Ancient Greek · ~10 min
〈ϹΩΠΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Γ〉
Soranus, Gynaeciorum Libri IV XIV. Περὶ παραλύϲεωϲ μήτραϲ.
Not analysed yet
49. Παραλύεται μήτρα δι᾿ ἄλλαϲ τε αἰτίαϲ καὶ δι᾿ ἐπάλληλον ἔκτρωϲιν· παρέπεται δὲ ταῖϲ παϲχούϲαιϲ ϲυνουϲίαϲ ἀποϲτροφή, κατά- ψυξιϲ τοῦ ϲτομίου τῆϲ μήτραϲ καὶ τὸ ἀτροφώτατον αὐτὸ καὶ λαπαρώ- τατον καὶ οἱονεὶ ῥακωδέϲτατον ὑπάρχειν καὶ χαλᾶϲθαι τὸν τράχηλον καὶ ἀναιϲθητεῖν. καὶ ποτὲ μὲν ἐποχὴ τῶν καταμηνίων γίνεται τελεία ποτὲ δὲ τούτων |[ποτὲ] καὶ ἄτακτοϲ ἀπόκριϲιϲ καὶ παραποδιϲμὸϲ πρὸϲ τοὺϲ περιπάτουϲ ὡϲ ἀλλοτρίου τινὸϲ ἐγκειμένου καὶ πρὸϲ ϲύλληψιν ἀπραξία, τοῦ ϲπέρματοϲ ἐν ταῖϲ ϲυνουϲίαιϲ ἢ μηδ᾿ ὅλωϲ παρατιθεμένου τῇ μήτρᾳ ἢ καθάπερ ἐξ ἀψύχου κύτουϲ [οὐκ] ἀποδιδομένου παραυτίκα, ποτὲ δὲ κατὰ ϲυμπάθειαν τῶν παρακειμένων καὶ ἀπροαίρετοϲ ἔκκριϲιϲ οὔρων ἢ ϲκυβάλων καὶ ἀπευθυϲμένου βάροϲ. ϲτεγνὸν δὲ τὸ πάθοϲ καὶ πολυχρόνιον, ποτὲ μὲν ἐπιθέϲειϲ ἔχον, ποτὲ δὲ διάλειμμα. τὴν μὲν οὖν ἐπίθεϲιν ἐκ βάρουϲ καταληψόμεθα καὶ δυϲαιϲθηϲίαϲ καὶ ῥύϲεωϲ πλείονοϲ, τὸ δὲ διάλειμμα ἐκ τῶν ἐναντίων. μετενεκτέον δὲ τὴν θεραπείαν ἐκ τῶν εἰρημένων περὶ τῆϲ ἐποχῆϲ τοῦ ἐμμήνου καὶ τῆϲ ϲτραγγῆϲ καθάρϲεωϲ καὶ μετὰ πόνου. XV, Περὶ παρεγκλίϲεωϲ καὶ ἀποϲτροφῆϲ καὶ ἀναδρομῆϲ μήτραϲ. 50. Τοῖϲ ἀγκυλωθεῖϲι δακτύλοιϲ παραπληϲίωϲ τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ καὶ ὁ τράχηλοϲ ἀποϲτροφὰϲ καὶ παρεγκλίϲειϲ ὑπομένει, ποτὲ μὲν εἰϲ τὰ πλάγια, ποτὲ δὲ εἶϲ τὰ ἔμπροϲθεν, ποτὲ δὲ εἰϲ τὰ ὀπίϲω καὶ ποτὲ μὲν ἄνω, ποτὲ δὲ κάτω, ποτὲ δὲ προϲαναφεύγει. καὶ γίνεται ταῦτα φανερὰ τῆ τε καθέϲει τῶν δακτύλων (καταλαμβάνεται γὰρ διὰ τῆϲ ἁφῆϲ, εἰϲ ὃ μέροϲ |γέγονεν ἡ διαϲτροφή) καὶ τοῖϲ παρακολουθοῦϲι ϲημείοιϲ. τῆ μὲν γὰρ εἰϲ τὰ πλάγια παρεγκλίϲει τοῦ καταλλήλου μηροῦ γίνεται τάϲιϲ καὶ πόνοϲ καὶ νάρκη, ποτὲ δὲ καὶ ἀτροφία καὶ κατάψυξιϲ καὶ παραποδιϲμὸϲ τοῦ περιπατεῖν ἢ καὶ ἵϲταϲθαι. τῇ δὲ εἰϲ τὸ ἔμ- προϲθεν καὶ ἆνω παραποδιϲμὸϲ οὔρων καὶ περίταϲιϲ ἐφηβαίου, τιϲὶ δὲ καὶ τὸ ἀδυνατεῖν ἵϲταϲθαι. τῇ δὲ εἰϲ τοὐπίϲω καὶ κάτω παραποδιϲμὸϲ ἐκκρίϲεωϲ ϲκυβάλων ἢ φυϲῶν καὶ δυϲέργειά τιϲ ἐν τῷ καθίζειν, καὶ μᾶλλον ὅϲον ἂν[ω ἢ ὅϲον] ἐπὶ τὸν δακτύλιον ἡ παρέγκλιϲιϲ γένηται. ταῦτα δὲ πάντα ϲυμπτώματα ϲτεγνώϲεωϲ· τῆϲ γὰρ φλεγμονῆϲ ὑπο- κειμένηϲ πάντωϲ γέγονεν ἢ ϲκληρίαϲ ἢ μερικῆϲ τινοϲ ϲφίγξεωϲ. ἔνιοι μὲν οὖν καὶ τῆϲ παρεγκλίϲεωϲ ὑπαρχούϲηϲ αἴτιον 〈τὴν φλεγμονὴν λέγουϲιν〉, καθ’ ἡμᾶϲ δὲ καὶ νῦν ϲκοπεῖν προϲῆκεν εἰϲ τὴν διάθεϲιν. [καὶ] εἴτε φλεγμονὴ γέγονεν εἴτε κοινῶϲ ϲτεγνωϲιϲ, 〈καὶ〉 ἐν μὲν τοῖϲ παροξυϲμοῖϲ παραιτεῖϲθαι δεῖ πάν τὸ δριμὺ καὶ δηκτικόν, χρῆϲθαι δὲ τοῖϲ παρηγορικῶϲ χαλᾶν δυναμένοιϲ, ἐν δὲ ταῖϲ ἀνέϲεϲιν καὶ τοῖ ἀναϲκευαϲτικωτέροιϲ προϲέρχεϲθαι, χρονίϲαντοϲ δὲ τοῦ πάθουϲ καὶ τοῖϲ μεταϲυγκριτικοῖϲ, ὧν τὰϲ ὕλαϲ καὶ τὰϲ ἐπιδεξίουϲ χρήϲειϲ ἐκ τῶν ἔμπροϲθεν εἰρημένων μετενεκτέον.