Ancient Greek · ~2 min
〈ϹΩΠΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Γ〉
Soranus, Gynaeciorum Libri IV VII, Περὶ οἰδήματοϲ ὑϲτέραϲ.
Not analysed yet
34, Οἰδούϲηϲ δὲ τῆϲ ὑϲτέραϲ ὄγκοϲ παρέπεται ὠχρό|λευκοϲ, ὑπό- ϲομφοϲ, εὐαφήϲ, εἴκων πρὸϲ τὰϲ τῶν δακτύλων θλίψειϲ καὶ μετὰ βραχὺ πάλιν ἐπαιρόμενοϲ· τὸ δὲ ἐπιγάϲτριον ὁμόχρουν ἐϲτὶν καὶ τοῖϲ δαιϲτύλοιϲ ἑλκόμενον ἐπακολουθεῖ. τὰ αὐτὰ δὲ καὶ νῦν παραλητπτέον ἅπερ ἐπὶ τῆϲ ἐμπνευματώϲεωϲ εἰρήκαμεν. ἐγχυματιϲτέον δὲ τοὺϲ τόπουϲ τὸ μὲν πρῶτον ἐλαίῳ θερμῷ, ἔπειτα κυπρίνῳ ἢ ἰρίνῳ ἐλαίῳ. καὶ πεϲϲοῖϲ ὁμοίοιϲ 〈τοῖϲ ἐπὶ〉 τῆϲ ἐμπνευματώϲεωϲ 〈χρηϲτέον〉.