Ancient Greek
2.32.1 to 2.32.3
Sozomenus, Historia ecclesiastica 2.32.1-3
Not analysed yet
Τὸ δὲ Ἀρείου δόγμα, εἰ καὶ πολλοῖς ἐν ταῖς διαλέξεσιν ἐσπουδάζετο, οὔπω εἰς ἴδιον διεκέκριτο λαὸν, ἢ ὄνομα τοῦ εὑρόντος: ἀλλὰ πάντες ἅμα ἐκκλησίαζον, καὶ ἐκοινώνουν. Πλὴν Ναυατιανῶν, καὶ τῶν ἐπικαλουμένων Φρυγῶν, Οὐαλεντινιανῶν τε καὶ Μαρκιωνιστῶν καὶ Παυλιανῶν, καὶ εἴ τινες ἕτεροι ἑτέρας ἤδη ηὑρημένας αἱρέσεις ἐπλήρουν. Κατὰ τούτων δὲ πάντων νόμον θέμενος ὁ βασιλεὺς, προσέταξεν ἀφαιρεθῆναι αὐτῶν τοὺς εὐκτηρίους οἴκους, καὶ ταῖς ἐκκλησίαις συνάπτεσθαι, καὶ μήτε ἐν οἰκίαις ἰδιωτῶν, μήτε δημοσίᾳ ἐκκλησιάζειν. Κάλλιον δὲ τῇ καθόλου ἐκκλησίᾳ κοινωνεῖν εἰσηγεῖτο, καὶ εἰς ταύτην συνιέναι συνεβούλευσε. Διὰ τοῦτον δὲ τὸν νόμον, τούτων τῶν αἱρέσεων οἶμαι τὴν πολλὴν ἀφανισθῆναι μνήμην. Ἐπὶ μὲν γὰρ τῶν πρὶν βασιλέων, ὅσοι τὸν Χριστὸν ἔσεβον, εἰ καὶ τὰς δόξας διεφέροντο, πρὸς τῶν Ἑλληνιστῶν οἱ αὐτοὶ οἱ αὐτοὶ ἐνομίζοντο, καὶ κακῶς ὁμοίως ἔπασχον. Σφᾶς δὲ αὐτοὺς πολυπραγμονεῖν διὰ τὰς κοινὰς συμφορὰς οὐκ ἠδύναντο: καὶ διὰ τοῦτο ῥᾳδίως καθ̓ ἑαυτοὺς ἕκαστοι συνιόντες ἐκκλησίαζον, καὶ συνεχῶς ὁμιλοῦντες ἀλλήλοις, εἰ καὶ ὀλίγοι ἦσαν, οὐ διελύθησαν.