Ancient Greek · ~2 min
3.6.10 to 3.6.11
Sozomenus, Historia ecclesiastica 3.6.10-11
Not analysed yet
καὶ ὅπως Ἀθανάσιον ἐξελάσωσιν. Ὁ δὲ ἐδεδίει μήτι δἰ αὐτὸν ὁ λαὸς πάθοι. Καὶ τῆς νυκτὸς ἐπιλαβούσης ἐκκλησίαζεν: ἤδη τε τῶν στρατιωτῶν καταλαβόντων τὴν ἐκκλησίαν, εὐχὴν ἐπιτελέσας, πρότερον ψαλμὸν ῥηθῆναι παρεκελεύσατο. Συμφώνου δὲ τῆς ψαλμῳδίας γενομένης, οἱ στρατιῶται τέως ἡσύχαζον, ὡς οὐκ εὔκαιρον ὂν ἐπιθέσθαι τότε. Ἐν τούτῳ δὲ διαδὺς ὑπὸ τοὺς ψάλλοντας, ἔλαθεν ἐξελθὼν, καὶ εἰς τὴν Ῥώμην ἀνήχθη. Γρηγόριος δὲ τὸν Ἀλεξανδρέων κατέσχε θρόνον: ὁ δὲ λαὸς χαλεπῄνας, τὴν ἐπώνυμον Διονυσίου τοῦ τῇδε ἐπισκοπήσαντος ἐκκλησίαν ἐνέπρησαν.