ᾿ ἔννοιαν δέ ἐϲτιν ἐποχὴ ἀναπνοῆϲ μετὰ ἀφωνίαϲ καὶ κατοχῆϲ αἰϲθήϲεωϲ διὰ ποιὰν περὶ τὴν ὑϲτέραν διάθεϲιν. προκατάρχει δὲ τοῦ πάθουϲ ὡϲ ἐπὶ τὸ πλεῖϲτον ἐπάλληλοϲ ἔκτρωϲιϲ, ὠμοτοκία, χηρεία μακρά, κράτηϲιϲ ἐμ- μήνων καὶ ϲυνήθουϲ κυήϲεωϲ περιγραφή, πνευμάτωϲιϲ ὑϲτέραϲ. παρέπε- ται δὲ ταῖϲ ἐν τῷ πάθει τυγχανούϲαιϲ παροξυϲμοῦ γινομένου κατάπτω- ϲιϲ, ἀφωνία, βαρύπνοια, κατάληψιϲ αἰϲθήϲεωϲ, ϲυνέρειϲιϲ ὀδόντων καὶ τριϲμὸϲ ϲπαϲμώδηϲ ϲυνολκή τε τῶν ἄκρων (ποτὲ δὲ πάρεϲιϲ μόνον], ὑποχονδρίων |μετεωριϲμόϲ, μήτραϲ ἀναφυγή, θώρακοϲ διόγκωϲιϲ, τῶν καταπλεκόντων τὸ πρὸϲωπον ἀγγείων κύρτωϲιϲ, περίψυξιϲ, περιίδρω- ϲιϲ, ἀϲφυξία παντελὴϲ ἡ βραχὺϲ ἄγαν ὁ ϲφυγμόϲ, καὶ ϲυντόμωϲ κατὰ τὸ πλεῖϲτον ἐξανίϲταϲθαι τῆϲ καταπτώϲεωϲ καὶ ἀναφέρειν ὡϲ ἐπὶ τὸ πολὺ περὶ τῶν γεγονότων, ἀλγεῖν κεφαλήν τε καὶ τένονταϲ, ἐνιάκιϲ δὲ καὶ παρακόπτειν. 27. παράκειται δὲ τῷ ὑϲτερικῷ πάθει διὰ τὴν ἀφωνίαν καὶ τὴν κατάληψιν τῶν αἰϲθήϲεων τὸ ἐπιληπτικὸν καὶ ἀποπληκτικὸν καὶ κατα- ληπτικὸν καὶ ληθαργικὸν καὶ τὸ ἀπὸ ἑλυίνθων ἄναυδον. ὧν ἁπάντων ὑφ᾿ ἓν διακριθήϲεται τῷ τὴν ὑϲτέραν ἐπὶ τούτων κατὰ φύϲιν εὓρίϲκε- ϲθαι ῆ μὴ ἐπὶ πολὺ κεκακωμένην, ἐπὶ δὲ τοῦ ὑϲτερικοῦ ϲφοδρῶϲ φλεγμαίνουϲαν καὶ ἀναδεδραμηκυῖαν· καὶ τῷ τὰϲ μὲν ὑϲτερικὰϲ ὡϲ ἐπὶ τὸ πλεῖϲτον τοῦ παροξυϲμοῦ παυϲαμένου περὶ ὧν ἔπαθον ἀνα- φέρειν, τὰϲ δὲ ἐν τοῖϲ ἄλλοιϲ πάθεϲι μηδαμῶϲ, καὶ τὰϲ μὲν ὑϲτερικὰϲ προηγουμένωϲ ἐϲχηκέναι μέμψιν ὑϲτέραϲ, τῶν ἄλλων δὲ τὰϲ μὲν ἐξ ἑλμίνθων ἀφώνουϲ ἐντέρων καὶ κοιλίαϲ, τὰϲ δὲ λοιπὰϲ κεφαλῆϲ πόνον ἔχειν· καὶ τῷ ταῖϲ μὲν ἐπιληπτικαῖϲ ἀφρὸν ἐπιφαίνεϲθαι καὶ ϲφυγμῶν μέγεθοϲ, ταῖϲ δὲ ὑϲτερικαῖϲ οὐκέτι· καὶ τῷ ταῖϲ μὲν ἀποπληκτικαῖϲ ϲφοδρὸν εἴναι τὸν ϲφυγμόν, ταῖϲ ὑϲτερικαῖϲ δὲ ἀμυδρὸν εἰναι· τῶν δὲ. καταληπτικῶν τῶ τὴν μὲν κατάληψιν ἐν πυρετοῖϲ γίυεϲθαι μετὰ τοῦ διατετάϲθαι τὰ βλέφαρα κοὶ ϲυνηρεικέναι τούϲ ὀδόνταϲ πρὸ τῆϲ ἀκμῆϲ τοῦ πυρετοῦ, κατὰ δὲ τὴν ἀκμὴν ἀνίεϲθαι, τὴν δ᾿ ὑϲτερικὴν πνίγα καὶ ἄνευ πυρετοῦ καὶ μετὰ τοῦ ἐπιμεμυκέναι τὰ βλέφαρα. τῶν δὲ ληθαργικῶν ἴδιον τὸ ἐν πυρετῷ καταφέρεϲθαι καὶ μέγαν ἔχειν τὸν ϲφυγμόν, ἅπερ οὐκ ἐϲτιν ἐπὶ τῶν ὑϲτερικῶν, τῶν δὲ δι᾿ |ἕλμινθαϲ ἀφώνων τὸ ἐκβοαν ἐκ διαϲτημάτων καὶ ἀνώμαλον καὶ διαλείποντα τὸν ϲφυγμὸν ἔχειν. 28. τοιαύτη μὲν οὕν καὶ ἡ πρὸϲ τὰ παρακείμενα πάθη τῶν ὑϲτε- ρικῶν διάκριϲιϲ. ἔϲτιν δὲ 〈τὸ πάθοϲ〉 τῷ γένει ϲτεγνὸν καὶ ϲφοδρὸν καὶ κατ᾿ ὀξύτητα γινὸμενον καὶ κατὰ χρονιότητα. διὸ τούτοιϲ ἀκόλου- θον εἴναι δεῖ καὶ τὴν ἐπιμέλειαν. τῆϲ μὲν οὖν ἐπιτάϲεωϲ γινομένηϲ κατακλίνειν δεῖ τὴν κάμνουϲαν ἐν οἰκήματι ϲυμμέτρωϲ ἀλεεινῷ καὶ φωτεινῷ καὶ ἀϲκύλτωϲ τὴν κατάπτωϲιν ἀνακαλεῖν, κινοῦντα μὲν τὴν γένυν, χλιάϲματα κατὰ τῶν μέϲων πάντων ἐπιτιθέντα, πράωϲ ἐξ- απλοῦντα πάν τὸ ϲυνελκόμενον, διακρατοῦντα τῶν ἄκρων ἕκαϲτον καὶ διὰ ψιλῶν 〈τῶν〉 χειρῶν τπροϲαφῆϲ θάλποντα πάν τὸ κατεψυγμένον, εἰτα διὰ ϲπόγγου θερμῷ ὕδατι βραχέντοϲ περιμάϲϲοντα τὸ πρόϲωπον. ἔχει γάρ τι ζώπυρον ὁ τοῦ προϲώπου περιϲφογγιϲμόϲ. εἰ δὲ τὰ τῆϲ ἀφωνίαϲ ἐπιμένοι, καὶ ϲικύαιϲ κούφαιϲ χρώμεθα κατὰ βουβώνων ἐφη- βαίου τε καὶ τῶν παρακειμένων, εἴτα τρυφερῶν καὶ καθαρῶν ἐρίων ἐπιβολαῖϲ καὶ πολλῆ καὶ ἀδιακόπῳ μέχρι τινὸϲ τῇ δι᾿ ἐλαίου γλυκέοϲ. καταβροχῇ καὶ τῆ παντὸϲ ἄκρου διὰ τῶν ἐρίων περιειλήϲει (δια- πρεϲβεύεται γὰρ τὸ ἀπὸ τῶν περάτων χάλαϲμα μέχρι τῶν μέϲων), εἴτα θερμοῦ ὕδατοϲ ἐπὶ δυϲτα μένῃ τῇ γένυι παρενϲτάξει, μετὰ δὲ ταῦτα καὶ μελικράτου, καὶ τῇ διὰ κρεμαϲτοῦ κλινιδίου κινήϲει. παυϲα ιένηϲ δὲ τῆϲ ἐπιτάϲεωϲ εἰ μή τιϲ ἀτονία κωλύοι ἢ μὴ πρὸ πολλοῦ εἴη δεδομένη τροφή, φλεβοτομίᾳ χρηϲτέον, εἴτα ἐγχυματιϲμῷ δι᾿ ἐλαίου γλυκέοϲ καὶ θερμοῦ [ὕδατοϲ] καὶ καταβροχῇ διακλύϲματί τε καὶ ποτῷ ὕδατι θερμῷ καὶ ἀποχῇ τροφῆϲ ἕωϲ διατρίτου· κὰν ταύτη τὸ μὲν πρῶτον ἀποθεραπείᾳ, τὸ δὲ μετὰ ταῦτα τροφῇ ῥοφηματώδει καὶ ἀπὸ ταύτηϲ τῇ παρὰ μίαν δόϲει μέχρι τοῦ βεβαίωϲ παρακμάϲαι τὴν περὶ. τήν μήτραν γενομένην ἀπειλήν. 〈καθ᾿ ἑκάϲτην δὲ ἡμέραν〉 κατα- πλάϲμαϲιν τοῖϲ ἐπὶ τῶν μετὰ πόνου καθαιρομένων παραδοθεῖϲι καὶ πυρίαιϲ ταῖϲ διὰ ϲπόγγων καὶ τοῖϲ ἀνετικοῖϲ ἐγκαθίϲμαϲιν, ὧν τῆϲ ὕληϲ ἐμνημονεύϲαμεν, καὶ πεϲϲοῖϲ τοῖϲ διὰ ϲτεάτων καὶ μυελῶν καὶ. τήλεωϲ καὶ μαλάχηϲ Ϲουϲίνου τε ἢ κυπρίνου ἐλαίου, καὶ τῇ διὰ κλυϲτῆ- ροϲ ἐνέϲει τοῦ ἐλαίου ἢ ὑδρελαίου, καὶ μᾶλλον εἰ ϲκύβαλον εἴη κατεϲχη- μένον (θλίβει γὰρ τὸ περίϲϲωμα παρακειμένην τὴν μήτραν]· παρακμα- ζούϲηϲ δὲ τῆϲ διαθέϲεωϲ κηρωταῖϲ καὶ μαλακτικωτέροιϲ πεϲϲοῖϲ, εἶτα τροφῇ ποικίλη κἄπειτα λουτρῷ καὶ ὕϲτερον οἴνῳ. πολλάκιϲ δὲ τῶν παροξυϲμῶν γινομένων καὶ τῶν ἀνέϲεων καὶ διὰ τοῦτο χρονίϲαντοϲ τοῦ πάθουϲ κατὰ μὲν τούϲ παροξυϲμοὺϲ ἁρμόϲει τοῖϲ ὑποδεδειγμένοιϲ χρῆϲθαι, κατὰ δὲ τὸ διάλειμμα πρῶτον ἀναλαμβάνειν τὴν κάμνουϲαν διὰ ποικίληϲ αἰώραϲ καὶ περιπάτου καὶ ἀναγνώϲεωϲ καὶ ἀναφωνήϲεωϲ καὶ ἀλειμμάτων καὶ γυμναϲίων καὶ λουτρῶν καὶ ποικίληϲ τροφῆϲ, εἶτα μεταϲυγκρίνειν διὰ δριμυφαγίαϲ, δρώπακοϲ, ϲικυῶν, παροπτήϲεωϲ, τρίψεωϲ μερικῆϲ εὐτόνου, ϲυμπαϲμάτων, ἐγκαθιϲμάτων δριμέων, πεϲ- ϲῶν ἀμυκτικῶν 〈καὶ〉 μαλαγμάτων, ϲιναπιϲμοῦ καὶ τῆϲ κατὰ κύκλον ἀγωγῆϲ· εἰ δὲ μὴ λύοιτο ἡ διάθεϲιϲ, καὶ τῷ [ἀπὸ] δι᾿ ἐλλεβόρου λευκοῦ ϲπαραγμῷ μετὰ τοὺϲ ἀπὸ ῥεφανίδων ἐμέτουϲ ἀποδημίαιϲ τε ἐπὶ γῆϲ καὶ θαλάϲϲηϲ καὶ αὐτοφυέϲιν ὕδαϲιν, ὥν ἀπάντων τὴν ἐπι- δέξιον χρῆϲιν ἐν τοῖϲ Περὶ βοηθημάτων ὑπομνήμαϲιν ἐφω- δεύκαμεν. 29, οἱ πλεῖϲτοι δὲ τῶν ἀρχαίων καὶ οἱ μικροῦ δεῖν πάντεϲ ἑτερόδοξοι δυϲώδεϲιν ὀϲφραντοῖϲ ἐχρῶντο (οἴον θριξὶ κεκαυμέναιϲ καὶ ἐλλυχνίοιϲ ἀπεϲβεϲμένοιϲ ἐλαφείῳ τε κέρατι τεθυμια- μένῳ, ἐρίῳ κεκαυμένῳ, κναφάλλοιϲ κεκαυμένοιϲ [πίϲϲῃ ὑγρᾶ, κεδρίᾳ. ϲφονδυλίῳ, πευκεδάνῳ] δέρματί τε καὶ ῥάκεϲι, καϲτορίῳ διαχρίοντεϲ τὰϲ ῥῖναϲ καὶ τὰ ὦτα, πίϲϲῃ, κεδρία, ἀϲφάλτῳ, κόρεϲι τεθλαϲμέναιϲ καὶ πᾶϲιν ἤδη τοῖϲ βαρυόϲμοιϲ εἰναι νομιζομένοιϲ) ὡϲ τῆϲ ὑϲτέραϲ ἀπὸ τῶν δυϲωδῶν φευγούϲηϲ· ἔνθεν καὶ κάτωθεν ἐπεθυμίαϲαν τὰ εὐώδη καὶ πεϲϲοὺϲ παρελαβον διὰ νάρδου ϲτάχυοϲ 〈καὶ〉 ϲτύρακοϲ πρὸϲ τὸ τὴν μήτραν ἃ μὲν φεύγουϲαν, ἃ δὲ διώκουϲαν ἐκ τῶν ὑπερκειμένων τόπων εἰϲ τούϲ ὑποκειμένουϲ μεταϲτῆναι. ἔξωθεν δὲ τούτων Ἱππο- κράτηϲ τὰϲ μὲν ἀφεψήματι κράμβηϲ ἐπότιϲε, τὰϲ δὲ ὀνείῳ γάλακτι, καὶ ὡϲ εἰλεωδῶϲ ϲτροφουμένηϲ τῆϲ μήτραϲ αὐλίϲκον ἐνθεὶϲ χαλκευτι- κῆϲ φύϲηϲ εἰϲ τὸν γυναικεῖον κόλπον ἐφύϲα διαϲτολὴν ἐπιτηδεύων. Διοκλῆϲ δὲ ἐν τῷ τρίτῳ τῶν Γυναικείων ϲυνάγει μὲν τὰ πτερύγια τῆϲ ῥινόϲ, ἀνοίγει δὲ τὸ ϲτόμα καὶ πταρμικῷ χρῆται καὶ τῇ χειρὶ τὴν ὑϲτέραν εἰϲ τούϲ ὑποκειμένουϲ ἀποθλίβει τόπουϲ διὰ τῆϲ εἰϲ τὸ ὑποχόνδριον ἐπερείϲεωϲ καὶ τὰ ϲκέλη θερμῷ καταντλεῖ. Μαντίαϲ δὲ καϲτορίῳ καὶ ἀϲφάλτῳ ποτίζει δι᾿ οἴνου, μελλούϲηϲ δὲ τῆϲ καταφορᾶϲ καταυλήϲει χρῆται καὶ τυμπάνοιϲ. Ξενοφῶν δὲ καὶ φῶϲ τὸ ἀπὸ λαμπτήρων εἰϲφέρει καὶ ἤχουϲ ἐπιτηδεύει πλείοναϲ ἀκο- νῶν καὶ τύπτων χαλκώματα. Ἀϲκληπιάδηϲ δὲ πταρμικῷ χρῆται καὶ τὰ ὑποχόνδρια τελαμῶϲι καὶ χορδαῖϲ διαϲφίγγει καὶ ἐμβοῶ καὶ ταῖϲ ῥιϲὶν ὄξοϲ ἐμφυϲᾶ, κατὰ δὲ τὸ διάλειμμα ϲυνουϲίαν δοκιμάζει καὶ ὑδροποϲίαν 〈καὶ διὰ τοῦ ψυχροῦ τῆϲ κεφαλῆϲ καταιόνηϲιν〉. μεμφό- μεθα δὲ πάνταϲ εὐθέωϲ πλήϲϲονταϲ τὰ φλεγμαίνοντα καὶ κάρουϲ καταϲκευάζονταϲ [τῆϲ] διὰ τῆϲ ἐκ τῶν δυϲωδῶν ἀποφοράϲ. οὐ γὰρ ὡϲ θηρίον ἐκ φωλεῶν ἡ μήτρα προέρπει, τερπομένη μὲν τοῖϲ εὐώδεϲι, φεύγουϲα δὲ 〈τὰ〉 δυϲώδη, διὰ δὲ τὴν ἐκ τῆϲ φλεγμονῆϲ ϲφίγξιν ϲυνολκοῦται. χαλεπὸν δὲ καὶ τὸ φλεγμαίνοντα κατὰ ϲυμπάθειαν τὸν ϲτόμαχον ποτήμαϲιν κακοῦν φαρμακώδεϲι καὶ δριμέϲιν. ἡ δὲ ὑπὸ τῆϲ χαλκευτικῆϲ φύϲηϲ ἔκθλιψιϲ εἰϲ τὸ αἰδοῖον τῇ πνευματώϲει προϲδια- τείνει τὴν ὑϲτέραν ἱκανῶϲ ἤδη τῷ λόγῳ τῆϲ φλεγμονῆϲ διατεταμένην. ἡ δὲ τῶν πταρμικῶν χρῆϲιϲ τῷ τιναγμῷ καὶ τῇ δριμύτητι τῶν φαρ- μάκων μεταϲυγκρίνει τὰ χρονίϲαντα, διόπερ παροξύνει τῆϲ ἐν ἐπιτάϲει τὴν διάθεϲιν οὐ βίαϲ δεομένηϲ, ἀλλὰ πραῦϲμοῦ. πληκτικοὶ δὲ καὶ οἱ ψόφοι καὶ οἱ τῶν χαλκωμάτων ἦχοι καὶ τῶν διὰ τὴν φλεγμονὴν εὐπαθῶν ἐρεθιϲτικοί· πολλαὶ γοῦν καὶ τῶν ὑγιαινουϲῶν ἀπὸ τοιούτων ψόφων ἐκεφαλάργηϲαν. ἐπιβλαβὲϲ δὲ καὶ τὸ ἐυφυϲηθὲν ὄξοϲ· ὡϲ γὰρ τὰϲ ἔξωθεν φλεγμονάϲ, οὕτω καὶ τὰϲ ἔνδοθεν πᾶν τὸ ϲτῦφον ἐπι- τείνει. βλαβερὸν δὲ καὶ τὸ διὰ χορδῶν ἢ τελαμώνων περιϲφίγγειν φλεγμαίνουϲαν ἔξωθεν τὴν ὑϲτέραν οὐδὲ κατάπλαϲμα φέρειν ἀβαρῶϲ δυναμένην διὰ τὴν ἐκ τῆϲ περιθλάϲεωϲ ἐπίταϲιν. τὸ δὲ ὑδροποτεῖν οὐκ ἀϲύμφορον 〈μόνον〉, ἔϲθ᾿ ὅπου δὲ καὶ βλαβερόν ἐϲτι, ῥώϲεωϲ δεομένηϲ τῆϲ καμνούϲηϲ, οὐ μεταϲυγκρίϲεωϲ, 〈ἤ〉 γίνεται καὶ διὰ τῆϲ ἐπὶ τὸ κρᾶμα μετελεύϲεωϲ. ϲυνουϲία δὲ παραϲκευαϲτικὴ πᾶϲιν ἀτονίαϲ, διὰ τοῦτο οὐ ϲυμφέρει μηδενὸϲ προϲγινομένου βελτίονοϲ κακοῦϲα τὸν ὄγκον εἰϲ ἀτονίαν. ἡ μέντοι διὰ τοῦ ψυχροῦ τῆϲ [δὲ] κεφαλῆϲ καταιό- νηϲιϲ ἕνεκα τοῦ παύϲαϲθαι τὴν ἀφωνίαν καταφανῶϲ ἐϲτιν ἄτεχνοϲ· τῇ ψύξει γὰρ ἐπιπυκνουμένου τοῦ ϲώματοϲ διὰ τὴν ἐπίταϲιν τῆϲ φλεγμονῆϲ δυϲανακλητοτέραν δεῖ γίνεϲθαι τὴν καταφοράν.