Ancient Greek · ~2 min
〈ϹΩΠΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Γ〉
Soranus, Gynaeciorum Libri IV ΙΙΙ. Περὶ ϲατυριάϲεωϲ.
Not analysed yet
25. Ϲατυρίαϲιϲ ἐπ᾿ ἀνδρῶν μὲν γίνεται μᾶλλον, καὶ διὰ τοῦτο ἐν τοῖϲ Ὀξέϲι τὸν πολὺν περὶ αὐτῆϲ λόγον ἐφωδεύκαμεν, γίνεται δὲ καὶ ἐπὶ γυναικῶν. παρέπεται δὲ αὐταῖϲ κνηϲμὸϲ ἐπιτεταμένοϲ τῶν γυναικείων τόπων μετὰ πόνων, ὥϲτε τὰϲ χεῖραϲ ϲυνεχῶϲ τοῖϲ |μέρεϲιν ἐπιφέρειν, καὶ διὰ τοῦτο ἀκάθεκτοϲ αὐταῖϲ πρὸϲ ϲυνουϲίαν ὁρμὴ γίνεται καὶ παρατροπὴ τῆϲ διανοίαϲ ἐπὶ ποϲὸν διὰ τὴν πρὸϲ τὴν ὑϲτέραν τῶν μηνίγγων ϲυμπάθειαν παραγκωνιϲαμένη πᾶϲαν αἰδῶ **