Ancient Greek · ~3 min
2.16.5 to 2.16.7
Sozomenus, Historia ecclesiastica 2.16.5-7
Not analysed yet
Εἰ δὲ ἐπείσθη ἡ ἁγία ὑμῶν σύνοδος, οὐκ ἀντιτείνοντες, ἀλλὰ συντιθέμενοι τοῖς παῤ ὑμῶν ἠκριβωμένοις, καὶ διὰ τοῦ γράμματος πληροφοροῦμεν τὴν συγκατάθεσιν, οὐ τὴν ἐξορίαν βαρέως φέροντες, ἀλλὰ τὴν ὑπόνοιαν τῆς αἱρέσεως ἀποδυόμενοι. Εἰ γὰρ καταξιώσητε νῦν γοῦν εἰς πρόσωπον ἐπαναλαβεῖν ἡμᾶς, ἕξετε ἐν ἅπασι συμψύχους, ἀκολουθοῦντας τοῖς παῤ ὑμῖν κεκριμένοις καὶ ὅτε αὐτὸν τὸν ἐπὶ τούτοις ἐναγόμενον ἔδοξεν ὑμῶν τῇ εὐλαβείᾳ φιλανθρωπεύεσθαι, καὶ ἀνακαλέσασθαι. Ἄτοπον δέ τι δοκοῦντες εἶναι ὑπευθύνου ἀνακεκλημένου, καὶ ἀπολογησαμένου ἐφ̓ οἷς διεβάλλετο, ἡμᾶς ἐπισιωπᾷν καθ̓ ἑαυτῶν ἐνδόντας τὸν ἔλεγχον. Καταξιώσατε οὖν, ὡς ἁρμόζει τῇ φιλοχρίστῳ ὑμῶν εὐλαβείᾳ, καὶ τὸν θεοφιλέστατον βασιλέα ὑπομνῆσαι, καὶ δεήσεις ἡμῶν ἐγχειρίσαι, καὶ θᾶττον βουλεύσασθαι τὰ ὑμῖν ἁρμόζοντα ἐφ̓ ἡμῖν. Ὧδε μὲν αὐτοῖς Εὐσέβιός τε καὶ Θεόγνιος μετεμελήθησαν, καὶ τὰς αὐτῶν ἐκκλησίας ἀπέλαβον.