Ancient Greek
2.31.4 to 2.31.5
Sozomenus, Historia ecclesiastica 2.31.4-5
Not analysed yet
Τότε γοῦν πυθόμενος διχῆ μεμερίσθαι τὴν ἐκκλησίαν, καὶ τοὺς μὲν Ἀθανάσιον, τοὺς δὲ Ἰωάννην θαυμάζειν, σφόδρα ἠγανάκτησε, καὶ αὐτὸν Ἰωάννην ἐξώρισεν. Ἦν δὲ οὗτος, ὁ Μελίτιον διαδεξάμενος, καὶ παρὰ τῆς ἐν Τύρῳ συνόδου προσταχθεὶς τῇ ἐκκλησίᾳ κοινωνεῖν, καὶ τὰς τιμὰς τῶν ἰδίων κλήρων ἔχειν αὐτός τε καὶ οἱ τὰ αὐτοῦ φρονοῦντες. Καί τοί γε παρὰ γνώμην τοῦτο ἀπέβη τοῖς Ἀθανασίου ἐχθροῖς. Ἀλλ̓ ὅμως ἐγένετο, καὶ οὐδὲν ὤνησεν Ἰωάννην τὰ δεδογμένα τοῖς ἐν Τύρῳ συνεληλυθόσι. Κρείττων γὰρ ἦν βασιλεὺς ἱκεσίας καὶ παντοδαπῆς παραιτήσεως, πρὸς τὸν ὑπονοούμενον εἰς στάσιν ἢ διχόνοιαν ἐγείρειν τὰ πλήθη τῶν Χριστιανῶν.