Ancient Greek · ~5 min
Dfhg-Source dfhg4_SOSICRATES_RHODIUS
SOSICRATES; SOSICRATES RHODIUS, Fragmenta 11
Not analysed yet
Τοῦ δὴ λοιποῦ προσεῖχον αὐτῷ ὁ δῆμος καὶ ἡδέως καὶ τυραννεῖσθαι ἤθελον ὑπ, αὐτοῦ· ὁ δὲ οὐχ εἵλετο, ἀλλὰ καὶ Πεισίστρατον τὸν συγγενῆ, καθά φησι Σωσικράτης, προαισθόμενος τὸ ἐφ ̓ ἑαυτῷ διεκώλυσεν. ᾍξας γὰρ εἰς τὴν ἐκκλησίαν μετὰ δόρατος καὶ ἀσπίδος προεῖπεν αὐτοῖς τὴν ἐπίθεσιν τοῦ Πεισιστράτου· καὶ οὐ μένον, ἀλλὰ καὶ βοηθεῖν ἕτοιμος εἶναι, λέγων ταῦτα· «Ἄνδρες Ἀθηναῖοι, τῶν μὲν σοφώτερος, τῶν δὲ ἀνδρειότερός εἰμι· σοφώτερος μὲν τῶν τὴν ἀπάτην τοῦ Πεισιστράτου μὴ συνιέντων, ἀνδρειότερος δὲ τῶν ἐπισταμένων μὲν, διὰ δέος δὲ σιωπώντων.» Καὶ ἡ βουλὴ, Πεισιστρατίδαι ὄντες, μαίνεσθαι ἔλεγον αὐτόν· ὅθεν εἶπε ταυτί· Δείξει δὴ μανίην μὲν ἐμὴν βαιὸς χρόνος ἀστοῖς, δείξει, ἀληθείης ἐς μέσον ἐρχομένης. Τὰ δὲ περὶ τῆς τοῦ Πεισιστράτου τυραννίδος ἐλεγεῖα προλέγοντος αὐτοῦ ταῦτα ἦν· Ἐκ νεφέλης φέρεται χιόνος μένος ἠδὲ χαλάζης· βροντή τ ̓ ἐκ λαμπρῆς γίγνεται ἀστεροπῆς· ἀνδρῶν δ ̓ ἐκ μεγάλων πόλις ὄλλυται· ἐς δὲ μονάρχου δῆμος ἀῖδρείῃ δουλοσύνην ἔπεσεν. Ἤδη δὲ αὐτοῦ κρατοῦντος οὐ πείθων ἔθηκε τὰ ὅπλα πρὸ τοῦ στρατηγίου καὶ εἰπὼν, «Ὦ πατρὶς, βεβοήθηκά σοι καὶ λόγῳ καὶ ἔργῳ,» ἀπέπλευσεν εἰς Αἴγυπτον καὶ εἰς Κύπρον, καὶ πρὸς Κροῖσον ἦλθεν.