Ancient Greek · ~18 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Δ〉
Soranus, Gynaeciorum Libri IV IV [XX]. Περἱ ἐγκα τεχομένων δευτέρων..1
Not analysed yet
14 [1 71]. Μϲτὰ δὲ τὴν ἔκδοϲιν τοῦ ἐμβρύου πολλάκιϲ ὑπομένει τὸ χόριον, 5 〈δὴ〉 καὶ δεύτερον’ καλεῖται, καὶ δυϲχερείαϲἐπιφέρει μετα- βάλλον καὶ ϲυϲτρέφον περὶ αὺτὸ τὴν ὑϲτέραν καὶ διὰ τοῦτο πόνουϲ κεφαλῆϲ καὶ ἤτρου καὶ ϲυνολκὰϲ ἢ πνιγμοὺϲ ἀποτελεῖ, ποτὲ μὲν ἔτι ϲῷζον τὴν πρὸϲ τὸν ὀμφαλὸν τοῦ ἐμβρύου ϲυνέχειαν, ποτὲ δὲ ἀπε- ϲπαϲμένον (ἀπροόπτωϲ τοῦ ἐμβρύου κατενεχθέντοϲ ἢ τῆϲ μαίαϲ ἄπει ρωϲ τὸν ἀποτιλμὸν ἐργαϲαμένηϲ], καὶ ποτὲ μὲν ἀποκεκρυμμένον, ποτὲ δὲ ἀπὸ μέρουϲ προκύπτον, καὶ ἤτοι τὴν πρὸϲ τὴν ὑϲτέραν ϲυνέχειαν ἡ προϲάρτηϲιν ἔτι ϲῷζον ἢ ἀπολελυμένον, ποτὲ μὲν ἐπιμεμυκότοϲ, ποτὲ δὲ διεϲτῶτοϲ ἀκμὴν τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ, καὶ ἤτοι χωρὶϲ φλεγμονῆϲ ἢ ϲὺν φλεγμονῇ. Ἱπποκράτηϲ μὲν οὑν πταρμικοῖϲ χρῆται καὶ ϲυνάγει τὰ πτερύ- για τῆϲ ῥινόϲ, ἱνα διὰ τῆϲ τοῦ πνεύματοϲ εἰϲ τὸ βάθοϲ ἐμπτώϲεωϲ ἐκπέϲῃ τὸ χόριον. Εὐρυφῶν δὲ ὁ Κενίδιοϲ οὐραγωγοῖϲ χρῆται ποτίϲμαϲιν τοῖϲ ἀπὸ δικτάμνου καὶ ἐλελιϲφάκου, καὶ πεϲϲοῖϲ τοῖϲ αἱμαγωγοῖϲ διὰ ϲτρουθίου καὶ ’λυρικῆϲ ἴρεωϲ καὶ κανθαρίδων καὶ μέλιτοϲ, καὶ καταϲειϲμῷ τῷ διὰ τῆϲ κλίμακοϲ προϲδεδεμένηϲ τῆϲ. ἐξέλκειν. Δίων δὲ καὶ τοῖϲ δι’ ἐλελιϲφάκου χρῆται καὶ ϲμύρνηϲ καὶ ϲελίνου ϲπέρματοϲ ποτίϲμαϲιν. τινὲϲ δὲ ὑποθυμιῶϲιν, οἷον ἄϲφαλτον, τρίχαϲ ἀνθρωπείαϲ, κέραϲ ἐλάφειον. χαλβάνην, μελάνθιον, ἀρτεμιϲίαν. Ϲτρὰτων δὲ ὁ Ἐραϲιϲτράτειοϲ εἰϲ χύτραν ἀργυρᾶν ἢ χαλκῆν καϲϲιτέρῳ περικεχυμένην ἀρώματα βάλλει νάρδον, καϲίαν, ἔτι δὲ πρά- ϲιον, ἀρτεμιϲίαν, δίκταμνον, Ϲούϲινον, ῥόδινον, μέλι, καὶ κρατήϲαϲ τὸ πωμάτιον αὐλίϲκον περιτίθηϲιν, οὐ τὸ ἕτερον πέραϲ εἰϲ τὸ γυναικεῖον ἁρμόζει αἰδοῖον καὶ πυριᾶ τοὺϲ τόπουϲ δι’ ὀλίγου πυρὸϲ ἀναθερμαίνων τὰ ἀγγεῖα. M αντίαϲ δὲ παρακατακλίνει τὸ βρέφοϲ τοῖϲ μηροῖϲ τῆϲ κυούϲηϲ, ἵνα διὰ τῆϲ οἰκείαϲ φύϲεωϲ καὶ κινήϲεωϲ οὔτωϲ ἐφέλκηται τὸ χόριον· μὴ ϲῳζομένηϲ δὲ τῆϲ πρὸϲ τὸ βρέφοϲ τοῦ χορίου ϲυνεχείαϲ μολίβδου μέγεθοϲ ἐκ τοῦ προέχοντοϲ ἀποκρίμνηϲιν, ἱνα τῷ βάρει καταϲπαϲθῇ τὸ χόριον. 15 [1 72]. πάντα δὲ μοχθηρὰ τὰ προειρημένα. διὰ μὲν γὰρ τῶν πταρμικῶν ὁ πλείων ϲπαραγμὸϲ παραυτίκα μὲν τὸν ἐξ αἱμορραγίαϲ, ὕϲτερον δὲ τὸν ἐκ νευρικῆϲ ϲυμπαθείαϲ ἀποτελεῖ φόβον. τὰ δὲ ποτί- ϲματα κακοῖ τὸν ϲτόμαχον καὶ ἀνατρέπει, τὰ δὲ αἱμαγωγὰ πεϲϲάρια δάκνοντα καὶ ἀνελκοῦντα ϲπαϲμοhϲ καὶ ϲυνολκὰϲ καὶ ϲυμπαθείαϲ παραϲκευάζει· πλήϲϲει δὲ βιαίωϲ καὶ ὁ καταϲειϲμόϲ. τὸ δὲ ὁπωϲοῦν ἐπιϲπᾶϲθαι τὸ χόριον διὰ τὸν ϲπαραγμὸν φλεγμονὴν ἐπιφέρει καὶ ἀδύνατον, ὅπου μέμυκε τὸ ϲτόμιον καὶ οὐδὲν προπίπτει τοῦ χορίου μέροϲ. τὰ δὲ ὑποθυμιάματα δριμύτητι τὴν φλεγμονὴν αὔξει καὶ ϲυμ πληροῖ τὴν κεφαλήν. διὰ δὲ τὸν αὐτὸν λόγον ἡ ἀπὸ τῶν ἀρωμάτων πυρία περίεργόϲ ἐϲτιν, καὶ ὁ κατὰ τὸ ἕτερον πέραϲ τιθέμενοϲ εἰϲ τὸ γυναικεῖον αἰδοῖον αὐλίϲκοϲ τῇ διαδόϲει πυρούμενοϲ περιφλέγει τούϲ τόπουϲ. πολέμιον δὲ καὶ τὸ διὰ τῆϲ ἐξαρτήϲεωϲ τοῦ μολίβδου βιαίωϲ τὴν ἔκφυϲιν ἀποϲπᾶν, καὶ μᾶλλον ἤδη φλεγμονῆϲ ὑπαρχούϲηϲ (ή τε τοῦ χορίου διὰ τοῦ λίνου ϲφίγξιϲ ἄτονοϲ μὲν οὐϲα περιολιϲθήϲει πάντωϲ, εὔτονοϲ δὲ ϲυμπάθειαν οἴϲει καὶ λειποθυμίαν)· ἀλλ’ οὐδὲ πάντοτε προέχει 〈τι〉 τοῦ χορίου. καὶ τὸ διὰ τῆϲ κινήϲεωϲ τοῦ βρεφουϲ ἐπιβλαβέϲ, δεῖ γὰρ ἐμπείρωϲ τὴν ὁλκὴν γενέϲθαι. 16 |1 73]. διὸ ϲῳζομένηϲ τῆϲ πρὸϲ τὸν ὀμφαλὸν αὐτοῦ ϲυνεχείαϲ ἐπὶ χειρῶν μιᾶϲ ὑπηρέτιδοϲ δεῖ τιθέναι τὸ βρέφοϲ ὑπεϲτρωμένου ῥάκουϲ· εἷτο διὰ τοῦ ϲυμπεφυκότοϲ οὐραχοειδοῦϲ ἐντέρου τῷ ὀμφαλῷ τρόπον τινὰ ὁδηγούμενον ἐπικαθιέναι δεῖ τὴν χεῖρα πειθηνίωϲ 〈τε〉 διὰ τῆϲ ἐφ’ ἑκάτερα τὰ μέρη παραφορᾶϲ ϲυνεντεινομένηϲ ἄμα τῆϲ κυούϲηϲ ἄνευ ϲπαραγμοῦ τε καὶ ἀποϲπαϲμοῦ κομίζεϲθαι τὸ χόριον· εἰ δὲ πλεί- ονοϲ χρεία εἴη διατριβῆϲ, τὸ βρέφοϲ ἀπολύειν τῆϲ πρὸϲ τὸ κρατοῦν ϲυνεχείαϲ καὶ ταὐτὰ ποιεῖν δεῖ. καὶ εἰ μηδ’ ὅλωϲ ἐμπεφύκοι, τὸ ἔμ- βρυον ἤδη παραλαβόντα καταϲχεῖν ἁρμόϲει τὸ ὑπερέχον καὶ ἠρέμα παράγειν, ἐπανιέντα 〈μὲν〉 ὅτε ϲυϲτέλλεται τὸ ϲτόμιον, ἐφελκόμενον δὲ ὅτε διίϲταται. καὶ μηδενὸϲ προκύπτοντοϲ μέρουϲ, ἐν διαϲτάϲει δὲ τοῦ ϲτομίου μένοντοϲ, λελιπαϲμένην τὴν χεῖρα καθιέναι, καὶ εἰ μὲν ἀπολελυμένον τῆϲ πρὸϲ τὴν μήτραν ϲυμφύϲεωϲ τὸ χόριον καὶ εἰϲ αὺτὸ ϲυνεϲτραμμένον εἴη, ἐπιϲπᾶϲθαι λαβόμενον, εἰ δὲ ϲυμπεφυκόϲ, ἁπλώϲαντα τοὺϲ δακτύλουϲ ἐνδοθὲν πειρᾶϲθαι διὰ τῆϲ ἐξ ἑκατέρου μέρουϲ ἀντιπεριαγωγῆϲ ἀπολύειν αὐτὸ πειθηνίωϲ· οἱ γὰρ ἀπείρωϲ κατ’ εὐθ τείνοντεϲ καὶ τὴν ὑϲτέραν ἐπεϲπάϲαντο πολλάκιϲ εἰϲ ἐκϲτρο- . φῆν. μὴ ἐπακούοντοϲ δὲ τοῦ δευτέρου πρὸϲ τούϲ ἠρεμωτέρουϲ ἐπι- ϲπαϲμούϲ ἢ καὶ μεμυκότοϲ τοῦ ϲτομίου καὶ φλεγμαίνοντοϲ καταλείπειν αὐτὸ [καὶ] δεῖ καὶ ὡϲ φλεγμονὴν θεραπεύειν δι’ ἐγχυματιϲμοῦ καὶ καταπλάϲεωϲ τῶν μορίων καὶ θερμῆϲ τροφῆϲ· ἀνιεμένηϲ γὰρ τῆϲ φλεγμονῆϲ ἀπολύεται τὸ ἀλλότριον καὶ κατὰ διαμύδηϲιν ἐκπίπτει (καθ’ ὃν τρόπον καὶ ἐνιάκιϲ ϲυναπέπλευϲε τοῖϲ ὑγροῖϲ καὶ κῶλον ἔξαρθρον, μετὰ φλεγμονὴν 〈δὲ〉 καταρτιϲμοῖϲ ἐπηκολούθηϲεν]. χωρὶϲ εἰ μὴ βάϲειϲ μὲν χοιράδων προϲφυεὶϲ καταλείπουϲί τινεϲ ὡϲ 〈εἰϲ〉 διαμύδηϲιν γενηϲομένην. τὸ δὲ χόριον ἐμπεφυκὸϲ κατηγγειωμένωϲ ϲπλάγχνῳ μετὰ βίαϲ ἀποϲπάϲαι δεῖ καὶ μὴ καταλείπειν τῷ χαλαϲμῷ δυνάμενον πειθηνίωϲ περιμυδῆϲαι. |