Ancient Greek
Book 2, Chapter 17
Sozomenus, Historia ecclesiastica 2.17.1
Not analysed yet
Ὑπὸ δὲ τοῦτον τὸν χρόνον, μέλλων τὸν βίον μεταλλάσσειν Ἀλέξανδρος Ἀλεξανδρείας ἐπίσκοπος, διάδοχον αὐτοῦ κατέλιπεν Ἀθανάσιον, θείαις προστάξεσιν, ὡς ἡγοῦμαι, ἐπ’ αὐτὸν ἀγαγὼν τὴν ψῆφον: ἐπεὶ τόν γε Ἀθανάσιον φασὶν ἀποφυγεῖν πειραθῆναι, καὶ ἄκοντα βιασθῆναι πρὸς Ἀλεξάνδρου, τὴν ἐπισκοπὴν ὑποδέξασθαι.