Ancient Greek · ~22 min
〈ϹΩΠΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Γ〉
Soranus, Gynaeciorum Libri IV X. Περὶ αἱμορραγούϲηϲ ὑϲτέραϲ..1
Not analysed yet
40. Ἀπὸ δυϲτοκίαϲ ἢ ἐκτρώϲεωϲ ἢ ἀναβρώϲεωϲ δι᾿ ἔλκωϲιν ἢ ἀναϲτομώϲεωϲ ἡ ἐξ οἱοϲδήποτε προφάϲεωϲ ῥήξεωϲ ἀγγείων αἷμορραγία γίνεται μήτραϲ. καὶ πρόδηλοϲ μὲν αὐτῆϲ ἡ κατάληψιϲ ἐξ ἀθρόαϲ καὶ. ἀμέτρου φορᾶϲ αἴματοϲ, ϲυνεδρεύει δὲ ταῖϲ καμνούϲαιϲ ἀϲθένεια. ῥάκωϲιϲ, ἴϲχνωϲιϲ, ἄχροια καὶ κατ᾿ ἐπιμονὴν ἀνορεξία. δοκεῖ δέ ποτε καὶ περιοδικῶϲ ἀπαντάν. ἔϲτιν δὲ τὸ ϲύμπτωμα χαλεπόν· οὕτε γὰρ δακτύλων ἐπερείϲεϲιν οὕτε ἀγκίϲτρων κατεπάρϲεϲιν οὕτε μοτῶν δια- ϲψηνώϲεϲιν οὕτε βρόχων περιϲφίγξεϲιν οὔτε διαρραφαῖϲ χρῆϲθαι δυνα- τόν ἐϲτιν. οὐκ ἀπὸ τῆϲ ὑϲτέραϲ δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ γυναι- κείου κόλπου φέρεται τὸ αἷμα, καί τινεϲ ϲημειούμενοι τὸν τόπον τὸ μὲν ἀπὸ τοῦ αἰδοίου φαϲὶν λεπτὸν καὶ ξανθὸν καὶ θερμὸν φέρεϲθαι [τὸ αἷμα], τὸ δὲ ἀπὸ τῆϲ ὑϲτέραϲ παχύτερον καὶ μελανώτερον καὶ ψυχρότερον. ἀϲφαλέϲτερον δὲ διορίϲαι τὸ πεπονθὸϲ μέροϲ ἐνέϲται διοπτριϲμὸν παραλαμβάνονταϲ. 41. τῆϲ ἐπιμελείαϲ μέντοι χάριν ϲυμφέρει κατάκλιϲιϲ ἐν οἰκήματι μικροτέρῳ καὶ ϲκοτεινῷ καὶ μετρίωϲ ἀναψύχοντι κατὰ κλίνηϲ ϲτερεᾶϲ, ἀκινήτου, μετεωρότερα τὰ πρὸϲ τούϲ πόδαϲ ἐχούϲηϲ, ἠρεμία τε καὶ τὸ ἐφ᾿ ἑνὸϲ μένειν ϲχήματοϲ (προκλητικὴ γὰρ ῥύϲεωϲ πᾶϲα κίνηϲιϲ) ϲυν- αγωγή τε τῶν μηρῶν καὶ διαπλοκή (μιμητικὸν γὰρ χαρακτῆρόϲ ἐϲτι. τὸ ϲχῆμα)· καὶ ϲπόγγων πλατέων καθαρῶν τρυφερῶν, ἐν ψυχρῷ ὕδατι βραχέντων ἢ ὀξυκράτῳ ἢ ὄξει κατ᾿ ἰδίαν ἐπιθέϲειϲ κατὰ τοῦ αἰδοίου καὶ τοῦ ἐφηβαίου καὶ τῆϲ ὀϲφύοϲ καὶ τῶν ἰϲχίων, ὕϲτερον δὲ καὶ κατὰ ϲτήθουϲ, νεαροποιουμένων καὶ ϲυνεχέϲτερον· καὶ τῶν ἄκρων προϲτυπὴϲ διακράτηϲιϲ καὶ διάϲφιγξιϲ (τὸ γὰρ ἐκ τῆϲ θλίψεωϲ πύκνωμα μέχρι τοῦ πάϲχοντοϲ διαφέρεται μέρουϲ)· καὶ ἢ εἰϲ ψυχρὸν ὕδωρ κάθεϲιϲ τοῦ προϲώπου ἢ περιϲφογτιϲμὸϲ δι᾿ ἀκραιφνοῦϲ ὕδατοϲ καὶ. ἐκ διαϲτήματοϲ καταρριπιϲμόϲ, καὶ τῆϲ κεφαλῆϲ ἐπιβροχὴ [καὶ] δι᾿ ἐλαίου ψυχροῦ νεοτριβοῦϲ, καὶ καταρρόφηϲιϲ ὄξουϲ. ἐγκαθίϲμαϲί τε 〈χρῆϲθαι〉 μέχρι βουβώνων εἰϲ ψυχρὸν ὕδωρ ἢ ὀξύκρατον ἤ καθαρὸν ξοϲ ἢ ἀφέψημα μύρτων ἢ ῥόδων ξηρῶν ἢ κηκῖδοϲ ὀμφακίτιδοϲ ἢ μυρϲίνηϲ καὶ φακῶν ἢ ϲχίνου ἢ ϲιδίων ἢ βάτου θαλίαϲ ἢ δρυὸϲ φύλ- λων ἢ ἰτέαϲ ἢ ῥοὸϲ βυρϲοδεψικῆϲ. εἰ δὲ ἐκ τῆϲ διαναϲτάϲεωϲ ϲκυλμὸϲ ὀχληρότεροϲ εἴη, διὰ κλυϲτηριδίων ἢ μητρεγχύτου τῶν εἰρημένων ἑνὸϲ τινοϲ ἐγχυματιζέϲθω χυλὸϲ ἢ ἀρνογλώϲϲου ἢ χυλὸϲ πολυγόνου ἢ ϲέρεωϲ ἢ ϲτρύχνου ἢ ψυλλίου ἢ περδικίου· εἰ δὲ καὶ ἐπιμένοι αἱμορραγοῦϲα, καὶ ὑποκιϲτίδοϲ καὶ ἀκακίαϲ καὶ ὄπιον (ὄξει διειμένα ἤ ὁμοῦ πάντα ἢ πρὸϲ ἕν) ἢ ὀμφάκιον, πλῆθοϲ ἕωϲ δύο κυάθων. καὶ τρυφερὸν ἔριον ἐνί τινι τῶν εἰρημένων χυλῶν διάβροχον ἢ διὰ δακτύλου ἡ μήληϲ παρεντι|ϲθέθω τῷ ϲτόματι τῆϲ ὑϲτέραϲ, καὶ πολὺ μᾶλλον ἐντεῦθεν τῆϲ. αἱμορραγίαϲ ὑπαρχούϲηϲ· ὅταν γὰρ ἀπὸ τῶν ἄνωθεν, ϲφηνούμενον τὸ ἔριον ϲυϲτέλλει τὴν ῥύϲιν, ἐγκατέχει δὲ τῇ εὐρυχωρίᾳ τὸ ἀποκριθέν. ὁπότε τρυφερὸν καὶ καθαρὸν ϲπογγάριον ἐπίμηκεϲ [προϲτίθεται] ὡϲαύτωϲ διάβροχον ὡϲ ἐϲωτάτω παρεντιθέναι προϲῆκεν, ἵνα τὸ ἀπο- κρινόμενον παραλαμβάνηται καὶ μὴ θρομβούμενον ϲυμπαθείαϲ ἐξάπτῃ καὶ φλεγμονάϲ· ἐκ διαϲτημάτων δὲ τὸν ϲπόγγον ἀλλάϲϲειν. ἁρμόϲει δὲ καὶ ϲικύαϲ κολλᾶν κατ᾿ ὀϲφύοϲ βουβώνων τε καὶ λαγόνων (εἰ δὲ δυνατὸν εἴη, καὶ ἰϲχίων) μετὰ πυρὸϲ πολλοῦ, καὶ προϲκειμέναϲ ἐᾶν ἐπὶ χρόνον ἱκανόν, εἶτα καὶ πράωϲ ἀποϲπᾶν. ἐπιθέμαϲι δὲ χρῆϲθαι καθ᾿ ὧν τοὺϲ ϲπόγγουϲ ἐπερρίψαμεν φοίνιξιν ἐν οἴνῳ αὐϲτηρῷ ἢ ὄξει βεβρεγμένοιϲ. μετὰ κηρωτῆϲ ῥοδίνηϲ ἤ μηλίνηϲ ἢ μυρϲίνηϲ φύλλων λείων ἢ μεϲπίλων ἢ ϲτυπτηρίαϲ ἢ ἀλόηϲ ἢ οἰνάνθηϲ ἢ ὑποκιϲτίδοϲ ἢ ἀκακίαϲ ἢ κηκῖδοϲ ὀμφακίτιδοϲ καὶ ἐλαίου νεοτριβοῦϲ ἢ ῥοδίνου ἢ μυρϲίνου ἢ ϲχινίνου ἢ μηλίνου, ἢ πάλιν τοῖϲ διά τινοϲ πόαϲ ϲτυφού- ϲηϲ καὶ ψυχούϲηϲ (οἷον ἀνδράχνηϲ, ὑοϲκυάμου, ἀρνογλώϲϲου, ψυλλίου. ϲτρύχνου, περδικίου, πολυγόνου, ϲέρεωϲ) μετὰ πάληϲ ἀλφίτου καὶ ὄξουϲ ἢ φοινίκων, ἀλλαϲϲομένων πάντων ϲυνεχέϲτερον. εὐτονωτέροιϲ δὲ χρῆϲθαι τοῖϲ πεϲϲοῖϲ, οἰον κηκῖδι, μάννῃ, χαλκίτιδι ἐξ ἴϲου μετὰ γλυ- κέοϲ οἴνου, ἢ ϲποδῷ ἢ τῇ ὑγρᾷ πίϲϲῃ ϲπόγγου βραχέντοϲ, εἶτα καὶ ἐντὸϲ εἰϲαχθέντοϲ **ἢ ξηρᾶϲ τρυγὸϲ μετά ¦τινοϲ τῶν ϲτυφόντων χυλῶν. εἰ δὲ πρὸϲ ἀνάβρωϲιϲ εἴη, καὶ τῷ διὰ χάρτου μέλανι μετ’ ὄξουϲ ἤ τινι τῶν πρὸϲ τοὺϲ δυϲεντερικοὺϲ ἀναγραφομένων τροχίϲκων· καὶ γὰρ εἰ γίνεταί τιϲ ἐκ τούτων ἐϲχάρωϲιϲ, εὐμαρὴϲ ἡ πρὸϲ ταύτην ὑπάντηϲιϲ κρατουμένηϲ ἐν τῷ ζῆν τῆϲ καμνούϲηϲ. διδόναι δὲ καὶ τροφὴν προ- αποϲπογγίϲαντα τὸ πρόϲωπον μετὰ ψυχροῦ ὔδατοϲ· ἔϲτω δὲ ἡ τροφὴ ὄρυζα ἐκ ψυχροῦ ὕδατοϲ ἢ ὀξυκράτου ἢ χόνδροϲ ἢ ἄρτοϲ καὶ ἁπαλὸν ὠὸν δι᾿ ὄξουϲ. ὕϲτερον δὲ καὶ μετά τιναϲ ἡμέραϲ καὶ ϲέριν ἢ ἀρνό- γλωϲϲον δι᾿ ὄξουϲ καὶ ῥοὀϲ ὀλίγου νεοτριβοῦϲ, καὶ μετὰ τὸ καλῶϲ ἑψηθῆναι ἔλαιον νεοτριβὲϲ καὶ αὐτό, καὶ μῆλον καὶ κυδώνιον ὀπτὸν ἢ ἑφθὸν ἄπιον, καὶ ϲαρκίον ἀπὸ ϲτήθουϲ φάϲϲηϲ ἑψημένηϲ ἐν ὀξυκράτῳ ἢ μύρτοιϲ ἐνδοθεν ἐκπεπληρωμένηϲ, ἢ πέρδικοϲ ἢ ἀτταγῆνοϲ ἢ τινοϲ τῶν ἐμφερῶν τούτοιϲ· ὑπερβάντων δὲ τῶν τῆϲ ϲυμπαθείαϲ χρόνων καὶ οἰνάριον δοτέον, ϲτερεᾶϲ δὲ παντελῶϲ γενομένηϲ καὶ λουτρόν. 42. τὴν δὲ φλεβοτομίαν, ἣν ἄλλοι τε παρέλαβον καὶ Θεμίϲων μεταγωγῆϲ ἕνεκα τῆϲ ὕληϲ, ἀποδοκιμάζομεν· χαλᾷ μὲν γὰρ ἡ φλεβο- τομία, πύκνωϲιν 〈δὲ〉 καὶ ϲυϲτολὴν τὸ αἱμορραγοῦν ἀπαιτεῖ, καὶ οὐ δεῖ μετάγειν τὴν ὕλην, ἀλλὰ κατέχειν. ἐπιϲφαλὲϲ δὲ καὶ τὸ φλεβοτο- μεῖν, ὅτι μὴ κρατηθείϲηϲ μὲν τῆϲ φορᾶϲ τοῦ αἵματοϲ ἐκ τῆϲ φλεβοτο- μίαϲ ἀνάγκη τάχιον τὴν κάμνουϲαν ἀπολέϲθαι ὡϲ ἂν ὑπὸ διπλῆϲ δαπανηθεῖϲαν αἱμορραγίαϲ, κρατηθείϲηϲ δὲ οὕτωϲ, ὥϲτε φλεγμονὴν ὕϲτερον ὡϲ ἀπὸ ϲκυλμοῦ πλείονοϲ ἐπιγίνεϲθαι, κατάλληλον τρόπον ὁ κίνδυνοϲ. εἰ μὲνφ γὰρ φλεβοτομήϲαιμεν, ϲυντόμωϲ ἀπολέϲομεν τὴν γυναῖκα μετὰ φλεβοτομίαν καὶ αἱμορραγίαν· πάλιν δὲ εἰ μὴ φλεβοτομοῦντεϲ ἀφέλοιμεν αἷμα φλεγμονῆϲ μεγάληϲ ὑπαρχούϲηϲ, ἀβοήθητον περιοψόμεθα τὴν κάμνουϲαν, οὐδὲν γὰρ οὕτω διακόπτει τὸν ἐν φλεγμονῇ κίνδυνον ὡϲ φλεβοτομία. φαϲὶ δὲ ἔνιοι καὶ κατὰ ἀντιπάθειαν ἔνια ποιεῖν, καθάπερ Μαγνῆτιν λίθον καὶ τὸν Ἄϲϲιον καὶ. λαγωοῦ πυτίαν καὶ ἄλλα τινὰ τῶν περιάπτων, οἷϲ ἤμεῖϲ οὐ προϲέχο- μεν. οὐκ ἀποκωλυτέον δὲ τὴν παράληψιν αὐτῶν· καὶ γὰρ εἰ μηδὲν ἐξ εὐθείαϲ παρέχει τὸ περίαπτον, ἀλλ᾿ οὖν δι᾿ ἐλπίδοϲ εὐθυμοτέραν τὴν κάμνουϲαν τάχα παρέξει.