Ancient Greek
Book 2, Chapter 17
Sozomenus, Historia ecclesiastica 2.17.2
Not analysed yet
Καὶ μαρτυρεῖ Ἀπολινάριος ὁ Σύρος ὧδε λέγων Οὐκ ὀκνεῖ δὲ καὶ μετὰ ταῦτα πολεμεῖν ἡ δυσσέβεια ἀλλὰ πρῶτον μὲν ἐπὶ τὸν μακάριον διδάσκαλον τοῦ ἀνδρὸς ὁπλίζεται καὶ οὗτος παρῆν συνήγορος, ὡς πατρὶ παῖς: ἔπειτα καὶ ἐπ’ αὐτὸν, ὡς ἧκεν ἐπὶ τὴν τῆς ἐπισκοπῆς διαδοχὴν, πολλῇ μὲν ἀποφυγῇ χρησάμενος: κατὰ Θεὸν δὲ ἀνευρεθεὶς, ὡς καὶ τῷ μακαρίῳ ἀνδρὶ τῷ τὴν ἐπισκοπὴν ἐγχειρίσαντι προδεδήλωτο θείαις δηλώσεσιν, οὐχ ἕτερον ἔσεσθαι τὸν διάδοχον ἢ τοῦτον.