Ancient Greek
7 to 9
SOSICRATES; SOSICRATES RHODIUS, Fragmenta 7-9
Not analysed yet
Λακεδαιμόνιοι δὲ πρὸ τῶν παρατάξεων Ἔρωτι προθύονται, ὡς ἐν τῇ τῶν παραταττομένων φιλίᾳ κειμένης τῆς σωτηρίας τε καὶ νίκης. Καὶ Κρῆτες δ ̓ ἐν ταῖς παρατάξεσι τοὺς καλλίστους τῶν πολιτῶν κοσμήσαντες, διὰ τούτων θύουσι τῷ Ἔρωτι, ὡς Σωσικράτης ἱστορεῖ. Πάσαις ταῖς ἀφ ̓ Ἡλίου γενομέναις ἐμήνισεν Ἀφροδίτη διὰ τὴν μηνυθεῖσαν αὐτῆς ὑφ ̓ Ἡλίου μοιχείαν. Τὴν οὖν Πασιφάην οὐ μόνον τοῦ ταύρου, ἀλλὰ καὶ τοῦ Μίνωος ἐρασθῆναί φασιν, ὡς ἱστορεῖ Σωσικράτης, Codd. Σωκράτης; em. Barnesius. Nefrendes: Diophantus Lacedoemonius, qui De sacris deorum scripsit, ait, apud Athenas Marti solere sacrificari sacrum, quod Ἑκατομφόνια appellatur; si quis enim centum hostes interfecisset, Marti de homine sacrificabat apud insulam Lemnum; quod sacrificatum est a duobus, Aristomene Gortynensi et Theocle Eloeo, sicut Sosicrates scribit.