Ancient Greek · ~3 min
Book 2, Chapter 1
Sozomenus, Historia ecclesiastica 2.1.3
Not analysed yet
Ἦν δὲ οὔτε τούτου, οὔτε τοῦ θεσπεσίου τάφου ἡ εὕρεσις ῥᾳδία. Οἱ γὰρ πάλαι τὴν ἐκκλησίαν διώξαντες Ἕλληνες, ἔτι φύεσθαι ἀρχομένην τὴν θρησκείαν πάσῃ μηχανῇ σπουδάσαντες ἐκτεμεῖν, ὑπὸ πολλῷ χώματι τὸν τῇδε τόπον κατέκρυψαν, καὶ εἰς ὕψος ἤγειραν βαθύτερον ὑπάρχοντα, ὡς καὶ νῦν φαίνεται. Περιλαβόντες δὲ πέριξ πάντα τὸν τῆς ἀναστάσεως χῶρον καὶ τοῦ Κρανίου, διεκόσμησαν, καὶ λίθῳ τὴν ἐπιφάνειαν κατέστρωσαν: καὶ Ἀφροδίτης ναὸν κατεσκεύασαν, καὶ ζῴδιον ἱδρύσαντο: ὥστε τοὺς αὐτόθι τὸν Χριστὸν προσκυνοῦντας, δόξαι τὴν Ἀφροδίτην σέβειν: καὶ τῷ χρόνῳ εἰς λήθην ἐλθεῖν τὴν ἀληθῆ αἰτίαν τοῦ περὶ τὸν τόπον σεβάσματος, μήτε τῶν Χριστιανῶν ἀδεῶς εἰς τοῦτο φοιτᾷν, ἢ ἑτέροις καταμηνύειν τολμώντων, καὶ τοὐναντίον πιστουμένου τοῦ Ἑλληνικοῦ ναοῦ καὶ τοῦ ἀγάλματος.