Ancient Greek
2 to 4
SOSICRATES; SOSICRATES RHODIUS, Fragmenta 2-4
Not analysed yet
Μέγεθος δὲ (sc. Τῆς Κρήτης) Σωσικράτης μὲν, ὅν φησιν ἀκριβοῦν Ἀπολλόδωρος τὰ περὶ τὴν νῆσον, ἀφορίζεται, μήκει μὲν πλειόνων ἢ δισχιλίων σταδίων καὶ τριακοσίων· πλάτει δὲ οὐ κατὰ τὸ μέγεθος· ὥσθ ̓ ὁ κύκλος γένοιτ ̓ ἂν πλέον ἢ πεντακισχίλιοι στάδιοι. Ἔστι καὶ ἐν Κρήτῃ Δουλόπολις, ὡς Σωσικράτης ἐν τῇ αʹ τῶν Κρητικῶν. Σωσικράτης δ ̓ ἐν πρώτῳ Κρητικῶν ἴδιόν τί φησι περὶ τοὺς Φαιστίους ὑπάρχειν. Δοκοῦσι γὰρ ἀσκεῖν ἐκ παιδαρίων εὐθὺς τὸ γέλοια λέγειν· διὸ καὶ συμβέβηκεν αὐτοὺς ἀποφθέγγεσθαι πολλάκις εὐκαίρως, διὰ τὴν ἐξ ἀρχῆς συνήθειαν. Ὥστε πάντας τοὺς κατὰ Κρήτην τόυ τοις ἀνατιθέναι τὸ γέλοιον.