Ancient Greek · ~15 min
〈ϹΩΠΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Γ〉
Soranus, Gynaeciorum Libri IV IX. Περὶ μύληϲ..1
Not analysed yet
36. Ἡ λεγομένη μύλη, καθὼϲ ἄλλοι λέγουϲιν μύλοϲ, ϲκίρ- ρωϲίϲ ἐϲτιν ὑϲτέραϲ διὰ προηγουμένην φλεγμονὴν ἐπὶ γενομένη, ποτὲ δὲ καὶ τοπικὸν ἕλκοϲ ἐπὶ πολὺ ὑπερϲαρκῶϲαν· ὠνόμαϲται δὲ ‘μύλοϲ’ ἀπὸ τῆϲ δυϲκινηϲίαϲ καὶ τοῦ βάρουϲ. γίνεται δὲ ποτὲ μὲν κατά τι μέροϲ μήτραϲ, οἷον ϲτόμα καὶ τράχηλον, ὥϲτε δακτύλοιϲ καθιεμένοιϲ ὑποπίπτειν τὸν ὄγκον καὶ κάτω τὸ πᾶν εἶναι βάροϲ, ὡϲ ἐπὶ τὸ πολὺ δὲ καθ᾿ ὅλην τὴν μήτραν, ὁπότε παρακολουθεῖ πρόδηλοϲ ὄγκοϲ περὶ τὸ ἐπιγάϲτριον ἀπηνὴϲ λιθώδηϲ μετὰ καταϲπαϲυοῦ τῶν ὑπερκειμένων ὑποχονδρίων καὶ ἰϲχνώϲεωϲ ἀχροίαϲ τε καὶ ἀνορεξίαϲ. 37. γίνεται δὲ τὸ πρῶτον φανταϲία τῆϲ ϲυλλήψεωϲ, ἐπεχομένων μὲν τῶν καταμηνίων, διογκουμένων δὲ τῶν μαϲτῶν, ἀνατρεπομένου δὲ τοῦ ϲτομάχου, καὶ βαρυνομένηϲ μὲν τῆϲ ὀϲφύοϲ, διογκουμένου δὲ τοῦ ἐπιγαϲτρίου. διακρίνεται δὲ τοῦ χρόνου προκόπτοντοϲ τῷ νυγμα- τώδη παρακολουθεῖν ἀλγήματα, μηδεμίαν δὲ γίγνεϲθαι κίνηϲιν ὥϲπερ ἐπὶ τῶν κυουϲῶν. ὕϲτερον καταλυομένου τοῦ παντὸϲ ϲώματοϲ, μεγε- θυνομένηϲ δὲ τῆϲ ὀγκώϲεωϲ ἔμφαϲιϲ ὕδρωποϲ ἀποτελεῖται. διακρίνεται δὲ καὶ τοῦ ὕδρωποϲ τῷ κατὰ 〈τὴν〉 τῆϲ χειρὸϲ ἐπίθεϲιν μηδέποτε εἴκειν τὸν ὄγκον μηδὲ κοιλαίνεϲθαι μηδὲ ἦχον τυμπανώδη ἢ κλύδωνα γίνεϲθαι κατὰ τὸν τῆϲ χειρὸϲ ῥαπιϲμόν, ὥϲπερ ἐπὶ τοῦ ὕδρωποϲ· ἔϲθ᾿ ὅτε δὲ προϊόντοϲ τοῦ χρόνου καὶ καταψυχομένου τοῦ ἥπατοϲ καὶ ὕδρωψ ἐπιγίνεται. τινὲϲ δὲ ἱϲτοροῦϲιν ἐπ᾿ ἐνίων καὶ ϲαρκὸϲ ἔκφυϲιν γίνεϲθαι ϲυνιϲταμένηϲ ὡϲεὶ καρύου μέγεθοϲ διὰ τοῦ γυναικείου αἰδοίου, αἷϲ μὲν κατὰ μῆνα, οἶϲ δὲ διὰ δύο ἢ τριῶν μηνῶν. 38. τὴν δὲ προειρημένην διάθεϲιν οἱ μὲν ὡϲ ἀθερά πευτον κατέ- λιπον, οἱ δὲ τὴν ἀρχομένην μόνον ὑπήγαγον τοῖϲ βοηθήμαϲιν, ἡμεῖϲ δὲ καὶ νῦν ὡϲ κεχρονικυῖαν θεραπεύομεν νόϲον. δεῖ δὲ μὴ ἀμελεῖν, ἀλλ᾿ ἐν μὲν ταῖϲ ἐπιθέϲεϲιν, ἃϲ καταλαμβάνομεν ἐκ βάρουϲ πλείονοϲ καὶ ναρκώδουϲ ϲυναιϲθήϲεωϲ ἢ φθορᾶϲ ϲιτίων καὶ ἀγρυπνίαϲ δίχα προδήλου τινὸϲ αἰτίαϲ γεγενημένηϲ, παραλαμβάνειν καὶ καταπλάϲματα θερμὰ χαλαϲτικά, ϲικύαϲ, καταϲχαϲμόν, βδέλλαϲ, πυρίαϲ, ἐγχυματιϲμοὺϲ πραϋντικοὺϲ ἀνετικούϲ, πεϲϲοὺϲ μαλακτικούϲ, ἐγκαθιϲμούϲ, κηρωτὰϲ μετὰ ἀλθαίαϲ ἡψημέναϲ καὶ γλυκέοϲ ἐλαίου ἢ κυπρίνου καὶ μάλαγμα τὸ διὰ χυλῶν ἢ τὸ Μναϲέου καὶ τροφὰϲ εὐχύμουϲ τε καὶ εὐχύλουϲ καὶ τὴν εἰϲ τούϲ ὤμουϲ διὰ τελαμῶνοϲ ἀνάληψιν εἰϲ ἐπικουφιϲμὸν τῆϲ. διὰ τὸν καταϲπαϲμὸν ὀχλήϲεωϲ. ταῦτα μὲν οὖν ἐν τοῖϲ παροξυϲμοῖϲ παραλαμβάνειν. ἐν δὲ τοῖϲ διαλείμμαϲιν ὅλον τὸ ϲῶμα προϲαναλαμβά- νομεν διὰ τῆϲ ἀναληπτικῆϲ ἐπιμελείαϲ, αἰώραϲ, περιπάτων, λουτρῶν, ἀναφωνήϲεωϲ, οἰναρίου καὶ τῆϲ ἐπιτηδείου καὶ ποικίληϲ τροφῆϲ, τὰ δὲ πρωτοπαθοῦντα μεταβάλλοντεϲ διὰ δρώπακοϲ, παροπτήϲεωϲ, ἡλιώ- ϲεωϲ, νίτρου τε καὶ ἁλῶν ἐπιπαϲϲομένων καὶ τρίψεωϲ καὶ τῷ διὰ νάπυοϲ καὶ ἰϲχάδων φοινιγμῷ χρώμεθα καὶ μαλάγμαϲι [χρώμεθα] τῷ διὰ ϲπερμάτων καὶ τῷ διὰ δαφνίδων καὶ τῷ Πολυαρχίῳ καὶ τῷ Κηφιϲοφῶντοϲ καὶ τοῖϲ ὁμοίοιϲ, ἐγκαθιϲμάτων τε καὶ πυριῶν 〈τοῖϲ〉 μεταϲυγκρίνειν δυναμένοιϲ (οἷον 〈διὰ〉 θαλάϲϲηϲ ἐζεϲμένηϲ |ἢ ἅλμηϲ, ἀφεψήματοϲ δάφνηϲ, δαφνίδοϲ, γλήχωνοϲ, ὑϲϲώπου, ἐλελιϲφάκου, πραϲίου, ἀρτεμιϲίαϲ, δικτάμνου, κενταυρίου, πολίου, ϲκορδίου) καὶ πεϲϲῶν τοῖϲ διὰ βουτύρου, ὑϲϲώπου, ϲτέατοϲ χηνείου, ὀρνιθείου, μυελοῦ ἐλάφου ἢ ἐγκεφάλου καὶ μέλιτοϲ ἢ ἰϲχάδων λιπαρῶν ϲαρκὸϲ καὶ ϲταφίδων μετὰ παλαιοῦ ἐλαίου ἢ κυπρίνου ἢ ἰρίνου ἢ ϲαμψυχίνου ἢ ἀμαρακίνου ἢ Ϲουϲίνου ἢ μαλαβαθρίνου. δοκιμαϲτέον δὲ καὶ δριμυ- φαγίαν προκοπτούϲηϲ τῆϲ διαθέϲεωϲ καὶ τὴν κατὰ κύκλον ἀγωγὴν καὶ τῶν αὐτοφυῶν ὑδάτων χρῆϲιν καὶ κατακρουνιϲμῶν καὶ νήξεωϲ ἐν θαλάττῃ ἢ αὐτοφυέϲιν ὕδαϲιν καὶ τοὺϲ ἀπὸ ῥεφανίδων ἐμέτουϲ καὶ εἰ ἡ δύναμιϲ ἐπιτρέποι, καὶ τοὺϲ ἀπὸ ἐλλεβόρων. 39. φυλακτέον 〈δὲ〉 τούϲ τε δριμυτέρουϲ πεϲϲοὺϲ καὶ ἐγκαθιϲμά- των 〈τὰ〉 δριμύτερα, μὴ τῇ ϲυνεχεῖ χρήϲει λάθωμεν ἑλκώϲαντεϲ τὰ ἐϲκιρωμένα καὶ παρὰ τοῦτο κακοήθη ποιήϲωμεν τὴν διάθεϲιν. τὰϲ δὲ διὰ κρόκου καὶ ϲτύρακοϲ καὶ ῥητίνηϲ καὶ ϲμύρνηϲ ὑποθυμιάϲειϲ καὶ τοὺϲ δι᾿ ἀρτεμιϲίαϲ γλήχωνόϲ τε καὶ πραϲίου καὶ ϲκορδίου κόμηϲ περοιατμιϲμοὺϲ καὶ τὸ πινόμενον οἰνόμελι 〈ἐν〉 ἀφεψήματι καρδάμου καὶ γλήχωνοϲ ἀποδοκιμάζομεν δι᾿ ἃc ἐπὶ τῶν ἔμπροϲθεν εἰρήκαμεν αἰτίαϲ. πλείϲταιϲ δὲ διὰ τῆϲ προρρηθείϲηϲ ἀγωγῆϲ ἐξαπίνηϲ ἔκκριϲιϲ αἵματοϲ τεθρομβωμένου καὶ μεμελαϲμένου ϲφόδρα πολλοῦ γέγονε καὶ ἀπήλλαξε τῆϲ διαθέϲεωϲ.