Ancient Greek · ~2 min
Book 2, Chapter 3
Sozomenus, Historia ecclesiastica 2.3.13
Not analysed yet
Ὧδε δὲ ἔχοντι γνώμης, θεία προφανεῖσα ὄψις ἔδειξέ τι σταυροῦ σύμβολον τῶν ἀνακειμένων τῷ θυσιαστηρίῳ τῆς ἐνθάδε ἐκκλησίας: καὶ διαρρήδην ἀπεφῄνατο, ἀφ̓ οὗ ἐσταυρώθη ὁ Χριστὸς, τῶν ὅσα γέγονεν ἐπ’ ὠφελείᾳ κοινῇ τοῦ ἀνθρωπείου γένους, ἢ ἰδίᾳ τινῶν, ἄνευ τῆς τοῦ σεβασμίου σταυροῦ δυνάμεως μηδὲν κατορθῶσαι μήτε τοὺς θείους ἀγγέλους, μήτε τοὺς εὐσεβεῖς καὶ ἀγαθοὺς ἀνθρώπους. Ἀλλὰ ταῦτα μὲν, ὅτι μὴ πάντα καταλέγειν καιρὸς, ἐξ ὧν ἔγνων συμβεβηκέναι ἐν τῷδε τῷ νεῷ, εἰπεῖν προήχθην.