Ancient Greek · ~10 min
〈ϹΩΠΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Γ〉
Soranus, Gynaeciorum Libri IV XIII. Περἱ ἀτονούϲηϲ μήτραϲ.
Not analysed yet
47. Ὥϲπερ καὶ τὰ ἄλλα μόρια τοῦ ϲώματοϲ, οὕτωϲ καὶ ἡ μήτρα ἐνίοτε ἀτονεῖ. παρέπεται δὲ ταῖϲ τοιαῦτα παϲχούϲαιϲ ϲυνουϲίαϲ ἀποϲτροφή, ἔκκριϲιϲ πνευμάτων, πλεοναϲμὸϲ καταμηνίων δὶϲ ἢ τρὶϲ ἐπιφαινομένων τοῦ μηνὸϲ ἀτάκτωϲ, μελάνων, ὑδατωδῶν, ἀκρατηϲία τοῦ ϲπέρματοϲ. ἐκρεῖ γὰρ μετὰ τὴν ϲυνουϲίαν αἷϲ μὲν εὐθύϲ, αἷϲ δὲ μετὰ ἡμέραϲ τινὰϲ ὀλίγωϲ βράδιον, αἷϲ δὲ καὶ διατυπωθέν, ἄλλαιϲ δὲ καὶ νεκρωθὲν ἢ παντελῶϲ ἄτροφον καὶ τοῖϲ χρόνοιϲ ἐλλιπέϲ, ὥϲτε γίνεϲθαι ποτὲ μὲν ἔκροιαν, ποτὲ δὲ ἔκ κτρ πωϲιν, ποτὲ δὲ ὧμοτο -κίον. ‘ἔκροια’ μὲν οὖν ἐϲτιν ἀποπτυϲμὸϲ τοῦ ϲπέρματοϲ μετὰ τὴν ϲυνουϲίαν μετὰ πρώτην ἢ δευτέραν 〈ἢ τρίτην〉 ἡμέραν, ‘ἔκτρωϲιϲ’ δὲ ἡ μετὰ δεύτερον ἢ τρίτον μῆνα φθορὰ τοῦ ἐμβρύου, ‘ὠμοτοκία’ δὲ ἡ ϲύνεγγυϲ τῆϲ τελειώϲεωϲ πρὸ ὥραϲ ἀπότεξιϲ· τὰ δὲ μὴ φθαρέντα ἔμβρυα ἄτροφα καὶ ἀϲθενέϲτατα γίνεται. ἐν δὲ τῷ καιρῷ τῶν κατα- μηνίων παρέπεται βάροϲ τοῦ ἐπιγαϲτρίου, ὀϲφύοϲ, ϲκελῶν· ὁ ϲτόμα- χοϲ κακοπραγεῖ, κἀκ τούτου ἐνίοτε ἀναθυμιάϲεων περὶ τὴν κεφαλὴν γιγνομένων τὰ αὐτὰ ϲυμπτώματα ταῖϲ ὑϲτερικῶϲ πνιγομέναιϲ παρέπε- ται, ἐνίοτε δὲ καὶ μελαγχολικαῖϲ παρανοίαιϲ περιπίπτουϲι καὶ μανίαιϲ. ϲυμβαίνει δὲ τὸ πάθοϲ ἐκ ϲυνεχῶν κυήϲεων καὶ διατάϲεων καὶ μάλιϲτα ὅτε μεγάλα εἴη τὰ ἔμβρυα. 48. μετενεκτέον δὲ τῆ θεραπείᾳ ἐκ τῶν ἔμπροϲθεν εἰρημένων τὰ δυνάμενα τόνον ἐντιθέναι καὶ ῥώμην τοῖϲ πεπονθόϲι μορίοιϲ· ὡϲ γὰρ χρονίου ῥοώδουϲ τοῦ πάθουϲ ἐπιμελεῖϲθαι προϲήκει. 〈καὶ〉 ϲταλτικοῖϲ μὲν κατὰ τὰϲ ἐπιθέϲειϲ χρώμεθα, τονωτικοῖϲ δὲ καὶ μεταϲυγκριτικοῖϲ κατὰ τὰ διαλείμματα. δεῖ μέντοι μὴ ἀποπτυϲθέντοϲ εὐθέωϲ τοῦ ϲπέρ- ματοϲ τῇ ϲυλλήψει ϲυνεργεῖν, ὡϲ ἐν ἀρχαῖϲ ὑπεδείξαμεν. φθορᾶϲ δὲ προϲδοκωμένηϲ ἔϲεϲθαι, καθάπερ διὰ τοῦ προηγουμένου ϲκέμματοϲ παρεϲτήϲαμεν (ἰϲχνουμένων τε παραλόγωϲ τῶν μαϲτῶν, ὡϲ Ἱπ ποκρᾶ- τηϲ φηϲίν, καὶ ψυχομένων τῶν μηρῶν, ὥϲπερ ἐϲημειώϲατο Διοκλ ῆ ϲ) ἢ καὶ τοῦ ἐμβρύου διεφθαρμένου πρὸϲ μὲν τὴν ἔκκριϲιν ἀποϲυνεργοῦντα δεῖ πολλὴν ἡϲυχίαν ἄγειν καὶ ἀναρρόπωϲ κατακλίνειν καὶ ϲπόγγουϲ ἀποτεθλιμμένουϲ ἐν ὀξυκράτῳ περιβάλλειν ἐφηβαίῳ καὶ ὀϲφύι, πολ- λάκιϲ γὰρ οὕτωϲ ἔκτρωϲιϲ ἐκρατήθη, τοιαύτηϲ ἐπιμελείαϲ πρὸϲ διαίρεϲιν πρόϲφατον ϲυνταχθείϲηϲ. ἐφθαρμένου δὲ τοῦ κατὰ γαϲτρὸϲ διὰ τῶν ἀνετικῶν ϲυνεργητέον τῇ τελείᾳ ἐκβολῇ. ἐγκαθίϲματα οὖν παραλαμ- βάνειν χρὴ τὰ ϲτύφοντα, χλιαρὰ μέντοι τῇ ἁφῇ, καὶ ἐγχυματιϲτέον τὴν ὑϲτέραν ῥοδίνῳ τε χλιαρῷ ἢ ναρκιϲϲίνῳ ἢ Ϲουϲίνῳ ἢ μηλίνῳ καὶ τοῖϲ ὁμοίοιϲ τὸ ὑπογάϲτριον ἀλειπτέον καὶ τὴν ὀϲφύν. γυμνάζειν δὲ ϲυνεχῶϲ ὅλον τὸ ϲῶμα γυναικὶ πρέπουϲι γυμναϲίοιϲ. τροφαῖϲ δὲ χρη- ϲτέον ὀλίγαιϲ μέν, κρεώδεϲι δὲ καὶ ὑποϲτυφούϲαιϲ ἠρέμα, καὶ οἶνον ὁμοίωϲ ϲτύφοντα μετρίωϲ ϲκληρὸν διδόναι· ὀλίγον δὲ ἔϲτω τὸ πλῆθοϲ τοῦ πινομένου, μᾶλλον γὰρ ἡ δίψα ἐπιτηδεία τῷ πάθει. παραιτεῖϲθαι δὲ τὰ διὰ γάλακτοϲ καὶ τυροῦ ϲκευαζόμενα πάντα καὶ πᾶϲαν κάθαρϲιν καὶ κοιλιολυϲίαν.