Ancient Greek · ~37 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Δ〉
Soranus, Gynaeciorum Libri IV XV [XXXI]. Περὶ προπτώϲεωϲ μήτραϲ [δι᾿ ἐμβρυουλκίαν]..1
Not analysed yet
35 [84]. Πρόπτωϲιϲ ὑϲτέραϲ λέγεται ἡ τῆϲ ἐκτροπῆϲ περὶ τὴν μήτραν ἀπειλή· οὐ γάρ, ὥϲ τινεϲ ὑπολαμβάνουϲιν, ἀπολυθεῖϲα ἡ μήτρα τῶν προϲφύϲεων ὅλη προπίπτει (οὐδὲ γὰρ ἀποκαταϲτῆναι δύναται, 〈ἐὰν τοιαύτη γένηται〉 πρόπτωϲιϲ)· τὸ δὲ προπῖπτον παρα- πλήϲιόν ἐϲτιν ῷῷ ϲτρουθοκαμήλου παρὰ τὸ μᾶλλον καὶ ἧττον πρὸϲ λόγον τῆϲ κατὰ τὴν βίαν γινομένηϲ ἐκτροπῆϲ. προπίπτει μὲν οὑν ϲπανίωϲ, διὰ πλείουϲ δὲ αἰτίαϲ. καὶ γὰρ ἀφ᾿ ὕψουϲ κατενεχθεῖϲα γυνὴ καὶ ἐπὶ τὰ ἰϲχία ἑδραϲθεῖϲα πάϲχει τὸ τοιοῦτον ῥηγνυμένων 〈καὶ ἀποϲπωμένων〉 τινῶν ὑμένων τῶν ϲυνδούντων αὐτὴν πρὸϲ τὰ παρακείμενα. γίγνεται δὲ καὶ δι᾿ ἐξολκὴν εὔτονον τοῦ χορίου, ὅπερ μάλιϲτα ἐν ταῖϲ λεγομέναιϲ ὠμοτοκίαιϲ ϲυμβαίνει. καὶ ἄτεχνοϲ δὲ ἐμβρυουλκία εἰργάϲατο τὸ πάθοϲ. γίγνεται 〈δὲ〉 καὶ διὰ κατοχὴν 〈τοῦ〉 πνεύματοϲ ἢ πήδημα καὶ διὰ βάρουϲ ἄρϲιν καὶ διὰ πληγήν, ἐνίοτε δὲ καὶ διὰ παράθεϲιν ὑγροῦ πολλοῦ καὶ γλίϲχρου 〈τῇ πολλῇ ἐπιτέγξει χαλαρῶν γενομένων καὶ παρειμένων τῶν κατὰ τὸν ἄνιω πυθμένα αὐτῆϲ ἐξαρτημάτων〉. ϲυνέβη δὲ τοῦτο καὶ διὰ ψυχικὸν πάθοϲ· ἢ γὰρ τέκνων ἀποβολῆϲ προϲαγγελθείϲηϲ ἢ πολεμίων ἐφόδου ἢ κατὰ θάλαϲϲαν χειμαϲθεῖϲαι ϲφοδρῶϲ ἔπαθον τὴν πρόπτωϲιν, λυθεῖ ϲαι τὸ πᾶν ϲύγκριμα, ὥϲτε καὶ τὴν μήτραν ἐξολιϲθῆϲαι. ἐϲθ’ ὅτε δὲ ἄνευ τινὸϲ αἰτίαϲ τοιαύτηϲ τῶν ϲωμάτων ἀϲθενηϲάντων |καὶ τῶν ἀντεχόντων αὐτὴν ὑμένων καὶ μυῶν ὁμοίωϲ παραλύϲει ἀτονηϲάντων ϲυνέϲτη τὸ πάθοϲ, οἰον γίνετm ἐπὶ τῶν παρηκμακυιῶν. κατ’ ἀρχὰϲ μὲν οὑν γίνεται πλείονοϲ αματοϲ φορά, ἔπειτα δὲ καὶ ὀδύνη λαγόνων καὶ ὀϲφύοϲ καὶ ἐπιγαϲτρίου καὶ αἰδοίου, καὶ φόβοϲ ἐϲτὶ ψυγένταϲ 〈τοὺϲ τόπουϲ〉 [τὸν] ϲπαϲμὸν ἐπενεγκεῖν· χρονιϲμοῦ δὲ γενομένου καὶ τῶν ϲωμάτων τυλωθέντων ὅ τε φόβοϲ καὶ ὁ πόνοϲ ἐκλύεται. 36 [85]. ἔνιοι μὲν οὑν ὅλην λέγουϲιν προπίπτειν, τῶν ἀντε- χόντων αὐτὴν ὑμένων καὶ μυῶν ῥαγέντων ἐκ πληγῆϲ ἡ τινοϲ τῶν ἐμφερῶν 〈ἢ〉 χαλαϲθέντων καὶ ὅμοιόν τι παραλύϲει ἐργαϲθέντων· οἱ δὲ π ἔρι τὸν ‘Ιπποκράτην καὶ Ἡρφιλον μόνον τὸ ϲτόμιον (γνωρίζεται δὲ ἐκ τοῦ τρuφεροῦ προπῖπτον τὸ ϲύγκριμα ὅμοιον κεφαλῆ πολύποδοϲ. ὡϲ Ἡρὁφιλοϲ ἔλεγεν, πόρον ἔχον ὡϲ παραδέξαϲθαι διπύρηνον)· οἱ δὲ μηδ’ ὅλωϲ· οὐκ ἂν γάρ φαϲιν ἀποκαθίϲαι τὴν μήτραν ἀπὸ μέρουϲ, φλεγμαῖνον δὲ τὸ ϲτόμιον ψανταϲίαν παρέχειν προπτιώ- ϲεωϲ. οἱ δὲ κατ’ ἐκτροπὴν γίνεϲθαι τὴν πρόπτωϲιν αὐτῆϲ ὑπο- λαμβάνουϲιν, ὡϲ ποτὲ μὲν 〈τὸν〉 ἔξωθεν, ποτὲ δὲ τὸν ἔνδον αὐτῆc χιτῶνα προπίπτειν· διπλῆν γὰρ αὐτὴν ὑπάρχειν καὶ τὸν μὲν ἔξωθεν αὐτῆϲ χιτῶνα τοῖϲ ὑπερκειμένοιϲ ϲυμπεφυκέναι, τὸν δ’ ἔϲωθεν τούτῳ ϲυνηρτῆϲθαι καὶ τῆ χαλάϲει τῶν ὑμνων προπίπτειν· οἱ δὲ καὶ τὴν ὅλην κατὰ ῥῆξιν ὴ παράλυϲιν, ἢ ἀπὸ μέρουϲ καὶ εἰϲ τὰ ἑαυτῆϲ κοῖλα ἔτι ἐνδιπλουμένην. ὅταν μὲν οὐν κατὰ ῥῆξιν, φαϲίν, προπέϲῃ, φανήϲεται παντελῶϲ ἔναιμοϲ, κατὰ προήγηϲίν τινοϲ πτώϲεωϲ ἢ βίαϲ τινὸϲ ἢ πληγῆϲ· ὅταν δὲ κατ’ ἐπιχαλαϲμὸν ἢ καὶ παράλυϲιν, οὐκ ἔναιμοϲ οὔτε παχυτέρα, καὶ κατὰ τὸ πλεῖϲτον ἐξ ἀδήλου προφάϲεωϲ, ἐνιάκιϲ δὲ καὶ κατὰ τὰϲ αὐτὰϲ ταῖϲ προτέραιϲ περιϲτάϲειϲ παραλύεται. καὶ πάλιν ἀπὸ μέρουϲ μὲν αὐτῆϲ προπεπτωκυίαϲ ἀπευθυϲμένου τρόπον ἐξ ἑκατέρων τῶν μερῶν ἐκπροπτώϲειϲ ὁρῶνται. κατ’ ἐκϲτροφὴν δὲ 〈τῆϲ〉 ὅληϲ περιφερείαϲ ὄγκοϲ ϲτρογγύλοϲ εὑρίϲκεται προπίπτων, ἐμ φερὴϲ ψῷ, ποτὲ μὲν ἐν τῷ γυναικείῳ μένων κόλπῳ, ποτὲ δὲ προ- χειρὸτεροϲ γινόμενοϲ κοὶ πρὸ τῶν πτερυγωμάτων, ἐνερευθὴϲ 〈μὲν〉 κατ’ ἀρχάϲ, ὑπόλευκοϲ δὲ ὕϲτερον. ϲυγχωρήϲαντεϲ δὲ καὶ ὅλην 〈ἢ〉 ἀπὸ μέρουϲ αὐτὴν προπετῶϲ 〈φέρεϲθαι〉 μεμφόμεθα πρῶτον 〈μὲν〉 εὐρυφῶντα δι’ ἡμέραϲ καὶ νυκτὸϲ ὅληϲ 〈τὴν〉 κάμνουϲαν ἐξαρτή- ϲαντα τῶν ποδῶν ἀπὸ κλιμακίου κἄπειτα κατακλίναντα μὲν ὑπτίαν, θΘρέψαντα δὲ πτιϲάνῃ ψυχρῇ· ἀνυπομόνητοϲ γὰρ ἡ ἀνάρτηϲιϲ καὶ. φυϲώδηϲ ἡ τροφὴ καὶ ἄτεχνοϲ ἡ τῶν ἡμερῶν διαρίθμηϲιϲ, ἐξ ὧν εἰϲ τοὺϲ καιροὺϲ ἀποβλέπει. θὐήνωρ δὲ ϲάρκα βοείαν ἐντίθηϲιν εἰϲ τὸ γυναικεῖον αἰδοῖον, οὐκ εἰδὼϲ τοὺϲ ἀπὸ τῆϲ ϲήψεωϲ ἰχῶραϲ [ἐν] τῇ δριμύτητι νομῆϲ αἰτίουϲ γενήϲεϲθαι. Διοκλῆϲ δὲ ἐν τῷ δευτέρῳ τ ὧν Γυναικείων ἐνθλίβων πνεῦμα διὰ χαλκευτικῆϲ φύϲηϲ ἀπεντάϲϲει. τὴν ὑϲτέραν, εἰτα ὑοιὰϲ περιψήξαϲ καὶ εἰϲ ὄξοϲ ἀποβάπτων ἐντίθηϲιν, ϲτρόφον μὲν ἐργαϲάμενοϲ διὰ τοῦ πνεύματοϲ, θλίψιν δὲ διὰ τῆϲ ῥόαϲ· ἀπηνὴϲ γὰρ καὶ ϲτύφουϲα. τινὲϲ δὲ ϲάκκον τρίχινον τῇ ὑϲτέρᾳ προϲβάλλουϲιν, ὥϲτε διὰ τὴν ὀξύτητα τῶν τριχῶν ἀλγήϲανταϲ τοὺϲ τόπουϲ ϲυνελκυϲθῆναι, μὴ εἰδότεϲ ὅτι τὰ παραλελυμένα μὲν οὐδὲν ἀλγεῖ, τὰ δὲ ἀλγήϲαντα πρὸϲ ὀλίγον ϲυνελκυϲθέντα προπίπτει πάλιν. οἱ π ὅλοι δὲ τοῖϲ μὲν εὐώδεϲιν ἀποϲφραίνουϲιν, ὑποθυμιῶϲιν δὲ ὑπεναντίωϲ τὰϲ ὑϲτέραϲ, καὶ νῦν ὡϲ ζῷον οἰόμενοι τὴν ὑϲτέραν φεύγειν μὲν τὰ δυϲώδη, πρὸϲ δὲ τὰ εὐώδη φέρεϲθαι. μεμφόμεθα δὲ καὶ Ϲτρά τῶν α ϲποδῷ δεδευμένῃ τὸν κόλπον ἀναπληροῦντα, προϲ- θέτῳ δὲ χρώμενον καϲτορίῳ· δριμεῖα μὲν γὰρ ἡ ϲποδόϲ, ϲυμπληρω- τικὸν δὲ τὸ καϲτόριον. 37 [86]. ἁρμόϲει τοίνυν προϲφάτου μὲν οὔϲηϲ τῆϲ προπτώϲεωϲ. ἐναίμου δὲ τῆϲ ὑϲτέραϲ βλεπομένηϲ καὶ ἀφλεγμάντου, προπερικλύ ϲαντα μὲν τὸ ϲπλάγχνον ὕδατι ψυχρῷ ἢ [ὄξει] ὀξυκράτῳ τοῖϲ δακτύ- λοιϲ ἐγχειρεῖν τῇ τῆϲ μήτραϲ καταϲτολῇ, καὶ γὰρ ὑπακούει κατ’ ἀρχὰϲ ῥᾳδίωϲ πρὸϲ τὸν καταρτιϲμόν. εἰ δὲ μὴ ὑπακούοι, διὰ ϲπόγγου περι- φεροῦϲ προϲτεθέντοϲ ἐνδιατάϲϲειν μετεωριζομένων 〈τῶν μηρῶν〉 ὑπύ τινων δεξιῶϲ ὑπηρετεῖν δυναμένων. μετὰ δὲ τὴν καταϲτολὴν ἐκπλῃ ροῦν τὸ γυναικεῖον αἰδοῖον ἐνθέϲει ϲπογγιᾶϲ ὀξυκράτῳ βεβρεγμένηϲ ἠερίου καὶ τῇ ἐπιδέϲει ϲυλλαμβάνοντα ϲυνάγειν τούϲ μηροὺϲ καὶ περιπλέκειν ἐκτεταμένουϲ· μετεωρίζειν δὲ τὰ περὶ τὴν ὀϲφὺν ὑποθέϲει προϲκεφαλαίου ἢ τὰ περὶ τοὺϲ πόδαϲ τῆϲ κλίνηϲ μετέωρα ποιεῖν. καὶ ϲυϲτέλλειν ἄχρι διατρίτου καὶ τότε διδόναι τροφὴν ὀλίγην ἁπλῆν, εἶτα παρὰ μίαν· ϲτερεοποιηθείϲηϲ δὲ τῆϲ καταϲτολῆϲ μετὰ προϲοχῆϲ ἀναλαμβάνειν . εἰ τὰ τῆϲ ἡλικίαϲ ϲυλλαμβάνοιτο. [87.] ἐπἱ γὰρ τῶν πρεϲβυτέρων καταϲτέλλεται μὲν ἡ μήτρα, προπίπτει δὲ πάλιν εὐχερῶϲ. 38. εἰ μὲν οὑν ϲκύβαλα ἐν τῷ ἀπευθυϲμένῳ παρακέοιτο, διὰ κλυϲτῆροϲ αὐτὰ κομιϲτέον ἁπλοῦ. ὡϲαύτωϲ δὲ καὶ εί ἐν κύϲτει περίτ- τωμα εἴη, διὰ καθετῆροϲ αὐτὸ κομιϲτέον. ϲυμβαίνει γὰρ ἐπὶ 〈τὸ〉 πλεῖϲτον ἐγκατέχεϲθαι ταῦτα τῷ μέϲην τὴν ὑϲτέραν τεταγμένην ἀπευ- θυϲμένου καὶ κύϲτεωϲ παραποδίζειν 〈τε〉 ἐν ταῖϲ προπτώϲεϲι ταῖϲ φυϲι- καῖϲ ἐκκρίϲεϲι θλίβουϲαν καὶ ϲτενοχωροῦϲαν τοὺϲ τόπουϲ 〈καὶ παραποδί -ζεϲθαι ὑπ’ αὐτῶν ἐν ταῖϲ ἀναθλίψεϲιν αὐτήν〉. ϲχηματίζειν δὲ μετὰ τοῦτο τὴν κάμνουϲαν ὑπτίαν ὑψηλότερα ἔχουϲαν τὰ ἰϲχία καὶ κάμψα- ϲαν τὰϲ ἰγνύαϲ μετὰ τοῦ διεϲτάναι ἀπ’ ἀλλήλων τὰ ϲκέλη. ἔπειτ ἐλαίῳ πολλῷ χλιαρῷ καταντλήϲαντα τὸ προπεπτωκὸϲ τῆϲ μήτραϲ ἐπὶ πολὺ καὶ ποιήϲαντα ϲύϲτρεμμα ἐξ ἐρίου ϲχήματι καὶ πάχει ἀναλογοῦν τῷ γυναικείῳ κόλπω περιβάλλειν ἔξωθεν τὸ ϲύϲτρεμμα τοῦ ἐρίου ἰϲχνοτάτῳ καὶ καθαρῷ ὀθονίῳ. κἄπειτα καταβάπτειν ταχέωϲ εἰϲ ὀξύκρατον ἢ [καὶ 〈εἰϲ〉 ἀφέψημα χλιαρὸν μυρϲίνηϲ ἢ ϲχίνου ή βάτου ἢϲιδίων ἢ ῥόδων ἐγκαθίζειν κἄπειτα καταβάπτειν] εἰϲ χυλὸν ἀκακίαϲ ἢ ὑποκιϲτίδοϲ οἴνῳ διειμένηϲ καὶ προϲτιθέναι τῇ ὑϲτέρᾳ καὶ διαβιβά- ζειν πᾶν τὸ προπεπτωκὸϲ ἠρέμα ἀναθλίβοντα, ἄχριϲ οὐ ἡ μήτρα ἐπὶ τὸν ἴδιον τόπον ἀναχωρήϲῃ καὶ ὁ τοῦ ἐρίου ὄγκοϲ ὅλοϲ ἐν τῷ κόλπῳ γένηται [τοῦτ’ ἔϲτιν ἐν τῷ αἰδοίῳ]. εἶτα ἔρια ἔξωθεν ἐπιτιθέναι οἴνῳ ϲτύ φοντι βεβρεγμένα, εἶτα ϲκέπειν τὸ ἦτρον ὅλον ϲπόγγῳ ἢ ἐρίοιϲ ἐξ ὀξυκράτου τεθλιμμένοιϲ καὶ τὸ ἐπιγάϲτριον καὶ ἐφήβαιον καὶ ὀϲφύαϲ καὶ ἐπιδεϲμεῖν ἐκτείνειν τε τὰ ϲκέλη τῆϲ γυναικόϲ, ὥϲτε τὸ ἕτερον τῷ ἑτέρῳ ἐπικεῖϲθαι. μετὰ δὲ τοῦτο ϲικύαϲ προϲβλητέον μετὰ φλογὸϲ πλείονοϲ πρὸϲ ὀμφαλὸν καθ’ ἑκατέραν λαγόνα καὶ ὀϲφραντὰ ταῖϲ ῥιϲὶν εὐώδη ϲυνεχῶϲ προϲενεκτέον. τῆ δὲ τρίτῃ τῶν ἡμερῶν ἐγκειμένου τῷ κόλπῳ τοῦ ἐρίου ἐγκαθιζέτω ἡ γυνὴ εἰϲ οἶνον μέλανα αὐϲτηρὸν κεχλιαϲμένον ποϲῶϲ ἢ εἰϲ ἀφέψημα βάτου ἢ μυρϲίνηϲ ἢϲχίνου ἢ ϲιδίων. μετὰ δὲ τὸ ἐγκάθιϲμα κατακλιθείϲηϲ αὐτῆϲ ὑπτίαϲ ἀναρρόπου ὡϲ ὑψηλότερα ἔχειν τὰ πρὸϲ τοῖϲ ἰϲχίοιϲ, τὸ μὲν ἐγκείμενον ἔριον ἐξαιρείϲθω, ἕτερον δὲ ἐντιθέϲθω βεβρεγμένον τῷ αὐτῷ φαρμάκῳ. καταπλαττέϲθω δὲ τὸ ἐπιγάϲτριον φοίνιξιν, ἀλφίτοιϲ, ϲιδίοιϲ, 〈φακῷ μετ’ ὀξυμέλιτοϲ〉. καὶ διὰ τρίτηϲ πάλιν τὰ αὐτὰ γινέϲθω μέχρι παν- τελοῦϲ θεραπείαϲ. 39 [88]. εἰ δὲ πολὺν ἔξω χρόνον μείναϲα φαίνοιτο ὑπόλευκοϲ ἥδη κατεψῦχθαι, ποτὲ δὲ καὶ προδήλωϲ φλεγμαίνειν καὶ περιωδυνεῖν ἢ κατὰ παράλυϲιν προπεπτωκέναι, θερμῷ ὕδατι ἢ ὑδρελαίῳ 〈καταντλεῖν〉 ἢχυλῷ τήλεωϲ ἑφθῆϲ ἢ λινοϲπέρμου ἢ μολόχηϲ καὶ οὕτωϲ ἀπεντάϲϲειν· ἄν δὲ τὸ μέγεθοϲ 〈τῆϲ φλεγμονῆϲ〉 ἀπαιτήϲῃ, καὶ φλεβοτομεῖν καὶ τοῖϲ ἄλλοιϲ χρῆϲθαι χαλαϲτικοῖϲ διὰ τὴν παράλυϲιν [ἢ τὸ μέγεθοϲ τῆϲ φλεγμονῆϲ]. εἰ δὲ χρονίϲειεν, ὥϲτε ϲυνεχῶϲ προπίπτειν, ὀξυκράτῳ περιπλύνειν θερμῷ καὶ ἐγκαθίζειν τῷ ὀξυκράτῳ ἐφ’ ἱκανὸν χρόνον, ἔπειτα τὰ προειρημένα ποιεῖν πάντα, ἤγουν ϲικύαϲ κούφαϲ καὶ τὰ ἐπιθέματα τά τε διὰ φοινίκων, μήλων ἰυδωνίων καὶ πάντων ἤδη τῶν ϲτύφειν δυναμένων ἢ τὰ δι’ ἰτεῶν καὶ τῶν τὸ αὐτὸ ποιεῖν δυναμένων. εἶτα τὴν ὅλην ϲύγκριϲιν τονοῦν τῷ ἀναληπτικῷ κύκλῳ χρώμενον, ὕϲτερον δὲ τῷ μεταϲυγκριτικῷ· φοινίϲϲειν δὲ τὰ περὶ τὸ ἐφήβαιον καὶ τὴν ὀϲφὺν καὶ τὸ ἐπιγάϲτριον παροπτήϲει, ϲυήγμαϲιν δριμέϲιν, ϲιναπιϲμῷ, πεϲϲοῖϲ τοῖϲ διὰ νίτρου καὶ ϲταφίδοϲ 〈καὶ〉 ἁλῶν καὶ πᾶϲι τοῖϲ ἐκ τῶν μεταϲυγκριτικῶν ἐϲκευαϲμένοιϲ ὑλῶν. ἱ πλεῖϲτοι δὲ ϲυνεχῶϲ προπίπτουϲαν αὐτὴν ἁλϲὶν ἢ νίτρῳ ϲυμπάϲαντεϲ οὕτωϲ ἀπῶ θοῦϲιν, ὅπερ καὶ Θεϲϲαλὸϲ ἐνόμιϲεν 〈οὐκ〉 ἀκολούθωϲ αὺτῷ. τὰ γὰρ μεταϲυγκριτικὰ δεῖ παραλαβεῖν ἐν διαλείμματι [ἢ ὅτε] μᾶλλον ἢ ἐν ἐπιθέϲει, ὅτε προπέπτωκεν ἡ μήτρα. 40 [89]. μελανθείϲηϲ δὲ αὐτῆϲ ἀπὸ μέρουϲ διὰ τὸ ἔξω μεῖναι πλείοϲι χρόνοιϲ, εἰ καί τινεϲ ἱϲτοροῦϲι ϲυμβιῶϲαι μέχρι παντὸϲ ἐνίαιϲ τὴν μήτραν προπεπτωκυῖαν, τοῖϲ πρὸϲ νομὰϲ χρηϲτέον· εἰ δὲ μή, καὶ ἀποτμητέον τὸ μελανθέν, εἰ καὶ λοβὸν ῆπατοϲ ἢ πνεύμονοϲ ἀποτέμνομεν κατὰ τὴν πρόπτωϲιν μελανθέντα. κὰν ὅλη μελανθῇ, τὴν ϲύμπαϲαν ἀποτμητέον, οὐ μόνον διὰ τοὺϲ ἱϲτορήϲανταϲ αὐτὴν ἀκινδύνωϲ ἐκτέμνεϲθαι, ὧν ἔμπροϲθεν ἐμνημονεύϲαμεν, ἀλλ’ ὅτι τὸ ἀποκοπτόμενον οὐκέτι κύριόν ἐϲτιν μέροϲ, ἠλλοτριωμένον δὲ ϲῶμα καὶ ἀνοίκειον. εἰ δὲ ἐκ τοῦ ϲυνεχῶϲ προπίπτειν ἑλκωθεῖϲα ϲυμφύη τοὶϲ πτερυγώμαϲιν, ὡϲ ἱϲτοροῦϲί τινεϲ, διακριτέον τὴν πρόϲφυϲιν ὡϲ ἐντέρου πρὸϲ περιτόναιον· ἄμεινον δὲ τῆϲ ἀϲφαλείαϲ χάριν τῶν πτερυτωμάτων τι τῇ μήτρᾳ προϲχαρίζεϲθαι μὴ δυναμένηϲ τῆϲ δία κρίϲεωϲ ἴληϲ ἀποτελεϲθῆναι.