Ancient Greek · ~2 min
2.1.1 to 2.1.2
Sozomenus, Historia ecclesiastica 2.1.1-2
Not analysed yet
ΤΑ μὲν δὴ κατὰ Νίκαιαν μέχρι τούτου τέλος ἔσχε: καὶ τῶν ἱερέων ἕκαστος οἴκαδε ἐπανῆλθε. Ὁ δὲ βασιλεὺς ἔχαιρεν ὑπερφυῶς, συμφωνοῦσαν ὁρῶν περὶ τὸ δόγμα τὴν καθόλου ἐκκλησίαν: χαριστήριά τε ἀνατιθεὶς τῷ Θεῷ ὑπὲρ τῆς ὁμονοίας τῶν ἐπισκόπων, ὑπέρ τε αὐτοῦ καὶ παίδων καὶ τῆς βασιλείας, ᾠήθη δεῖν οἶκον εὐκτήριον τῷ Θεῷ κατασκευάσαι ἐν Ἱεροσολύμοις, ἀμφὶ τὸν καλούμενον Κρανίου τόπον. Περὶ δὲ τὸν αὐτὸν χρόνον, καὶ Ἑλένη ἡ αὐτοῦ μήτηρ ἧκεν εἰς Ἱεροσόλυμα, εὔξασθαί τε, καὶ τοὺς ἐνταῦθα ἱεροὺς ἱστορῆσαι τόπους. Εὐλαβῶς δὲ περὶ τὸ δόγμα τῶν Χριστιανῶν διακειμένη, περὶ πολλοῦ ἐποιεῖτο τοῦ σεβασμίου σταυροῦ τὸ ξύλον ἐξευρεῖν.