Ancient Greek · ~2 min
2.4.1 to 2.4.2
Sozomenus, Historia ecclesiastica 2.4.1-2
Not analysed yet
Ἀναγκαῖον δὲ ἐξελθεῖν καὶ τὰ περὶ τὴν δρῦν τὴν Μαμβρῆ καλουμένην βεβουλευμένα Κωνσταντίνῳ τῷ βασιλεῖ. Τόπος δὲ οὗτος, ὃν νῦν Τερέβινθον προσαγορεύουσιν, ἀπὸ δέκα καὶ πέντε σταδίων γείτονα τὴν Χεβρῶν πρὸς μεσημβρίαν ἔχων, Ἱεροσολύμων δὲ διεστὼς ἀμφὶ διακόσια καὶ πεντήκοντα στάδια. Οὗ δὴ λόγος ἐστὶν ἀληθὴς, ἅμα τοῖς κατὰ Σοδομιτῶν ἀποσταλεῖσιν ἀγγέλοις καὶ τὸν υἱὸν τοῦ Θεοῦ φανῆναι τῷ Ἀβραὰμ, καὶ εἰπεῖν αὐτῷ τοῦ παιδὸς τὴν γένεσιν. Ἐνταῦθα δὲ λαμπρὰν εἰσέτι νῦν ἐτήσιον πανήγυριν ἄγουσιν ὥρᾳ θέρους οἱ ἐπιχώριοι, καὶ οἱ προσωτέρω Παλαιστινοὶ καὶ Φοίνικες καὶ Ἀρράβιοι.