Ancient Greek · ~15 min
〈ϹΩΠΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Γ〉
Soranus, Gynaeciorum Libri IV VI. Περὶ ἐμπνευματώϲεωϲ μήτραϲ..1
Not analysed yet
31. Ἐμπνευματοῦϲθαι πέφυκεν ὑϲτέρα μετὰ τούϲ τοκετοὺϲ ἐκ ψύξεωϲ ἢ φθοράϲ ἢ δυϲτοκίαϲ μύϲαντοϲ τοῦ |ϲτομίου ἢ θρόμβου παραϲφηνωθέντοϲ αὐτῷ τοῖϲ ἄλλοιϲ ὁμοίωϲ **καὶ ποτὲ μὲν εἰϲ τὸν δεξιόν, ποτὲ δὲ εἰϲ τὸν ἀριϲτερὸν βουβῶνα τὴν ἔρειϲιν ποιουμένηϲ. ἔτι δὲ καὶ ψόαι καὶ ἰϲχία ϲυναλγεῖ τιϲι, καὶ τὰ τῆϲ ϲυμπαθείαϲ τῆϲ πρὸϲ τὴν ὑϲτέραν ϲημεῖα ἐφορᾶται, οἷον τενόντων ἀλγήματα καὶ κεφα- λῆϲ καὶ τὰ λοιπά, καὶ κατὰ τὴν τῶν δακτύλων θλίψιν εἶξιϲ ἀντιμετα- βατικὴ ποϲῶϲ, ταχεῖα δὲ πάλιν ἐπιδιόγκωϲιϲ, καὶ πρὸϲ τὸν διὰ τῆϲ χειρὸϲ ῥαπιϲμὸν ἦχοϲ τυμπανώδηϲ, ποτὲ δὲ καὶ ϲτρόφοϲ καὶ διαδρομὴ νυγματώδηϲ καὶ οἱονεὶ ϲφυγμόϲ. καὶ πρὸϲ τὰ θερμαίνοντα δὲ κουφι- ϲμόϲ, εἰτα μετ᾿ ὀλίγον παροξυϲμὸϲ [ὁ] ψόφοϲ τε καὶ βορβορυγμὸϲ ὡϲ αἰϲθητῶϲ ἔξω τοῦ πνεύματοϲ διατρέχοντοϲ· τὸ δὲ ἐνιέμενον ἐν τῇ ϲυνουϲίᾳ ϲπέρμα διαλύεται· τὰ δὲ τῆϲ ϲυνοιδήϲεωϲ τιϲὶ μὲν ἀεὶ δια- μένει, τιϲὶ δὲ διά τινοϲ χρόνου γίνεται. 32. κοὶ νῦν δὲ τὴν ἐπιμέλειαν τῆϲ θεραπείαϲ ὡϲ ἐπὶ ϲτεγνῆϲ ϲυντακτέον καταϲκευῆϲ δι᾿ ἐγχυματιϲμῶν ἀνετικῶν καὶ καταπλαϲμάτων κούφων τε ϲικυῶν καὶ μετὰ καταϲχαϲμοῦ καὶ παντὸϲ ἤδη τοῦ ὁμο- γενοῦϲ τούτοιϲ βοηθήματοϲ. τροφὰϲ δὲ λαμβανέτωϲαν μὴ δυϲπέπτουϲ τε καὶ δυϲκαταπονήτουϲ καὶ δριμέαϲ καὶ πνευματωτικάϲ, ἀλλὰ τὰϲ ῥαδίωϲ καταπονεῖϲθαι δυναμέναϲ. ἡ δὲ μαῖα προλελιπαϲμένον τὸν δά- κτυλον καθεῖϲα τὸν ἐγκείμενον θρόμβον, εἴπερ τύχοι παρακείμενοϲ, κομιζέϲθω πράωϲ αὐτὸν ἐνδιαλύϲαϲα τῇ προϲαφῇ χάριν τοῦ ἄϲκυλτον γενέϲθαι τὴν ἔκκριϲιν. χρονιζούϲηϲ δὲ τῆϲ ἐμπνευματώϲεωϲ ἐν μὲν τοῖϲ παροξυϲμοῖϲ τὰ ἀνετικώτερα προϲάξομεν (ἐν γὰρ ταῖϲ ἐπιθέϲεϲι καὶ τοῖϲ παροξυϲμοῖϲ τὰ ὅμοια δοκιμάζομεν]· διαλείμματοϲ δὲ γενο- μένου τὰ ϲώματα τονοῦμεν διὰ ϲυναλειμμάτων θερμοτέρων καὶ τρίψεωϲ τῶν ϲκελῶν καὶ τῶν παϲχόντων τόπων, τῆϲ τε τῶν ὅλων καὶ τοπικῆϲ, ποτὲ μὲν διὰ ψιλῶν τῶν χειρῶν, ποτὲ δὲ δι᾿ ὠμοτάτων λίνων ξηρῶν τροφάϲ τε δίδομεν ποικίλαϲ, ἔϲθ᾿ ὅτε δὲ καὶ δριμέαϲ. τὴν ὀϲφὺν δὲ καὶ τὸ ἐπιγάϲτριον δρώπακι καταχρίομεν καὶ νίτρῳ ϲυμπάϲϲομεν ἢ παροπτῶμεν, καὶ τῷ διὰ νάπυοϲ καὶ ἰϲχάδων φοινιγμῷ χρώμεθα, ἢ τὸ κρίθινον μετὰ ϲύκων ἑψημένων καὶ πηγάνου καὶ ὑϲϲώπου καὶ μέλιτοϲ καταπλάττομεν. ἐπιρριπτοῦμεν δὲ καὶ τὸ διὰ νίτρου καὶ ϲύκων καὶ. ἀψινθίου ἢ τὴν ὠμὴν λύϲιν μετὰ ϲύκων ἡψημένων καὶ ὑϲϲώπου ἢ τὸ διὰ ϲπερμάτων μάλαγμα ἢ τὸ Πολυάρχιον ἢ τὸ διὰ δαφνίδων μετὰ κηρωτῆϲ τὸ πρῶτον, εἶτα κατ᾿ ἰδίαν. ὅμοια δὲ τούτοιϲ καὶ τὰ ἐγ- καθίϲματα παραϲκευάζομεν καθέψοντεϲ τῷ ὕδατι ϲταφυλῖνον καὶ δαῦκον Κρητικὸν καὶ γλήχωνα, μενούϲηϲ δὲ τῆϲ καταϲκευῆϲ καὶ ἀρτεμιϲίαν καὶ ὕϲϲωπον καὶ πράϲιον καὶ δάφνην ἢ τὸν καρπὸν αὐτῆϲ καϲίαν τε καὶ νάρδον. τῆϲ δὲ αὐτῆϲ δυνάμεωϲ καὶ πεϲϲοὺϲ προϲβάλλομεν τοὺϲ διὰ πηγάνου 〈καὶ γλήχωνοϲ〉 καὶ μέλιτοϲ καὶ νίτρου καὶ τερεβινθίνηϲ, χαλβάνηϲ, ἴρεωϲ, πηγάνου, ὑϲϲώπου |καὶ ταυρείαϲ χολῆϲ ἴϲων ἢ ἀνίϲων μεμειγμένων. ἐκ τούτων δέ ἐϲτι καὶ τὸ τοιοῦτον πρόϲθετον ϲύκων λιπαρῶν κεκομμένων ὥϲτε τὰϲ κετχραμίδαϲ αὐτῶν μὴ φαίνεϲθαι. ⩹ᾱ, 〈κυκλαμίνου ῥίζηϲ λειοτάτηϲ ⩹β, ἀφρονίτρου λευκοῦ ⩹ᾱ〉. εἰϲ δὲ τὸ ἀμαυρῶϲαι τὴν πολλὴν αὐτοῦ δριμύτητα καὶ δῆξιν εἰϲ γάλα τὸν πεϲϲὸν προβάπτειν χρὴ καὶ ὑποτιθέναι. καὶ ϲικύαϲ δὲ τοῖϲ τόποιϲ κατὰ κύκλον προϲβλητέον καὶ βιαίωϲ ἀποϲπαϲτέον, ἐνίοτε δὲ καὶ μετὰ ἀμυχῶν. καὶ πᾶϲι τοῖϲ μεταϲυγκρίνειν δυναμένοιϲ χρηϲτέον, καθάπερ τοῖϲ αὐτοφυέϲιν ὕδαϲιν καὶ κατακρουνιϲμοῖϲ καὶ νήξεϲιν, πρῶτον μὲν θερμοῖϲ, ὕϲτερον δὲ καὶ ψυχροῖϲ, κατ᾿ ὀλίγον ἐθίζονταϲ τὸ ϲῶμα ὑπὸ- μένειν τὴν ψυχρολουϲίαν, ὥϲτε τονωθῆναι τὰ πεπονθότα μέρη. τροφὰϲ δὲ διδόναι λεπτυνούϲαϲ καὶ διαλύειν πνεύματα δυναμέναϲ. χρηϲτέον δὲ καὶ τῷ Διοϲπολιτικῷ, ἐνίοτε δὲ καὶ τῷ διὰ καλαμίνθηϲ. 33. τὰ δὲ φαρμακωδέϲτερα φάρμακα παραιτούμεθα διὰ τὴν ἀνα- τροπὴν τοῦ ϲτομάχου καὶ τὰϲ ὑποθυμιάϲειϲ καὶ τούϲ διὰ τῶν ἄρωμά- των ὑποκαπνιϲμούϲ· πληρουμένη γὰρ ὑπὸ τούτων ἡ κεφαλὴ μείζονα τὴν βλάβην ὑπομένει τῆϲ ὠφελείαϲ. ἀποδοκιμάζομεν δὲ καὶ τὰ ϲτύφοντα τῶν ἐπιθεμάτων, οἷον τὰ διὰ μήλων Κυδωνίων, φϲινίκων Θηβαικῶν, οἴνου αὐϲτηροῦ, οἰνάνθηϲ, ἀκακίαϲ, ϲιδίων· τὴν γὰρ ἐπὶ ϲτεγνώϲει γεγενημέ- νην ἐμπνευμάτωϲιν οὐ τὰ ϲτύφοντα λύει, τὰ δὲ χαλῶντα καὶ ἀνιέντα.