Ancient Greek · ~4 min
Dfhg-Source dfhg4_SOSICRATES_RHODIUS
SOSICRATES; SOSICRATES RHODIUS, Fragmenta 16
Not analysed yet
Μύσων Στρύμωνος, ὥς φησι Σωσικράτης, Ἕρμιππον παρατιθέμενος, τὸ γένος Χηνεὺς, ἀπὸ κώμης τινὸς Οἰταῖκῆς ἢ Λακωνικῆς, σὺν τοῖς ἑπτὰ καταριθμεῖται. Λέγεται δὴ πρός τινος (τινῶν̣) Ἀναχάρσιδος πυνθανομένου εἴ τις αὐτοῦ σοφώτερος εἴη, τὴν Πυθίαν εἰπεῖν ἅπερ προείρηται ἐν τῷ Θαλοῦ βίῳ ὑπὲρ Χείλωνος· Οἰταῖόν τινά φημι Μὑσων ̓ ἐνὶ Χηνὶ γενέσθαι σοῦ μᾶλλον πραπίδεσσιν ἀργρότα πευκαλίμῃσι. Πολυπραγμονήσαντα δὲ ἐλθεῖν εἰς τὴν κώμην καὶ εὑρεῖν αὐτὸν θέρους ἐχέτλην ἀρότρῳ προσαρμόττοντα, καὶ εἰπεῖν, «Ἀλλ ̓, ὦ Μύσων, οὐχ ὥρα νῦν ἀρότρου». «Καὶ μάλα,» εἶπεν, «ὥστε ἐπισκευάζειν.» Ἄλλοι δὲ τὸν χρησμὸν οὕτως ἔχειν φασί «Ἠτεῖόν τινά φημι·» καὶ ζητοῦσι τί ἐστιν ὁ Ἠτεῖος. Παρμενίδης μὲν οὖν δῆμον εἶναι Λακωνικῆς, ὅθεν εἶναι τὸν Μύσωνα. Σωσικράτης δ ̓ ἐν Διαδοχαῖς, ἀπὸ μὲν πατρὸς Ἠτεῖον εἶναι, ἀπὸ δὲ μητρὸς Χηνέα. Εὐθύφρων δ ̓ ὁ Ἡρακλείδου τοῦ Ποντικοῦ, Κρῆτά φησιν εἶναι· Ἠτείαν γὰρ πόλιν εῖναι Κρήτης· Ἀναξίλαος δ ̓ Ἀρκάδα.